Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ι


ΙΛΙΑΔΟΣ Ι

Πρεσβεία πρὸς Ἀχιλλέα λιταί

[1] Ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς

[2] θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,

[3] πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.

[4] ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα

[5] Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον

[6] ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν

[7] κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·

[8] ὣς ἐδαί̈ζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

[9] Ἀτρεί̈δης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ

[10] φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων

[11] κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,

[12] μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.

[13] ἷζον δ’ εἰν ἀγορῇ τετιηότες· ἂν δ’ Ἀγαμέμνων

[14] ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος

[15] ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·

[16] ὣς ὁ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδα·

[17] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

[18] Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ

[19] σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν

[20] Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,

[21] νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

[22] δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.

[23] οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

[24] ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

[25] ἠδ’ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.

[26] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

[27] φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

[28] οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

[29] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

[30] δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·

[31] ὀψὲδὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

[32] Ἀτρεί̈δη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,

[33] ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.

[34] ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι

[35] φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα

[36] ἴσας’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

[37] σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·

[38] σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,

[39] ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.

[40] δαιμόνι’ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν

[41] ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;

[42] εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι

[43] ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης

[44] ἑστᾶς’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.

[45] ἀλλ’ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ

[46] εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ

[47] φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

[48] νῶϊ δ’ ἐγὼ Σθένελός τε μαχησόμεθ’ εἰς ὅ κε τέκμωρ

[49] Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.

[50] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν

[51] μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

[52] τοῖσι δ’ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·

[53] Τυδεί̈δη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,

[54] καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.

[55] οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,

[56] οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.

[57] ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης

[58] ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις

[59] Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.

[60] ἀλλ’ ἄγ’ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,

[61] ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι

[62] μῦθον ἀτιμήσει’, οὐδὲ κρείων Ἀγαμέμνων.

[63] ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος

[64] ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

[65] ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

[66] δόρπά τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι

[67] λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.

[68] κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα

[69] Ἀτρεί̈δη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.

[70] δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.

[71] πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν

[72] ἠμάτιαι Θρῄκηθεν ἐπ’ εὐρέα πόντον ἄγουσι·

[73] πᾶσά τοί ἐσθ’ ὑποδεξίη, πολέεσσι δ’ ἀνάσσεις.

[74] πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην

[75] βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς

[76] ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν

[77] καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;

[78] νὺξ δ’ ἧδ’ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.

[79] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.

[80] ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο

[81] ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,

[82] ἠδ’ ἀμφ’ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος

[83] ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηί̈πυρόν τε,

[84] ἠδ’ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.

[85] ἕπτ’ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ

[86] κοῦροι ἅμα στεῖχον δολίχ’ ἔγχεα χερσὶν ἔχοντες·

[87] κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·

[88] ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.

[89] Ἀτρεί̈δης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν

[90] ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.

[91] οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

[92] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

[93] τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν

[94] Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·

[95] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

[96] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[97] ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι, οὕνεκα πολλῶν

[98] λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε

[99] σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.

[100] τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι,

[101] κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ’ ἄν τινα θυμὸς ἀνώγῃ

[102] εἰπεῖν εἰς ἀγαθόν· σέο δ’ ἕξεται ὅττί κεν ἄρχῃ.

[103] αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

[104] οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει

[105] οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν

[106] ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηί̈δα κούρην

[107] χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας

[108] οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε

[109] πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

[110] εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,

[111] ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦν

[112] φραζώμεσθ’ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν

[113] δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.

[114] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[115] ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·

[116] ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν

[117] λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,

[118] ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.

[119] ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,

[120] ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ’ ἀπερείσι’ ἄποινα.

[121] ὑμῖν δ’ ἐν πάντεσσι περικλυτὰ δῶρ’ ὀνομήνω

[122] ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

[123] αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους

[124] πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

[125] οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,

[126] οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,

[127] ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.

[128] δώσω δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

[129] Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς

[130] ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.

[131] τὰς μέν οἱ δώσω, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρων

[132] κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι

[133] μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,

[134] ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.

[135] ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε

[136] ἄστυ μέγα Πριάμοιο θεοὶ δώως’ ἀλαπάξαι,

[137] νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω

[138] εἰσελθών, ὅτε κεν δατεώμεθα ληί̈δ’ Ἀχαιοί,

[139] Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,

[140] αἴ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.

[141] εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

[142] γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,

[143] ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.

[144] τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

[145] Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,

[146] τάων ἥν κ’ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω

[147] πρὸς οἶκον Πηλῆος· ἐγὼ δ’ ἐπὶ μείλια δώσω

[148] πολλὰ μάλ’, ὅσς’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·

[149] ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα

[150] Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν

[151] Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον

[152] καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

[153] πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·

[154] ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

[155] οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι

[156] καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

[157] ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.

[158] δμηθήτω· Ἀί̈δης τοι ἀμείλιχος ἠδ’ ἀδάμαστος,

[159] τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·

[160] καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι

[161] ἠδ’ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.

[162] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

[163] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[164] δῶρα μὲν οὐκέτ’ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·

[165] ἀλλ’ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα

[166] ἔλθως’ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.

[167] εἰ δ’ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.

[168] Φοῖνιξ μὲν πρώτιστα Διὶ̈ φίλος ἡγησάσθω,

[169] αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·

[170] κηρύκων δ’ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ’ ἑπέσθων.

[171] φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,

[172] ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ’, αἴ κ’ ἐλεήσῃ.

[173] ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.

[174] αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

[175] κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

[176] νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

[177] αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός,

[178] ὁρμῶντ’ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεί̈δαο.

[179] τοῖσι δὲ πόλλ’ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ

[180] δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,

[181] πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεί̈ωνα.

[182] τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης

[183] πολλὰ μάλ’ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ

[184] ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.

[185] Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,

[186] τὸν δ’ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ

[187] καλῇ δαιδαλέῃ, ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν,

[188] τὴν ἄρετ’ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·

[189] τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ’ ἄρα κλέα ἀνδρῶν.

[190] Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,

[191] δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,

[192] τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,

[193] στὰν δὲ πρόσθ’ αὐτοῖο· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς

[194] αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.

[195] ὣς δ’ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.

[196] τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[197] χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,

[198] οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.

[199] ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,

[200] εἷσεν δ’ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.

[201] αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·

[202] μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,

[203] ζωρότερον δὲ κέραιε, δέπας δ’ ἔντυνον ἑκάστῳ·

[204] οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.

[205] ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ.

[206] αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,

[207] ἐν δ’ ἄρα νῶτον ἔθηκ’ ὄϊος καὶ πίονος αἰγός,

[208] ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.

[209] τῷ δ’ ἔχεν Αὐτομέδων, τάμνεν δ’ ἄρα δῖος Ἀχιλλεύς.

[210] καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειρε,

[211] πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.

[212] αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,

[213] ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,

[214] πάσσε δ’ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.

[215] αὐτὰρ ἐπεί ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,

[216] Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

[217] καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

[218] αὐτὸς δ’ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο

[219] τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει

[220] Πάτροκλον ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς.

[221] οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

[222] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

[223] νεῦς’ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,

[224] πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα·

[225] χαῖρ’ Ἀχιλεῦ· δαιτὸς μὲν ἐί̈σης οὐκ ἐπιδευεῖς

[226] ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο

[227] ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ

[228] δαίνυσθ’· ἀλλ’ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,

[229] ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες

[230] δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι

[231] νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.

[232] ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο

[233] Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι

[234] κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ’ ἔτι φασὶ

[235] σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

[236] Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων

[237] ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων

[238] μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει

[239] ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.

[240] ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·

[241] στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα

[242] αὐτάς τ’ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς

[243] δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.

[244] ταῦτ’ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς

[245] ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη

[246] φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.

[247] ἀλλ’ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν

[248] τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.

[249] αὐτῷ τοι μετόπισθ’ ἄχος ἔσσεται, οὐδέ τι μῆχος

[250] ῥεχθέντος κακοῦ ἔστ’ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν

[251] φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.

[252] ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς

[253] ἤματι τῷ ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·

[254] τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη

[255] δώσους’ αἴ κ’ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν

[256] ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·

[257] ληγέμεναι δ’ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον

[258] τίως’ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.

[259] ὣς ἐπέτελλ’ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ’ ἔτι καὶ νῦν

[260] παύε’, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ’ Ἀγαμέμνων

[261] ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.

[262] εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω

[263] ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ’ Ἀγαμέμνων·

[264] ἕπτ’ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,

[265] αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους

[266] πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.

[267] οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο

[268] οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,

[269] ὅσς’ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.

[270] δώσει δ’ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

[271] Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς

[272] ἐξέλεθ’, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.

[273] τὰς μέν τοι δώσει, μετὰ δ’ ἔσσεται ἣν τότ’ ἀπηύρα

[274] κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται

[275] μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι

[276] ἣ θέμις ἐστὶν ἄναξ ἤτ’ ἀνδρῶν ἤτε γυναικῶν.

[277] ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε

[278] ἄστυ μέγα Πριάμοιο θεοὶ δώως’ ἀλαπάξαι,

[279] νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι

[280] εἰσελθών, ὅτε κεν δατεώμεθα ληί̈δ’ Ἀχαιοί,

[281] Τρωϊάδασδὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,

[282] αἵ κε μετ’ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.

[283] εἰ δέ κεν Ἄργος ἱκοίμεθ’ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης

[284] γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,

[285] ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.

[286] τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ

[287] Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,

[288] τάων ἥν κ’ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι

[289] πρὸς οἶκον Πηλῆος· ὁ δ’ αὖτ’ ἐπὶ μείλια δώσει

[290] πολλὰ μάλ’, ὅσς’ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·

[291] ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα

[292] Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν

[293] Φηράς τε ζαθέας ἠδ’ Ἄνθειαν βαθύλειμον

[294] καλήν τ’ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.

[295] πᾶσαι δ’ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·

[296] ἐν δ’ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,

[297] οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι

[298] καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.

[299] ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.

[300] εἰ δέ τοι Ἀτρεί̈δης μὲν ἀπήχθετο κηρόθι μᾶλλον

[301] αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ’ ἄλλους περ Παναχαιοὺς

[302] τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς

[303] τίσους’· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·

[304] νῦν γάρ χ’ Ἕκτορ’ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι

[305] λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον

[306] οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.

[307] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[308] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ

[309] χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,

[310] ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,

[311] ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.

[312] ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀί̈δαο πύλῃσιν

[313] ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.

[314] αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·

[315] οὔτ’ ἔμεγ’ Ἀτρεί̈δην Ἀγαμέμνονα πεισέμεν οἴω

[316] οὔτ’ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν

[317] μάρνασθαι δηί̈οισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί.

[318] ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·

[319] ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·

[320] κάτθαν’ ὁμῶς ὅ τ’ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.

[321] οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ

[322] αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.

[323] ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι

[324] μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δ’ ἄρα οἱ πέλει αὐτῇ,

[325] ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀύ̈πνους νύκτας ἴαυον,

[326] ἤματα δ’ αἱματόεντα διέπρησσον πολεμίζων

[327] ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.

[328] δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων,

[329] πεζὸς δ’ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·

[330] τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ

[331] ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον

[332] Ἀτρεί̈δῃ· ὁ δ’ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι

[333] δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ’ ἔχεσκεν.

[334] ἄλλα δ’ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·

[335] τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν

[336] εἵλετ’, ἔχει δ’ ἄλοχον θυμαρέα· τῇ παριαύων

[337] τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν

[338] Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας

[339] Ἀτρεί̈δης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο;

[340] ἦ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων

[341] Ἀτρεί̈δαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων

[342] τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν

[343] ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.

[344] νῦν δ’ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ’ ἀπάτησε

[345] μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.

[346] ἀλλ’ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι

[347] φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.

[348] ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,

[349] καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ

[350] εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·

[351] ἀλλ’ οὐδ’ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο

[352] ἴσχειν· ὄφρα δ’ ἐγὼ μετ’ Ἀχαιοῖσιν πολέμιζον

[353] οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,

[354] ἀλλ’ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·

[355] ἔνθά ποτ’ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.

[356] νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ

[357] αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι

[358] νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,

[359] ὄψεαι, αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

[360] ἦρι μάλ’ Ἑλλήσποντον ἐπ’ ἰχθυόεντα πλεούσας

[361] νῆας ἐμάς, ἐν δ’ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·

[362] εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος

[363] ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.

[364] ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·

[365] ἄλλον δ’ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν

[366] ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον

[367] ἄξομαι, ἅσς’ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,

[368] αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων

[369] Ἀτρεί̈δης· τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω

[370] ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ

[371] εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν

[372] αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ’ ἂν ἔμοιγε

[373] τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·

[374] οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·

[375] ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν· οὐδ’ ἂν ἔτ’ αὖτις

[376] ἐξαπάφοιτ’ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος

[377] ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.

[378] ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.

[379] οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη

[380] ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,

[381] οὐδ’ ὅς’ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ’ ὅσα Θήβας

[382] Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,

[383] αἵ θ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστας

[384] ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·

[385] οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,

[386] οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων

[387] πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.

[388] κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεί̈δαο,

[389] οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,

[390] ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·

[391] οὐδέ μιν ὧς γαμέω· ὁ δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω,

[392] ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.

[393] ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι,

[394] Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.

[395] πολλαὶ Ἀχαιί̈δες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε

[396] κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,

[397] τάων ἥν κ’ ἐθέλωμι φίλην ποιήσομ’ ἄκοιτιν.

[398] ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ

[399] γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν

[400] κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·

[401] οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ’ ὅσα φασὶν

[402] Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον

[403] τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

[404] οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει

[405] Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.

[406] ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,

[407] κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,

[408] ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ

[409] οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.

[410] μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα

[411] διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.

[412] εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,

[413] ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·

[414] εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,

[415] ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν

[416] ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη.

[417] καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην

[418] οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

[419] Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

[420] χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

[421] ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν

[422] ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·

[423] ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,

[424] ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν

[425] νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ’ ἑτοίμη

[426] ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·

[427] Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω,

[428] ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται

[429] αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω.

[430] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

[431] μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·

[432] ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ

[433] δάκρυ’ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·

[434] εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ

[435] βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι

[436] πῦρ ἐθέλεις ἀί̈δηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,

[437] πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην

[438] οἶος; σοὶ δέ μ’ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς

[439] ἤματι τῷ ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε

[440] νήπιον οὔ πω εἰδόθ’ ὁμοιί̈ου πολέμοιο

[441] οὐδ’ ἀγορέων, ἵνα τ’ ἄνδρες ἀριπρεπέες τελέθουσι.

[442] τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,

[443] μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων.

[444] ὡς ἂν ἔπειτ’ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι

[445] λείπεσθ’, οὐδ’ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς

[446] γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,

[447] οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα

[448] φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,

[449] ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,

[450] τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ’ ἄκοιτιν

[451] μητέρ’ ἐμήν· ἣ δ’ αἰὲν ἐμὲ λισσέσκετο γούνων

[452] παλλακίδι προμιγῆναι, ἵν’ ἐχθήρειε γέροντα.

[453] τῇπιθόμην καὶ ἔρεξα· πατὴρ δ’ ἐμὸς αὐτίκ’ ὀϊσθεὶς

[454] πολλὰ κατηρᾶτο, στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς,

[455] μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν

[456] ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ’ ἐτέλειον ἐπαρὰς

[457] Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.

[458] * * * [σπυριυς] * * *

[459] * * * [σπυριυς] * * *

[460] * * * [σπυριυς] * * *

[461] * * * [σπυριυς] * * *

[462] ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸς

[463] πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.

[464] ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες

[465] αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,

[466] πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

[467] ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ

[468] εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,

[469] πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.

[470] εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον·

[471] οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ’ ἔσβη

[472] πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσῃ εὐερκέος αὐλῆς,

[473] ἄλλο δ’ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.

[474] ἀλλ’ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,

[475] καὶ τότ’ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας

[476] ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς

[477] ῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμῳάς τε γυναῖκας.

[478] φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο,

[479] Φθίην δ’ ἐξικόμην ἐριβώλακα μητέρα μήλων

[480] ἐς Πηλῆα ἄναχθ’· ὁ δέ με πρόφρων ὑπέδεκτο,

[481] καί μ’ ἐφίλης’ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ

[482] μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,

[483] καί μ’ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·

[484] ναῖον δ’ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.

[485] καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,

[486] ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳ

[487] οὔτ’ ἐς δαῖτ’ ἰέναι οὔτ’ ἐν μεγάροισι πάσασθαι,

[488] πρίν γ’ ὅτε δή ς’ ἐπ’ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας

[489] ὄψου τ’ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.

[490] πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα

[491] οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.

[492] ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,

[493] τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον

[494] ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ

[495] ποιεύμην, ἵνα μοί ποτ’ ἀεικέα λοιγὸν ἀμύνῃς.

[496] ἀλλ’ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ

[497] νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,

[498] τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.

[499] καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι

[500] λοιβῇ τε κνίσῃ τε παρατρωπῶς’ ἄνθρωποι

[501] λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.

[502] καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο

[503] χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ,

[504] αἵ ῥά τε καὶ μετόπισθ’ ἄτης ἀλέγουσι κιοῦσαι.

[505] ἣ δ’ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας

[506] πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ’ αἶαν

[507] βλάπτους’ ἀνθρώπους· αἳ δ’ ἐξακέονται ὀπίσσω.

[508] ὃς μέν τ’ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,

[509] τὸν δὲ μέγ’ ὤνησαν καί τ’ ἔκλυον εὐχομένοιο·

[510] ὃς δέ κ’ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,

[511] λίσσονται δ’ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι

[512] τῷ ἄτην ἅμ’ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.

[513] ἀλλ’ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι

[514] τιμήν, ἥ τ’ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.

[515] εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ’ ὄπισθ’ ὀνομάζοι

[516] Ἀτρεί̈δης, ἀλλ’ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,

[517] οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην

[518] Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·

[519] νῦν δ’ ἅμα τ’ αὐτίκα πολλὰ διδοῖ τὰ δ’ ὄπισθεν ὑπέστη,

[520] ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους

[521] κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ

[522] φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς

[523] μηδὲ πόδας· πρὶν δ’ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.

[524] οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν

[525] ἡρώων, ὅτε κέν τιν’ ἐπιζάφελος χόλος ἵκοι·

[526] δωρητοί τε πέλοντο παράρρητοί τ’ ἐπέεσσι.

[527] μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε

[528] ὡς ἦν· ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.

[529] Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι

[530] ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,

[531] Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,

[532] Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.

[533] καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε

[534] χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς

[535] Οἰνεὺς ῥέξ’· ἄλλοι δὲ θεοὶ δαίνυνθ’ ἑκατόμβας,

[536] οἴῃ δ’ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.

[537] ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.

[538] ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα

[539] ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,

[540] ὃς κακὰ πόλλ’ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·

[541] πολλὰ δ’ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ

[542] αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.

[543] τὸν δ’ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος

[544] πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας

[545] καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·

[546] τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβης’ ἀλεγεινῆς.

[547] ἣ δ’ ἀμφ’ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν

[548] ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,

[549] Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.

[550] ὄφρα μὲν οὖν Μελέαγρος ἄρῃ φίλος πολέμιζε,

[551] τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο

[552] τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·

[553] ἀλλ’ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων

[554] οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,

[555] ἤτοι ὁ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ

[556] κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ

[557] κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης

[558] Ἴδεώ θ’, ὃς κάρτιστος ἐπιχθονίων γένετ’ ἀνδρῶν

[559] τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον

[560] Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,

[561] τὴν δὲ τότ’ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ

[562] Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ’ ἄρ’ αὐτῆς

[563] μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα

[564] κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·

[565] τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων

[566] ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι

[567] πόλλ’ ἀχέους’ ἠρᾶτο κασιγνήτοιο φόνοιο,

[568] πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία

[569] κικλήσκους’ Ἀί̈δην καὶ ἐπαινὴν Περσεφόνειαν

[570] πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,

[571] παιδὶ δόμεν θάνατον· τῆς δ’ ἠεροφοῖτις Ἐρινὺς

[572] ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.

[573] τῶν δὲ τάχ’ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει

[574] πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες

[575] Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,

[576] ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·

[577] ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,

[578] ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι

[579] πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,

[580] ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.

[581] πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς

[582] οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο

[583] σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·

[584] πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ

[585] ἐλλίσσονθ’· ὁ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ’ ἑταῖροι,

[586] οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·

[587] ἀλλ’ οὐδ’ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,

[588] πρίν γ’ ὅτε δὴ θάλαμος πύκ’ ἐβάλλετο, τοὶ δ’ ἐπὶ πύργων

[589] βαῖνονΚουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.

[590] καὶ τότε δὴ Μελέαγρον ἐύ̈ζωνος παράκοιτις

[591] λίσσετ’ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα

[592] κήδε’, ὅς’ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·

[593] ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,

[594] τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.

[595] τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,

[596] βῆ δ’ ἰέναι, χροὶ̈ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα.

[597] ὣς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ

[598] εἴξας ᾧ θυμῷ· τῷ δ’ οὐκέτι δῶρα τέλεσσαν

[599] πολλά τε καὶ χαρίεντα, κακὸν δ’ ἤμυνε καὶ αὔτως.

[600] ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων

[601] ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη

[602] νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ’ ἐπὶ δώρων

[603] ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.

[604] εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς

[605] οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών,

[606] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[607] Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης

[608] χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,

[609] ἥ μ’ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ’ ἀϋτμὴ

[610] ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ.

[611] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

[612] μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων

[613] Ἀτρεί̈δῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ

[614] τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.

[615] καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ ἐμὲ κήδῃ·

[616] ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

[617] οὗτοι δ’ ἀγγελέουσι, σὺ δ’ αὐτόθι λέξεο μίμνων

[618] εὐνῇ ἔνι μαλακῇ· ἅμα δ’ ἠοῖ φαινομένηφι

[619] φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν.

[620] ἦ καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι νεῦσε σιωπῇ

[621] Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα

[622] ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ’ ἄρ’ Αἴας

[623] ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·

[624] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ

[625] ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ

[626] τῇδέ γ’ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα

[627] χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα

[628] οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς

[629] ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν

[630] σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων

[631] τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων

[632] νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος

[633] ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·

[634] καί ῥ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας,

[635] τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ

[636] ποινὴν δεξαμένῳ· σοὶ δ’ ἄληκτόν τε κακόν τε

[637] θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης

[638] οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας,

[639] ἄλλά τε πόλλ’ ἐπὶ τῇσι· σὺ δ’ ἵλαον ἔνθεο θυμόν,

[640] αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν

[641] πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων

[642] κήδιστοί τ’ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.

[643] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[644] Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν

[645] πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·

[646] ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων

[647] μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν

[648] Ἀτρεί̈δης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην.

[649] ἀλλ’ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·

[650] οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος

[651] πρίν γ’ υἱὸν Πριάμοιο δαί̈φρονος Ἕκτορα δῖον

[652] Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι

[653] κτείνοντ’ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.

[654] ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

[655] Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀί̈ω.

[656] ὣς ἔφαθ’, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον

[657] σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ’ Ὀδυσσεύς.

[658] Πάτροκλος δ’ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε

[659] Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.

[660] αἳ δ’ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε

[661] κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.

[662] ἔνθ’ ὁ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.

[663] αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·

[664] τῷ δ’ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,

[665] Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.

[666] Πάτροκλος δ’ ἑτέρωθεν ἐλέξατο· πὰρ δ’ ἄρα καὶ τῷ

[667] Ἶφις ἐύ̈ζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς

[668] Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.

[669] οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεί̈δαο γένοντο.

[670] τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν

[671] δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ’ ἐρέοντο·

[672] πρῶτος δ’ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[673] εἴπ’ ἄγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν

[674] ἤ ῥ’ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,

[675] ἦ ἀπέειπε, χόλος δ’ ἔτ’ ἔχει μεγαλήτορα θυμόν;

[676] τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

[677] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[678] κεῖνός γ’ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ’ ἔτι μᾶλλον

[679] πιμπλάνεται μένεος, σὲ δ’ ἀναίνεται ἠδὲ σὰ δῶρα.

[680] αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν

[681] ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·

[682] αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι

[683] νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας.

[684] καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι

[685] οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

[686] Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

[687] χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

[688] ὣς ἔφατ’· εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν, οἵ μοι ἕποντο,

[689] Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.

[690] Φοῖνιξ δ’ αὖθ’ ὁ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,

[691] ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται

[692] αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει.

[693] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

[694] μῦθον ἀγασσάμενοι· μάλα γὰρκρατερῶς ἀγόρευσε.

[695] δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·

[696] ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

[697] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[698] μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεί̈ωνα

[699] μυρία δῶρα διδούς· ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·

[700] νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.

[701] ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν

[702] ἦ κε μένῃ· τότε δ’ αὖτε μαχήσεται ὁππότε κέν μιν

[703] θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.

[704] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

[705] νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ

[706] σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·

[707] αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,

[708] καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους

[709] ὀτρύνων, καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.

[710] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες

[711] μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

[712] καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,

[713] ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.