Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ω


ΙΛΙΑΔΟΣ Ω

Ἕκτορος λύτρα

[1] Λῦτο δ’ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι

[2] ἐσκίδναντ’ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο

[3] ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς

[4] κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος

[5] ᾕρει πανδαμάτωρ, ἀλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα

[6] Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠύ̈,

[7] ἠδ’ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα

[8] ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·

[9] τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,

[10] ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ’ αὖτε

[11] ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ’ ὀρθὸς ἀναστὰς

[12] δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλός· οὐδέ μιν ἠὼς

[13] φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ’ ἠϊόνας τε.

[14] ἀλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,

[15] Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,

[16] τρὶς δ’ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος

[17] αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ’ ἔασκεν

[18] ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ’ Ἀπόλλων

[19] πᾶσαν ἀεικείην ἄπεχε χροὶ̈ φῶτ’ ἐλεαίρων

[20] καὶ τεθνηότα περ· περὶ δ’ αἰγίδι πάντα κάλυπτε

[21] χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

[22] ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·

[23] τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,

[24] κλέψαι δ’ ὀτρύνεσκον ἐύ̈σκοπον ἀργεϊφόντην.

[25] ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ’ Ἥρῃ

[26] οὐδὲ Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ,

[27] ἀλλ’ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ

[28] καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ’ ἄτης,

[29] ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,

[30] τὴν δ’ ᾔνης’ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.

[31] ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,

[32] καὶ τότ’ ἄρ’ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·

[33] σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ’ ὑμῖν

[34] Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων;

[35] τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι

[36] ᾗ τ’ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ

[37] καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα

[38] ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.

[39] ἀλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν,

[40] ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα

[41] γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ’ ὣς ἄγρια οἶδεν,

[42] ὅς τ’ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ

[43] εἴξας εἶς’ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·

[44] ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς

[45] γίγνεται, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι.

[46] μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι

[47] ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·

[48] ἀλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενοσμεθέηκε·

[49] τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.

[50] αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

[51] ἵππων ἐξάπτων περὶ σῆμ’ ἑτάροιο φίλοιο

[52] ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ’ ἄμεινον.

[53] μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·

[54] κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.

[55] τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·

[56] εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε

[57] εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.

[58] Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·

[59] αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ

[60] θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν

[61] Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι.

[62] πάντες δ’ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι

[63] δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε.

[64] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

[65] Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·

[66] οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ

[67] φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·

[68] ὣς γὰρ ἔμοιγ’, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.

[69] οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐί̈σης

[70] λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.

[71] ἀλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,

[72] λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ

[73] μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.

[74] ἀλλ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,

[75] ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς

[76] δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ’ Ἕκτορα λύσῃ.

[77] ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

[78] μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης

[79] ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.

[80] ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,

[81] ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα

[82] ἔρχεται ὠμηστῇσιν ἐπ’ ἰχθύσι κῆρα φέρουσα.

[83] εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ’ ἄρ’ ἄλλαι

[84] εἵαθ’ ὁμηγερέες ἅλιαι θεαί· ἣ δ’ ἐνὶ μέσσῃς

[85] κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε

[86] φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.

[87] ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

[88] ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.

[89] τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

[90] τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ

[91] μίσγεσθ’ ἀθανάτοισιν, ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.

[92] εἶμι μέν, οὐδ’ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.

[93] ὣς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων

[94] κυάνεον, τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος.

[95] βῆ δ’ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις

[96] ἡγεῖτ’· ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.

[97] ἀκτὴν δ’ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,

[98] εὗρον δ’ εὐρύοπα Κρονίδην, περὶ δ’ ἄλλοι ἅπαντες

[99] εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.

[100] ἣ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη.

[101] Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε

[102] καί ῥ’ εὔφρην’ ἐπέεσσι· Θέτις δ’ ὤρεξε πιοῦσα.

[103] τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·

[104] ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,

[105] πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·

[106] ἀλλὰ καὶ ὧς ἐρέω τοῦ ς’ εἵνεκα δεῦρο κάλεσσα.

[107] ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν

[108] Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·

[109] κλέψαι δ’ ὀτρύνουσιν ἐύ̈σκοπον ἀργεϊφόντην·

[110] αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω

[111] αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.

[112] αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·

[113] σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ’ ἔξοχα πάντων

[114] ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

[115] Ἕκτορ’ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσεν,

[116] αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ’ Ἕκτορα λύσῃ.

[117] αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω

[118] λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,

[119] δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.

[120] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,

[121] βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα,

[122] ἷξεν δ’ ἐς κλισίην οὗ υἱέος· ἔνθ’ ἄρα τόν γε

[123] εὗρ’ ἁδινὰ στενάχοντα· φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι

[124] ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·

[125] τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.

[126] ἣ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ,

[127] χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[128] τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων

[129] σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου

[130] οὔτ’ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι

[131] μίσγεσθ’· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη

[132] ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.

[133] ἀλλ’ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·

[134] σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ’ ἔξοχα πάντων

[135] ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν

[136] Ἕκτορ’ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ’ ἀπέλυσας.

[137] ἀλλ’ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.

[138] τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[139] τῇδ’ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,

[140] εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.

[141] ὣς οἵ γ’ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς

[142] πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον.

[143] Ἶριν δ’ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·

[144] βάσκ’ ἴθι Ἶρι ταχεῖα λιποῦς’ ἕδος Οὐλύμποιο

[145] ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω

[146] λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,

[147] δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

[148] οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

[149] κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι

[150] ἡμιόνους καὶ ἄμαξαν ἐύ̈τροχον, ἠδὲ καὶ αὖτις

[151] νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

[152] μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·

[153] τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,

[154] ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

[155] αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

[156] οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·

[157] οὔτε γάρ ἐστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,

[158] ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

[159] ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.

[160] ἷξεν δ’ ἐς Πριάμοιο, κίχεν δ’ ἐνοπήν τε γόον τε.

[161] παῖδες μὲν πατέρ’ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς

[162] δάκρυσιν εἵματ’ ἔφυρον, ὁ δ’ ἐν μέσσοισι γεραιὸς

[163] ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ

[164] κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος

[165] τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.

[166] θυγατέρες δ’ ἀνὰ δώματ’ ἰδὲ νυοὶ ὠδύροντο

[167] τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ

[168] χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.

[169] στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα

[170] τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·

[171] θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·

[172] οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ’ ἱκάνω

[173] ἀλλ’ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,

[174] ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.

[175] λύσασθαί ς’ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,

[176] δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ

[177] οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

[178] κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ ἰθύνοι

[179] ἡμιόνους καὶ ἄμαξαν ἐύ̈τροχον, ἠδὲ καὶ αὖτις

[180] νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.

[181] μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·

[182] τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται ἀργεϊφόντης,

[183] ὅς ς’ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.

[184] αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,

[185] οὔτ’ αὐτὸς κτενέει ἀπό τ’ ἄλλους πάντας ἐρύξει·

[186] οὔτε γάρ ἔστ’ ἄφρων οὔτ’ ἄσκοπος οὔτ’ ἀλιτήμων,

[187] ἀλλὰ μάλ’ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.

[188] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη πόδας ὠκέα Ἶρις,

[189] αὐτὰρ ὅ γ’ υἷας ἄμαξαν ἐύ̈τροχον ἡμιονείην

[190] ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς.

[191] αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα

[192] κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·

[193] ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·

[194] δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε

[195] λύσασθαι φίλον υἱὸν ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,

[196] δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.

[197] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;

[198] αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε

[199] κεῖς’ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.

[200] ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·

[201] ὤ μοι πῇ δή τοι φρένες οἴχονθ’, ᾗς τὸ πάρος περ

[202] ἔκλε’ ἐπ’ ἀνθρώπους ξείνους ἠδ’ οἷσιν ἀνάσσεις;

[203] πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

[204] ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

[205] υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.

[206] εἰ γάρ ς’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν

[207] ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ ς’ ἐλεήσει,

[208] οὐδέ τί ς’ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν

[209] ἥμενοι ἐν μεγάρῳ· τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ

[210] γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,

[211] ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων

[212] ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

[213] ἐσθέμεναι προσφῦσα· τότ’ ἄντιτα ἔργα γένοιτο

[214] παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,

[215] ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων

[216] ἑσταότ’ οὔτε φόβου μεμνημένον οὔτ’ ἀλεωρῆς.

[217] τὴν δ’ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·

[218] μή μ’ ἐθέλοντ’ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ

[219] ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.

[220] εἰ μὲν γάρ τίς μ’ ἄλλος ἐπιχθονίων ἐκέλευεν,

[221] ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,

[222] ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

[223] νῦν δ’, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,

[224] εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα

[225] τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων

[226] βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς

[227] ἀγκὰς ἑλόντ’ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.

[228] ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ’ ἀνέῳγεν·

[229] ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,

[230] δώδεκα δ’ ἁπλοί̈δας χλαίνας, τόσσους δὲ τάπητας,

[231] τόσσα δὲ φάρεα λευκά, τόσους δ’ ἐπὶ τοῖσι χιτῶνας.

[232] χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,

[233] ἐκ δὲ δύ’ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,

[234] ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες

[235] ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ

[236] φείσατ’ ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ’ ἤθελε θυμῷ

[237] λύσασθαι φίλον υἱόν. ὁ δὲ Τρῶας μὲν ἅπαντας

[238] αἰθούσης ἀπέεργεν ἔπεσς’ αἰσχροῖσιν ἐνίσσων·

[239] ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν

[240] οἴκοι ἔνεστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες;

[241] ἦ ὀνόσασθ’ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε

[242] παῖδ’ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·

[243] ῥηί̈τεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε

[244] κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε

[245] πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε

[246] ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.

[247] ἦ καὶ σκηπανίῳ δίεπ’ ἀνέρας· οἳ δ’ ἴσαν ἔξω

[248] σπερχομένοιο γέροντος· ὁ δ’ υἱάσιν οἷσιν ὁμόκλα

[249] νεικείων Ἕλενόν τε Πάριν τ’ Ἀγάθωνά τε δῖον

[250] Πάμμονά τ’ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην

[251] Δηί̈φοβόν τε καὶ Ἱππόθοονκαὶ δῖον Ἀγαυόν·

[252] ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε·

[253] σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ’ ἅμα πάντες

[254] Ἕκτορος ὠφέλετ’ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.

[255] ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

[256] Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι,

[257] Μήστορά τ’ ἀντίθεον καὶ Τρωί̈λον ἱππιοχάρμην

[258] Ἕκτορά θ’, ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν, οὐδὲ ἐῴκει

[259] ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.

[260] τοὺς μὲν ἀπώλες’ Ἄρης, τὰ δ’ ἐλέγχεα πάντα λέλειπται

[261] ψεῦσταί τ’ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι

[262] ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.

[263] οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,

[264] ταῦτά τε πάντ’ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;

[265] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν

[266] ἐκ μὲν ἄμαξαν ἄειραν ἐύ̈τροχον ἡμιονείην

[267] καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς,

[268] κὰδ δ’ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον

[269] πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·

[270] ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.

[271] καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ

[272] πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,

[273] τρὶς δ’ ἑκάτερθεν ἔδησαν ἐπ’ ὀμφαλόν, αὐτὰρ ἔπειτα

[274] ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν.

[275] ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ’ ἀπήνης

[276] νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα,

[277] ζεῦξαν δ’ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,

[278] τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.

[279] ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὁ γεραιὸς

[280] αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.

[281] τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι

[282] κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες·

[283] ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ

[284] οἶνον ἔχους’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι

[285] χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·

[286] στῆ δ’ ἵππων προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[287] τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ’ ἱκέσθαι

[288] ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς

[289] ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.

[290] ἀλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι

[291] Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,

[292] αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ

[293] φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

[294] δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

[295] τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.

[296] εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,

[297] οὐκ ἂν ἔγωγέ ς’ ἔπειτα ἐποτρύνουσα κελοίμην

[298] νῆας ἐπ’ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.

[299] τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·

[300] ὦ γύναι οὐ μέν τοι τόδ’ ἐφιεμένῃ ἀπιθήσω.

[301] ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ’ ἐλεήσῃ.

[302] ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὁ γεραιὸς

[303] χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη

[304] χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.

[305] νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·

[306] εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

[307] οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·

[308] Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε

[309] δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν,

[310] πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ

[311] φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,

[312] δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας

[313] τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.

[314] ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεὺς

[315] αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατονπετεηνῶν

[316] μόρφνον θηρητῆρ’ ὃν καὶ περκνὸν καλέουσιν.

[317] ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται

[318] ἀνέρος ἀφνειοῖο ἐὺ̈ κληῖ̈ς’ ἀραρυῖα,

[319] τόσς’ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι

[320] δεξιὸς ἀί̈ξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες

[321] γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

[322] σπερχόμενος δ’ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,

[323] ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.

[324] πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,

[325] τὰς Ἰδαῖος ἔλαυνε δαί̈φρων· αὐτὰρ ὄπισθεν

[326] ἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε

[327] καρπαλίμως κατὰ ἄστυ· φίλοι δ’ ἅμα πάντες ἕποντο

[328] πόλλ’ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.

[329] οἳδ’ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ’ ἀφίκοντο,

[330] οἳ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο

[331] παῖδες καὶ γαμβροί, τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆν

[332] ἐς πεδίον προφανέντε· ἰδὼν δ’ ἐλέησε γέροντα,

[333] αἶψα δ’ ἄρ’ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·

[334] Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν

[335] ἀνδρὶ ἑταιρίσσαι, καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα,

[336] βάσκ’ ἴθι καὶ Πρίαμονκοίλας ἐπὶ νῆας Ἀχαιῶν

[337] ὣς ἄγαγ’, ὡς μήτ’ ἄρ τις ἴδῃ μήτ’ ἄρ τε νοήσῃ

[338] τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεί̈ωνα δ’ ἱκέσθαι.

[339] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε διάκτορος ἀργεϊφόντης.

[340] αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

[341] ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν

[342] ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·

[343] εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει

[344] ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει·

[345] τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.

[346] αἶψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,

[347] βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς

[348] πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.

[349] οἳ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,

[350] στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν

[351] ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.

[352] τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ

[353] Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·

[354] φράζεο Δαρδανίδη·φραδέος νόου ἔργα τέτυκται.

[355] ἄνδρ’ ὁρόω, τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀί̈ω.

[356] ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, ἤ μιν ἔπειτα

[357] γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ ἐλεήσῃ.

[358] ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’ αἰνῶς,

[359] ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,

[360] στῆ δὲ ταφών· αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθὼν

[361] χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·

[362] πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις

[363] νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;

[364] οὐδὲ σύ γ’ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,

[365] οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;

[366] τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν

[367] τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;

[368] οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,

[369] ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

[370] ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον

[371] σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐί̈σκω.

[372] τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·

[373] οὕτω πῃ τάδε γ’ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.

[374] ἀλλ’ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,

[375] ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι

[376] αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,

[377] πέπνυσαί τε νόῳ, μακάρων δ’ ἔξεσσι τοκήων.

[378] τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

[379] ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.

[380] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

[381] ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ

[382] ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,

[383] ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν

[384] δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε

[385] σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν.

[386] τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·

[387] τίς δὲ σύ ἐσσι φέριστε τέων δ’ ἔξεσσι τοκήων;

[388] ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.

[389] τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

[390] πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.

[391] τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ

[392] ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ’ ἐπὶ νηυσὶν ἐλάσσας

[393] Ἀργείους κτείνεσκε δαί̈ζων ὀξέϊ χαλκῷ·

[394] ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς

[395] εἴα μάρνασθαι κεχολωμένος Ἀτρεί̈ωνι.

[396] τοῦ γὰρ ἐγὼ θεράπων, μία δ’ ἤγαγε νηῦς εὐεργής·

[397] Μυρμιδόνων δ’ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.

[398] ἀφνειὸς μὲν ὅ γ’ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,

[399] ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·

[400] τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι.

[401] νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν· ἠῶθεν γὰρ

[402] θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.

[403] ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται

[404] ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.

[405] τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·

[406] εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος

[407] εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,

[408] ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη

[409] ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.

[410] τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

[411] ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ’ οἰωνοί,

[412] ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶ̈

[413] αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς

[414] κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ

[415] ἔσθους’, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.

[416] ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο

[417] ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,

[418] οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν

[419] οἷον ἐερσήεις κεῖται, περὶ δ’ αἷμα νένιπται,

[420] οὐδέποθι μιαρός· σὺν δ’ ἕλκεα πάντα μέμυκεν

[421] ὅσς’ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.

[422] ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος

[423] καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.

[424] ὣς φάτο, γήθησεν δ’ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ·

[425] ὦ τέκος, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι

[426] ἀθανάτοις, ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς, εἴ ποτ’ ἔην γε,

[427] λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·

[428] τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

[429] ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,

[430] αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,

[431] ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.

[432] τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·

[433] πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,

[434] ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.

[435] τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι

[436] συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.

[437] σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,

[438] ἐνδυκέως ἐν νηὶ̈ θοῇ ἢ πεζὸς ὁμαρτέων·

[439] οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.

[440] ἦ καὶ ἀναί̈ξας ἐριούνιος ἅρμα καὶ ἵππους

[441] καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,

[442] ἐν δ’ ἔπνευς’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠύ̈.

[443] ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,

[444] οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,

[445] τοῖσι δ’ ἐφ’ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης

[446] πᾶσιν, ἄφαρ δ’ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,

[447] ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἐπ’ ἀπήνης.

[448] ἀλλ’ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο

[449] ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι

[450] δοῦρ’ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν

[451] λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες·

[452] ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι

[453] σταυροῖσιν πυκινοῖσι· θύρην δ’ ἔχε μοῦνος ἐπιβλὴς

[454] εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,

[455] τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῖ̈δα θυράων

[456] τῶν ἄλλων· Ἀχιλεὺς δ’ ἄρ’ ἐπιρρήσσεσκε καὶ οἶος·

[457] δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,

[458] ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεί̈ωνι,

[459] ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·

[460] ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα

[461] Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.

[462] ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ’ Ἀχιλῆος

[463] ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη

[464] ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·

[465] τύνη δ’ εἰσελθὼν λαβὲ γούνατα Πηλεί̈ωνος,

[466] καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο

[467] λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.

[468] ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

[469] Ἑρμείας· Πρίαμος δ’ ἐξ ἵππων ἆλτο χαμᾶζε,

[470] Ἰδαῖον δὲ κατ’ αὖθι λίπεν· ὁ δὲ μίμνεν ἐρύκων

[471] ἵππους ἡμιόνους τε· γέρων δ’ ἰθὺς κίεν οἴκου,

[472] τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διὶ̈ φίλος· ἐν δέ μιν αὐτὸν

[473] εὗρ’, ἕταροι δ’ ἀπάνευθε καθήατο· τὼ δὲ δύ’ οἴω

[474] ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος

[475] ποίπνυον παρεόντε· νέον δ’ ἀπέληγεν ἐδωδῆς

[476] ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.

[477] τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ’ ἄρα στὰς

[478] χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας

[479] δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.

[480] ὡς δ’ ὅτ’ ἂν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ, ὅς τ’ ἐνὶ πάτρῃ

[481] φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον

[482] ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ’ ἔχει εἰσορόωντας,

[483] ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·

[484] θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.

[485] τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·

[486] μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,

[487] τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·

[488] καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες

[489] τείρους’, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.

[490] ἀλλ’ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων

[491] χαίρει τ’ ἐν θυμῷ, ἐπί τ’ ἔλπεται ἤματα πάντα

[492] ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·

[493] αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους

[494] Τροίῃ ἐν εὐρείῃ, τῶν δ’ οὔ τινά φημι λελεῖφθαι.

[495] πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν·

[496] ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,

[497] τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.

[498] τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν·

[499] ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,

[500] τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης

[501] Ἕκτορα· τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν

[502] λυσόμενος παρὰ σεῖο, φέρω δ’ ἀπερείσι’ ἄποινα.

[503] ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ’ ἐλέησον

[504] μνησάμενος σοῦ πατρός· ἐγὼ δ’ ἐλεεινότερός περ,

[505] ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,

[506] ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι.

[507] ὣς φάτο, τῷ δ’ ἄρα πατρὸς ὑφ’ ἵμερον ὦρσε γόοιο·

[508] ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.

[509] τὼ δὲ μνησαμένω ὁ μὲν Ἕκτορος ἀνδροφόνοιο

[510] κλαῖ’ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,

[511] αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ’, ἄλλοτε δ’ αὖτε

[512] Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ’ ὀρώρει.

[513] αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,

[514] καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων,

[515] αὐτίκ’ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη

[516] οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,

[517] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[518] ἆ δείλ’, ἦ δὴ πολλὰ κάκ’ ἄνσχεο σὸν κατὰ θυμόν.

[519] πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος

[520] ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς

[521] υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.

[522] ἀλλ’ ἄγε δὴ κατ’ ἄρ’ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ’ ἔμπης

[523] ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·

[524] οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·

[525] ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι

[526] ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί.

[527] δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

[528] δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·

[529] ᾧ μέν κ’ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,

[530] ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ·

[531] ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,

[532] καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,

[533] φοιτᾷ δ’ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.

[534] ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

[535] ἐκ γενετῆς· πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστο

[536] ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,

[537] καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.

[538] ἀλλ’ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι

[539] παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,

[540] ἀλλ’ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε

[541] γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης

[542] ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.

[543] καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·

[544] ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει

[545] καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,

[546] τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.

[547] αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες

[548] αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε.

[549] ἄνσχεο, μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·

[550] οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,

[551] οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.

[552] τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·

[553] μή πω μ’ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ

[554] κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα

[555] λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα

[556] πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο, καὶ ἔλθοις

[557] σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας

[558] αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

[559] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[560] μηκέτι νῦν μ’ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς

[561] Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε

[562] μήτηρ, ἥ μ’ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.

[563] καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,

[564] ὅττι θεῶν τίς ς’ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

[565] οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ’ ἡβῶν,

[566] ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ’ ὀχῆα

[567] ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.

[568] τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,

[569] μή σε γέρον οὐδ’ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω

[570] καὶ ἱκέτην περ ἐόντα, Διὸς δ’ ἀλίτωμαι ἐφετμάς.

[571] ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ.

[572] Πηλεί̈δης δ’ οἴκοιο λέων ὣς ἆλτο θύραζε

[573] οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο

[574] ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος, οὕς ῥα μάλιστα

[575] τῖ’ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,

[576] οἳ τόθ’ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,

[577] ἐς δ’ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,

[578] κὰδ δ’ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ’ ἀπ’ ἀπήνης

[579] ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα.

[580] κὰδ δ’ ἔλιπον δύο φάρε’ ἐύ̈ννητόν τε χιτῶνα,

[581] ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.

[582] δμῳὰς δ’ ἐκκαλέσας λοῦσαι κέλετ’ ἀμφί τ’ ἀλεῖψαι

[583] νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,

[584] μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο

[585] παῖδα ἰδών, Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ,

[586] καί ἑ κατακτείνειε, Διὸς δ’ ἀλίτηται ἐφετμάς.

[587] τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

[588] ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,

[589] αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,

[590] σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστην ἐπ’ ἀπήνην.

[591] ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·

[592] μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι

[593] εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα

[594] πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.

[595] σοὶ δ’ αὖ ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσς’ ἐπέοικεν.

[596] ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,

[597] ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη

[598] τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·

[599] υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,

[600] κεῖται δ’ ἐν λεχέεσς’· ἅμα δ’ ἠοῖ φαινομένηφιν

[601] ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.

[602] καὶ γάρ τ’ ἠύ̈κομος Νιόβη ἐμνήσατο σίτου,

[603] τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο

[604] ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.

[605] τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο

[606] χωόμενος Νιόβῃ, τὰς δ’ Ἄρτεμις ἰοχέαιρα,

[607] οὕνεκ’ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·

[608] φῆ δοιὼ τεκέειν, ἣ δ’ αὐτὴ γείνατο πολλούς·

[609] τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπὸ πάντας ὄλεσσαν.

[610] οἳ μὲν ἄρ’ ἐννῆμαρ κέατ’ ἐν φόνῳ, οὐδέ τις ἦεν

[611] κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·

[612] τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.

[613] ἣ δ’ ἄρα σίτου μνήσατ’, ἐπεὶ κάμε δάκρυ χέουσα.

[614] νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν

[615] ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς

[616] νυμφάων, αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο,

[617] ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.

[618] ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ

[619] σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα

[620] Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.

[621] ἦ καὶ ἀναί̈ξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς

[622] σφάξ’· ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,

[623] μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,

[624] ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

[625] Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ

[626] καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.

[627] οἳ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

[628] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

[629] ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα

[630] ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·

[631] αὐτὰρ ὁ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς

[632] εἰσορόων ὄψίν τ’ ἀγαθὴν καὶ μῦθον ἀκούων.

[633] αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,

[634] τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·

[635] λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη

[636] ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·

[637] οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν

[638] ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,

[639] ἀλλ’ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω

[640] αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.

[641] νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον

[642] λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.

[643] ἦ ῥ’, Ἀχιλεὺς δ’ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε

[644] δέμνι’ ὑπ’ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ

[645] πορφύρε’ ἐμβαλέειν, στορέσαι τ’ ἐφύπερθε τάπητας,

[646] χλαίνας τ’ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.

[647] αἳ δ’ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,

[648] αἶψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι.

[649] τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[650] ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν

[651] ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ

[652] βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·

[653] τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,

[654] αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,

[655] καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.

[656] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

[657] ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,

[658] ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.

[659] τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·

[660] εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,

[661] ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.

[662] οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ’ ὕλη

[663] ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.

[664] ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,

[665] τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,

[666] ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν,

[667] τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.

[668] τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

[669] ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ’ ὡς σὺ κελεύεις·

[670] σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.

[671] ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος

[672] ἔλλαβε δεξιτερήν, μή πως δείσει’ ἐνὶ θυμῷ.

[673] οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο

[674] κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε’ ἔχοντες,

[675] αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·

[676] τῷ δὲ Βρισηὶ̈ς παρελέξατο καλλιπάρῃος.

[677] ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

[678] εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·

[679] ἀλλ’ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν

[680] ὁρμαίνοντ’ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα

[681] νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.

[682] στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

[683] ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ’ εὕδεις

[684] ἀνδράσιν ἐν δηί̈οισιν, ἐπεί ς’ εἴασεν Ἀχιλλεύς.

[685] καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ’ ἔδωκας·

[686] σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα

[687] παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ’ Ἀγαμέμνων

[688] γνώῃ ς’ Ἀτρεί̈δης, γνώωσι δὲ πάντες Ἀχαιοί.

[689] ὣς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων, κήρυκα δ’ ἀνίστη.

[690] τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε,

[691] ῥίμφα δ’ ἄρ’ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.

[692] ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

[693] Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

[694] Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

[695] Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,

[696] οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε

[697] ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος

[698] ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,

[699] ἀλλ’ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ

[700] Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ’ εἰσενόησεν

[701] ἑσταότ’ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·

[702] τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·

[703] κώκυσέν τ’ ἄρ’ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·

[704] ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ’ ἰόντες,

[705] εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι

[706] χαίρετ’, ἐπεὶ μέγα χάρμα πόλει τ’ ἦν παντί τε δήμῳ.

[707] ὣς ἔφατ’, οὐδέ τις αὐτόθ’ ἐνὶ πτόλεϊ λίπετ’ ἀνὴρ

[708] οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·

[709] ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.

[710] πρῶται τόν γ’ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ

[711] τιλλέσθην ἐπ’ ἄμαξαν ἐύ̈τροχον ἀί̈ξασαι

[712] ἁπτόμεναι κεφαλῆς· κλαίων δ’ ἀμφίσταθ’ ὅμιλος.

[713] καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

[714] Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,

[715] εἰ μὴ ἄρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·

[716] εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα

[717] ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.

[718] ὣς ἔφαθ’, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.

[719] οἳ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα

[720] τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ’ εἷσαν ἀοιδοὺς

[721] θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν

[722] οἳ μὲν ἄρ’ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

[723] τῇσιν δ’ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο

[724] Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·

[725] ἆνερ ἀπ’ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην

[726] λείπεις ἐν μεγάροισι· πάϊς δ’ ἔτι νήπιος αὔτως

[727] ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω

[728] ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης

[729] πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν

[730] ῥύσκευ, ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,

[731] αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,

[732] καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ’ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ

[733] ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο

[734] ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν

[735] ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον

[736] χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ

[737] ἢ πατέρ’ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν

[738] Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.

[739] οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαὶ̈ λυγρῇ·

[740] τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,

[741] ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας

[742] Ἕκτορ· ἐμοὶ δὲ μάλισταλελείψεται ἄλγεα λυγρά.

[743] οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,

[744] οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ

[745] μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.

[746] ὣς ἔφατο κλαίους’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.

[747] τῇσιν δ’ αὖθ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·

[748] Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,

[749] ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·

[750] οἳ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.

[751] ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς

[752] πέρνασχ’ ὅν τιν’ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,

[753] ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·

[754] σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,

[755] πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο

[756] Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὧς.

[757] νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι

[758] κεῖσαι, τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων

[759] οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.

[760] ὣς ἔφατο κλαίουσα, γόον δ’ ἀλίαστον ὄρινε.

[761] τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·

[762] Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,

[763] ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,

[764] ὅς μ’ ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.

[765] ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν

[766] ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·

[767] ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον·

[768] ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι

[769] δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,

[770] ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,

[771] ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες

[772] σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.

[773] τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ·

[774] οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ

[775] ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.

[776] ὣς ἔφατο κλαίους’, ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων.

[777] λαοῖσιν δ’ ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·

[778] ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ

[779] δείσητ’ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς

[780] πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν

[781] μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.

[782] ὣς ἔφαθ’, οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τε

[783] ζεύγνυσαν, αἶψα δ’ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.

[784] ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·

[785] ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,

[786] καὶ τότ’ ἄρ’ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,

[787] ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ’ ἔβαλον πῦρ.

[788] ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

[789] τῆμος ἄρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.

[790] αὐτὰρ ἐπεί ῥ’ ἤγερθεν ὁμηγερέες τ’ ἐγένοντο

[791] πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ

[792] πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα

[793] ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τε

[794] μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.

[795] καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες

[796] πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.

[797] αἶψα δ’ ἄρ’ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε

[798] πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·

[799] ῥίμφα δὲ σῆμ’ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,

[800] μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.

[801] χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα

[802] εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα

[803] δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.

[804] ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.