ΙΛΙΑΔΟΣ Ψ
Ἆθλα ἐπὶ Πατρόκλῳ
[1] Ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
[2] ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
[3] οἳ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
[4] Μυρμιδόνας δ’ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
[5] ἀλλ’ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
[6] Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
[7] μὴ δή πω ὑπ’ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
[8] ἀλλ’ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
[9] Πάτροκλον κλαίωμεν· ὁ γὰρ γέρας ἐστὶ θανόντων.
[10] αὐτὰρ ἐπεί κ’ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
[11] ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
[12] ὣς ἔφαθ’, οἳ δ’ ᾤμωξαν ἀολλέες, ἦρχε δ’ Ἀχιλλεύς.
[13] οἳ δὲ τρὶς περὶ νεκρὸν ἐύ̈τριχας ἤλασαν ἵππους
[14] μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
[15] δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
[16] δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
[17] τοῖσι δὲ Πηλεί̈δης ἁδινοῦ ἐξῆρχε γόοιο
[18] χεῖρας ἐπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
[19] χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀί̈δαο δόμοισι·
[20] πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
[21] Ἕκτορα δεῦρ’ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
[22] δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
[23] Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
[24] ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
[25] πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
[26] ἐν κονίῃς· οἳ δ’ ἔντε’ ἀφωπλίζοντο ἕκαστος
[27] χάλκεα μαρμαίροντα, λύον δ’ ὑψηχέας ἵππους,
[28] κὰδ δ’ ἷζον παρὰ νηὶ̈ ποδώκεος Αἰακίδαο
[29] μυρίοι· αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ.
[30] πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
[31] σφαζόμενοι, πολλοὶ δ’ ὄϊες καὶ μηκάδες αἶγες·
[32] πολλοὶ δ’ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
[33] εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
[34] πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
[35] αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεί̈ωνα
[36] εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
[37] σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
[38] οἳ δ’ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
[39] αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
[40] ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
[41] Πηλεί̈δην λούσασθαι ἄπο βρότον αἱματόεντα.
[42] αὐτὰρ ὅ γ’ ἠρνεῖτο στερεῶς, ἐπὶ δ’ ὅρκον ὄμοσσεν·
[43] οὐ μὰ Ζῆν’, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
[44] οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
[45] πρίν γ’ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
[46] κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ’ ἔτι δεύτερον ὧδε
[47] ἵξετ’ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
[48] ἀλλ’ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
[49] ἠῶθεν δ’ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
[50] ὕλην τ’ ἀξέμεναι παρά τε σχεῖν ὅσς’ ἐπιεικὲς
[51] νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
[52] ὄφρ’ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
[53] θᾶσσον ἀπ’ ὀφθαλμῶν, λαοὶ δ’ ἐπὶ ἔργα τράπωνται.
[54] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
[55] ἐσσυμένως δ’ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
[56] δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης.
[57] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
[58] οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
[59] Πηλεί̈δης δ’ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
[60] κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
[61] ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠϊόνος κλύζεσκον·
[62] εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
[63] νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
[64] Ἕκτορ’ ἐπαί̈σσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
[65] ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
[66] πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ ἐϊκυῖα
[67] καὶ φωνήν, καὶ τοῖα περὶ χροὶ̈ εἵματα ἕστο·
[68] στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
[69] εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
[70] οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
[71] θάπτέ με ὅττι τάχιστα πύλας Ἀί̈δαο περήσω.
[72] τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
[73] οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
[74] ἀλλ’ αὔτως ἀλάλημαι ἀν’ εὐρυπυλὲς Ἄϊδος δῶ.
[75] καί μοι δὸς τὴν χεῖρ’· ὀλοφύρομαι, οὐ γὰρ ἔτ’ αὖτις
[76] νίσομαι ἐξ Ἀί̈δαο, ἐπήν με πυρὸς λελάχητε.
[77] οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
[78] βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ’ ἐμὲ μὲν κὴρ
[79] ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
[80] καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
[81] τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
[82] ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
[83] μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ,
[84] ἀλλ’ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
[85] εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
[86] ἤγαγεν ὑμέτερόνδ’ ἀνδροκτασίης ὕπο λυγρῆς,
[87] ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
[88] νήπιος οὐκ ἐθέλων ἀμφ’ ἀστραγάλοισι χολωθείς·
[89] ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
[90] ἔτραφέ τ’ ἐνδυκέως καὶ σὸν θεράποντ’ ὀνόμηνεν·
[91] ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
[92] χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
[93] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[94] τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’ εἰλήλουθας
[95] καί μοι ταῦτα ἕκαστ’ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
[96] πάντα μάλ’ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
[97] ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
[98] ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
[99] ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
[100] οὐδ’ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠύ̈τε καπνὸς
[101] ᾤχετο τετριγυῖα· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς
[102] χερσί τε συμπλατάγησεν, ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν·
[103] ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀί̈δαο δόμοισι
[104] ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
[105] παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
[106] ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
[107] καί μοι ἕκαστ’ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
[108] ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο·
[109] μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
[110] ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
[111] οὐρῆάς τ’ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
[112] πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ’ ἀνὴρ ἐσθλὸς ὀρώρει
[113] Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
[114] οἳ δ’ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
[115] σειράς τ’ εὐπλέκτους· πρὸ δ’ ἄρ’ οὐρῆες κίον αὐτῶν.
[116] πολλὰ δ’ ἄναντα κάταντα πάραντά τε δόχμιά τ’ ἦλθον·
[117] ἀλλ’ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
[118] αὐτίκ’ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
[119] τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
[120] πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
[121] ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
[122] ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
[123] πάντες δ’ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
[124] Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
[125] κὰδ δ’ ἄρ’ ἐπ’ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ’ ἄρ’ Ἀχιλλεὺς
[126] φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
[127] αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
[128] ἥατ’ ἄρ’ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
[129] αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
[130] χαλκὸν ζώννυσθαι, ζεῦξαι δ’ ὑπ’ ὄχεσφιν ἕκαστον
[131] ἵππους· οἳ δ’ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
[132] ἂν δ’ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
[133] πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
[134] μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
[135] θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
[136] κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
[137] ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ’ Ἄϊδος δέ.
[138] οἳ δ’ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ’ Ἀχιλλεὺς
[139] κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
[140] ἔνθ’ αὖτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
[141] στὰς ἀπάνευθε πυρῆσξανθὴν ἀπεκείρατο χαίτην,
[142] τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
[143] ὀχθήσας δ’ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
[144] Σπερχεί’ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
[145] κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
[146] σοί τε κόμην κερέειν ῥέξειν θ’ ἱερὴν ἑκατόμβην,
[147] πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ἱερεύσειν
[148] ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
[149] ὣς ἠρᾶθ’ ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
[150] νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
[151] Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
[152] ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
[153] θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο.
[154] καί νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
[155] εἰ μὴ Ἀχιλλεὺς αἶψ’ Ἀγαμέμνονι εἶπε παραστάς·
[156] Ἀτρεί̈δη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
[157] πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
[158] νῦν δ’ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
[159] ὅπλεσθαι· τάδε δ’ ἀμφὶ πονησόμεθ’ οἷσι μάλιστα
[160] κήδεός ἐστι νέκυς· παρὰ δ’ οἵ τ’ ἀγοὶ ἄμμι μενόντων.
[161] αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[162] αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐί̈σας,
[163] κηδεμόνες δὲ παρ’ αὖθι μένον καὶ νήεον ὕλην,
[164] ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
[165] ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
[166] πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
[167] πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ’ ἄρα πάντων
[168] δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
[169] ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματανήει.
[170] ἐν δ’ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
[171] πρὸς λέχεα κλίνων· πίσυρας δ’ ἐριαύχενας ἵππους
[172] ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
[173] ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
[174] καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
[175] δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
[176] χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
[177] ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
[178] ᾤμωξέν τ’ ἄρ’ ἔπειτα, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·
[179] χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀί̈δαο δόμοισι·
[180] πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
[181] δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
[182] τοὺς ἅμα σοὶ πάντασπῦρ ἐσθίει· Ἕκτορα δ’ οὔ τι
[183] δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
[184] ὣς φάτ’ ἀπειλήσας· τὸν δ’ οὐ κύνες ἀμφεπένοντο,
[185] ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
[186] ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
[187] ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
[188] τῷ δ’ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
[189] οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
[190] ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
[191] σκήλει’ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
[192] οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
[193] ἔνθ’ αὖτ’ ἀλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
[194] στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ’ ἀνέμοισι
[195] Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
[196] πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
[197] ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
[198] ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
[199] ἀράων ἀί̈ουσα μετάγγελος ἦλθ’ ἀνέμοισιν.
[200] οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
[201] εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
[202] βηλῷ ἔπι λιθέῳ· τοὶ δ’ ὡς ἴδον ὀφθαλμοῖσι
[203] πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
[204] ἣ δ’ αὖθ’ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
[205] οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ’ Ὠκεανοῖο ῥέεθρα
[206] Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζους’ ἑκατόμβας
[207] ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
[208] ἀλλ’ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
[209] ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
[210] ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
[211] Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
[212] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπεβήσετο, τοὶ δ’ ὀρέοντο
[213] ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
[214] αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
[215] πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ’ ἐρίβωλον ἱκέσθην,
[216] ἐν δὲ πυρῇ πεσέτην, μέγα δ’ ἴαχε θεσπιδαὲς πῦρ.
[217] παννύχιοι δ’ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ’ ἔβαλλον
[218] φυσῶντες λιγέως· ὁ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
[219] χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
[220] οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
[221] ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
[222] ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
[223] νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
[224] ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
[225] ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
[226] ἦμος δ’ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
[227] ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
[228] τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
[229] οἳ δ’ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
[230] Θρηί̈κιον κατὰ πόντον· ὁ δ’ ἔστενεν οἴδματι θύων.
[231] Πηλεί̈δης δ’ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
[232] κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
[233] οἳ δ’ ἀμφ’ Ἀτρεί̈ωνα ἀολλέες ἠγερέθοντο·
[234] τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
[235] ἕζετο δ’ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
[236] Ἀτρεί̈δη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
[237] πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ’ αἴθοπι οἴνῳ
[238] πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
[239] ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
[240] εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
[241] ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ’ ἄλλοι ἄνευθεν
[242] ἐσχατιῇ καίοντ’ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
[243] καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
[244] θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
[245] τύμβον δ’ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
[246] ἀλλ’ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
[247] εὐρύν θ’ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
[248] δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
[249] ὣς ἔφαθ’, οἳ δ’ ἐπίθοντο ποδώκεϊ Πηλεί̈ωνι.
[250] πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
[251] ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
[252] κλαίοντες δ’ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
[253] ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
[254] ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
[255] τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
[256] ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
[257] χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
[258] αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
[259] νηῶν δ’ ἔκφερ’ ἄεθλα λέβητάς τε τρίποδάς τε
[260] ἵππους θ’ ἡμιόνους τε βοῶν τ’ ἴφθιμα κάρηνα,
[261] ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
[262] ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά’ ἄεθλα
[263] θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
[264] καὶ τρίποδ’ ὠτώεντα δυωκαιεικοσίμετρον
[265] τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
[266] ἑξέτε’ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
[267] αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
[268] καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ’ αὔτως·
[269] τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
[270] πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
[271] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[272] Ἀτρεί̈δη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
[273] ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι.
[274] εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
[275] ἦ τ’ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
[276] ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
[277] ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ’ αὐτοὺς
[278] πατρὶ ἐμῷ Πηλῆϊ, ὁ δ’ αὖτ’ ἐμοὶ ἐγγυάλιξεν.
[279] ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
[280] τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
[281] ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
[282] χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
[283] τὸν τώ γ’ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
[284] χαῖται ἐρηρέδαται, τὼ δ’ ἕστατον ἀχνυμένω κῆρ.
[285] ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
[286] ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
[287] ὣς φάτο Πηλεί̈δης, ταχέες δ’ ἱππῆες ἄγερθεν.
[288] ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
[289] Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
[290] τῷ δ’ ἐπὶ Τυδεί̈δης ὦρτο κρατερὸς Διομήδης,
[291] ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ’ ἀπηύρα
[292] Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
[293] τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεί̈δης ὦρτο ξανθὸς Μενέλαος
[294] διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
[295] Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
[296] τὴν Ἀγαμέμνονι δῶκ’ Ἀγχισιάδης Ἐχέπωλος
[297] δῶρ’, ἵνα μή οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
[298] ἀλλ’ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
[299] Ζεὺς ἄφενος, ναῖεν δ’ ὅ γ’ ἐν εὐρυχόρῳ Σικυῶνι·
[300] τὴν ὅ γ’ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
[301] Ἀντίλοχος δὲ τέταρτος ἐύ̈τριχας ὁπλίσαθ’ ἵππους,
[302] Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
[303] τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
[304] ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
[305] μυθεῖτ’ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
[306] Ἀντίλοχ’ ἤτοι μέν σε νέον περ ἐόντ’ ἐφίλησαν
[307] Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
[308] παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
[309] οἶσθα γὰρ εὖ περὶ τέρμαθ’ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
[310] βάρδιστοι θείειν· τώ τ’ οἴω λοίγι’ ἔσεσθαι.
[311] τῶν δ’ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
[312] πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
[313] ἀλλ’ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
[314] παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
[315] μήτι τοι δρυτόμος μέγ’ ἀμείνων ἠὲ βίηφι·
[316] μήτι δ’ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
[317] νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
[318] μήτι δ’ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
[319] ἀλλ’ ὃς μέν θ’ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
[320] ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
[321] ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
[322] ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
[323] αἰεὶ τέρμ’ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
[324] ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
[325] ἀλλ’ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
[326] σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, οὐδέ σε λήσει.
[327] ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης
[328] ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
[329] λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
[330] ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ’ ἱππόδρομος ἀμφὶς
[331] ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
[332] ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
[333] καὶ νῦν τέρματ’ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
[334] τῷ σὺ μάλ’ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
[335] αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
[336] ἦκ’ ἐπ’ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
[337] κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
[338] ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
[339] ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
[340] κύκλου ποιητοῖο· λίθου δ’ ἀλέασθαι ἐπαυρεῖν,
[341] μή πως ἵππους τε τρώσῃς κατά θ’ ἅρματα ἄξῃς·
[342] χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
[343] ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
[344] εἰ γάρ κ’ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
[345] οὐκ ἔσθ’ ὅς κέ ς’ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
[346] οὐδ’ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
[347] Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
[348] ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ’ ἔτραφεν ἐσθλοί.
[349] ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
[350] ἕζετ’, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ ἔειπε.
[351] Μηριόνης δ’ ἄρα πέμπτος ἐύ̈τριχας ὁπλίσαθ’ ἵππους.
[352] ἂν δ’ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
[353] πάλλ’ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
[354] Ἀντιλόχου· μετὰ τὸν δ’ ἔλαχε κρείων Εὔμηλος·
[355] τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεί̈δης δουρὶ κλειτὸς Μενέλαος,
[356] τῷ δ’ ἐπὶ Μηριόνης λάχ’ ἐλαυνέμεν· ὕστατος αὖτε
[357] Τυδεί̈δης ὄχ’ ἄριστος ἐὼν λάχ’ ἐλαυνέμεν ἵππους.
[358] στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ’ Ἀχιλλεὺς
[359] τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
[360] ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
[361] ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
[362] οἳ δ’ ἅμα πάντες ἐφ’ ἵπποιιν μάστιγας ἄειραν,
[363] πέπληγόν θ’ ἱμᾶσιν, ὁμόκλησάν τ’ ἐπέεσσιν
[364] ἐσσυμένως· οἳ δ’ ὦκα διέπρησσον πεδίοιο
[365] νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
[366] ἵστατ’ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
[367] χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
[368] ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
[369] ἄλλοτε δ’ ἀί̈ξασκε μετήορα· τοὶ δ’ ἐλατῆρες
[370] ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
[371] νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
[372] ἵπποις, οἳ δ’ ἐπέτοντο κονίοντες πεδίοιο.
[373] ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
[374] ἂψ ἐφ’ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
[375] φαίνετ’, ἄφαρ δ’ ἵπποισι τάθη δρόμος· ὦκα δ’ ἔπειτα
[376] αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
[377] τὰς δὲ μετ’ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
[378] Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ’ ἔσαν, ἀλλὰ μάλ’ ἐγγύς·
[379] αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐί̈κτην,
[380] πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον εὐρέε τ’ ὤμω
[381] θέρμετ’· ἐπ’ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
[382] καί νύ κεν ἢ παρέλασς’ ἢ ἀμφήριστον ἔθηκεν,
[383] εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
[384] ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
[385] τοῖο δ’ ἀπ’ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
[386] οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
[387] οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
[388] οὐδ’ ἄρ’ Ἀθηναίην ἐλεφηράμενος λάθ’ Ἀπόλλων
[389] Τυδεί̈δην, μάλα δ’ ὦκα μετέσσυτο ποιμένα λαῶν,
[390] δῶκε δέ οἱ μάστιγα, μένος δ’ ἵπποισιν ἐνῆκεν·
[391] ἣ δὲ μετ’ Ἀδμήτου υἱὸν κοτέους’ ἐβεβήκει,
[392] ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
[393] ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη.
[394] αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
[395] ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
[396] θρυλίχθη δὲ μέτωπον ἐπ’ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
[397] δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
[398] Τυδεί̈δης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
[399] πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
[400] ἵπποις ἧκε μένος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκε.
[401] τῷ δ’ ἄρ’ ἐπ’ Ἀτρεί̈δης εἶχε ξανθὸς Μενέλαος.
[402] Ἀντίλοχος δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
[403] ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
[404] ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
[405] Τυδεί̈δεω ἵπποισι δαί̈φρονος, οἷσιν Ἀθήνη
[406] νῦν ὤρεξε τάχος καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκεν·
[407] ἵππους δ’ Ἀτρεί̈δαο κιχάνετε, μὴ δὲ λίπησθον,
[408] καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
[409] Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
[410] ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
[411] οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
[412] ἔσσεται, αὐτίκα δ’ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
[413] αἴ κ’ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
[414] ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
[415] ταῦτα δ’ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
[416] στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
[417] ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
[418] μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ’ ἔπειτα
[419] στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
[420] ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
[421] ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
[422] τῇ ῥ’ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
[423] Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
[424] ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
[425] Ἀτρεί̈δης δ’ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
[426] Ἀντίλοχ’ ἀφραδέως ἱππάζεαι, ἀλλ’ ἄνεχ’ ἵππους·
[427] στεινωπὸς γὰρ ὁδός, τάχα δ’ εὐρυτέρη παρελάσσαι·
[428] μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
[429] ὣς ἔφατ’, Ἀντίλοχος δ’ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
[430] κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀί̈οντι ἐοικώς.
[431] ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
[432] ὅν τ’ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
[433] τόσσον ἐπιδραμέτην· αἳ δ’ ἠρώησαν ὀπίσσω
[434] Ἀτρεί̈δεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
[435] μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
[436] δίφρους τ’ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ’ αὐτοὶ
[437] ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
[438] τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
[439] Ἀντίλοχ’ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
[440] ἔρρ’, ἐπεὶ οὔ ς’ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
[441] ἀλλ’ οὐ μὰν οὐδ’ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
[442] ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
[443] μή μοι ἐρύκεσθον μὴ δ’ ἕστατον ἀχνυμένω κῆρ.
[444] φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
[445] ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
[446] ὣς ἔφαθ’, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
[447] μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
[448] Ἀργεῖοι δ’ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
[449] ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
[450] πρῶτος δ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ’ ἵππους·
[451] ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
[452] τοῖο δ’ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
[453] ἔγνω, φράσσατο δ’ ἵππον ἀριπρεπέα προὔχοντα,
[454] ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
[455] λευκὸν σῆμα τέτυκτο περίτροχον ἠύ̈τε μήνη.
[456] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[457] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[458] οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
[459] ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
[460] ἄλλος δ’ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
[461] ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
[462] ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
[463] νῦν δ’ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
[464] Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
[465] ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
[466] εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
[467] ἔνθά μιν ἐκπεσέειν ὀί̈ω σύν θ’ ἅρματα ἆξαι,
[468] αἳ δ’ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
[469] ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
[470] εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
[471] Αἰτωλὸς γενεήν, μετὰ δ’ Ἀργείοισιν ἀνάσσει
[472] Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
[473] τὸν δ’ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
[474] Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ’ ἄνευθεν
[475] ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
[476] οὔτε νεώτατός ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον,
[477] οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
[478] ἀλλ’ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
[479] λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
[480] ἵπποι δ’ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
[481] Εὐμήλου, ἐν δ’ αὐτὸς ἔχων εὔληρα βέβηκε.
[482] τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
[483] Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
[484] δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
[485] δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
[486] ἴστορα δ’ Ἀτρεί̈δην Ἀγαμέμνονα θείομεν ἄμφω,
[487] ὁππότεραι πρόσθ’ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
[488] ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας
[489] χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
[490] καί νύ κε δὴ προτέρω ἔτ’ ἔρις γένετ’ ἀμφοτέροισιν,
[491] εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
[492] μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
[493] Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
[494] καὶ δ’ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
[495] ἀλλ’ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
[496] ἵππους· οἳ δὲ τάχ’ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
[497] ἐνθάδ’ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
[498] ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
[499] ὣς φάτο, Τυδεί̈δης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
[500] μάστι δ’ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
[501] ὑψός’ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
[502] αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
[503] ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
[504] ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
[505] γίγνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
[506] ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
[507] στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ’ ἀνεκήκιεν ἱδρὼς
[508] ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
[509] αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
[510] κλῖνε δ’ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
[511] ἴφθιμος Σθένελος, ἀλλ’ ἐσσυμένως λάβ’ ἄεθλον,
[512] δῶκε δ’ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
[513] καὶ τρίποδ’ ὠτώεντα φέρειν· ὁ δ’ ἔλυεν ὑφ’ ἵππους.
[514] τῷ δ’ ἄρ’ ἐπ’ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
[515] κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
[516] ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ’ ἐγγύθεν ὠκέας ἵππους.
[517] ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
[518] ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
[519] τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
[520] οὐραῖαι· ὁ δέ τ’ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
[521] χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
[522] τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
[523] λείπετ’· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
[524] ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠὺ̈
[525] ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
[526] εἰ δέ κ’ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
[527] τώ κέν μιν παρέλασς’ οὐδ’ ἀμφήριστον ἔθηκεν.
[528] αὐτὰρ Μηριόνης θεράπων ἐὺ̈ς Ἰδομενῆος
[529] λείπετ’ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
[530] βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
[531] ἤκιστος δ’ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν ἀγῶνι.
[532] υἱὸς δ’ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
[533] ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
[534] τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
[535] στὰς δ’ ἄρ’ ἐν Ἀργείοις ἔπεα πτερόεντ’ ἀγόρευε·
[536] λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
[537] ἀλλ’ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
[538] δεύτερ’· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
[539] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
[540] καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
[541] εἰ μὴ ἄρ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
[542] Πηλεί̈δην Ἀχιλῆα δίκῃ ἠμείψατ’ ἀναστάς·
[543] ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
[544] τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
[545] τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ ἵππω
[546] αὐτός τ’ ἐσθλὸς ἐών· ἀλλ’ ὤφελεν ἀθανάτοισιν
[547] εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
[548] εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
[549] ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
[550] καὶ πρόβατ’, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
[551] τῶν οἱ ἔπειτ’ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
[552] ἠὲ καὶ αὐτίκα νῦν, ἵνα ς’ αἰνήσωσιν Ἀχαιοί.
[553] τὴν δ’ ἐγὼ οὐ δώσω· περὶ δ’ αὐτῆς πειρηθήτω
[554] ἀνδρῶν ὅς κ’ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
[555] ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
[556] χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
[557] καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
[558] Ἀντίλοχ’, εἰ μὲν δή με κελεύεις οἴκοθενἄλλο
[559] Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
[560] δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων
[561] χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
[562] ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.
[563] ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
[564] οἰσέμεναι κλισίηθεν· ὁ δ’ ᾤχετο καί οἱ ἔνεικεν,
[565] Εὐμήλῳ δ’ ἐν χερσὶ τίθει· ὁ δὲ δέξατο χαίρων.
[566] τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
[567] Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ’ ἄρα κῆρυξ
[568] χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
[569] Ἀργείους· ὁ δ’ ἔπειτα μετηύδα ἰσόθεος φώς·
[570] Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
[571] ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
[572] τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
[573] ἀλλ’ ἄγετ’ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[574] ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ’ ἐπ’ ἀρωγῇ,
[575] μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
[576] Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
[577] οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
[578] ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
[579] εἰ δ’ ἄγ’ ἐγὼν αὐτὸς δικάσω, καί μ’ οὔ τινά φημι
[580] ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
[581] Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
[582] στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
[583] χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
[584] ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
[585] ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
[586] τὸν δ’ αὖτ’ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
[587] ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
[588] σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
[589] οἶσθ’ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
[590] κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
[591] τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
[592] δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
[593] μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
[594] βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματαπάντα
[595] ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
[596] ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
[597] ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
[598] ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
[599] ληί̈ου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
[600] ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
[601] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[602] Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
[603] χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ’ ἀεσίφρων
[604] ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
[605] δεύτερον αὖτ’ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
[606] οὐ γάρ κέν με τάχ’ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
[607] ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
[608] σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο·
[609] τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
[610] δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
[611] ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
[612] ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
[613] ἵππον ἄγειν· ὁ δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα.
[614] Μηριόνης δ’ ἀνάειρε δύω χρυσοῖο τάλαντα
[615] τέτρατος, ὡς ἔλασεν. πέμπτον δ’ ὑπελείπετ’ ἄεθλον,
[616] ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
[617] Ἀργείων ἀν’ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
[618] τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
[619] Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι· οὐ γὰρ ἔτ’ αὐτὸν
[620] ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ’ ἄεθλον
[621] αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
[622] οὐδ’ ἔτ’ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
[623] θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
[624] ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὁ δ’ ἐδέξατο χαίρων,
[625] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[626] ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
[627] οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
[628] ὤμων ἀμφοτέρωθεν ἐπαί̈σσονται ἐλαφραί.
[629] εἴθ’ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
[630] ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
[631] Βουπρασίῳ, παῖδες δ’ ἔθεσαν βασιλῆος ἄεθλα·
[632] ἔνθ’ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ’, οὔτ’ ἄρ’ Ἐπειῶν
[633] οὔτ’ αὐτῶν Πυλίων οὔτ’ Αἰτωλῶν μεγαθύμων.
[634] πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
[635] Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
[636] Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
[637] δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
[638] οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε
[639] πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
[640] οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόθι λείπετ’ ἄεθλα.
[641] οἳ δ’ ἄρ’ ἔσαν δίδυμοι· ὁ μὲν ἔμπεδον ἡνιόχευεν,
[642] ἔμπεδον ἡνιόχευ’, ὁ δ’ ἄρα μάστιγι κέλευεν.
[643] ὥς ποτ’ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
[644] ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
[645] πείθεσθαι, τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν.
[646] ἀλλ’ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
[647] τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
[648] ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
[649] τιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι μετ’ Ἀχαιοῖς.
[650] σοὶ δὲ θεοὶ τῶνδ’ ἀντὶ χάριν μενοεικέα δοῖεν.
[651] ὣς φάτο, Πηλεί̈δης δὲ πολὺν καθ’ ὅμιλον Ἀχαιῶν
[652] ᾤχετ’, ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε Νηλεί̈δαο.
[653] αὐτὰρ ὁ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
[654] ἡμίονον ταλαεργὸν ἄγων κατέδης’ ἐν ἀγῶνι
[655] ἑξέτε’ ἀδμήτην, ἥ τ’ ἀλγίστη δαμάσασθαι·
[656] τῷ δ’ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
[657] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[658] Ἀτρεί̈δη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
[659] ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
[660] πὺξ μάλ’ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ’ Ἀπόλλων
[661] δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
[662] ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
[663] αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
[664] ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ ἀνὴρ ἠύ̈ς τε μέγας τε
[665] εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
[666] ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
[667] ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
[668] ἡμίονον δ’ οὔ φημί τιν’ ἀξέμεν ἄλλον Ἀχαιῶν
[669] πυγμῇ νικήσαντ’, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
[670] ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ’ ἄρα πως ἦν
[671] ἐν πάντεσς’ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
[672] ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
[673] ἀντικρὺ χρόα τε ῥήξω σύν τ’ ὀστέ’ ἀράξω.
[674] κηδεμόνες δέ οἱ ἐνθάδ’ ἀολλέες αὖθι μενόντων,
[675] οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
[676] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
[677] Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
[678] Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
[679] ὅς ποτε Θήβας δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο
[680] ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
[681] τὸν μὲν Τυδεί̈δης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
[682] θαρσύνων ἔπεσιν, μέγα δ’ αὐτῷ βούλετο νίκην.
[683] ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
[684] δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
[685] τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
[686] ἄντα δ’ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω
[687] σύν ῥ’ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
[688] δεινὸς δὲ χρόμαδος γενύων γένετ’, ἔρρεε δ’ ἱδρὼς
[689] πάντοθεν ἐκ μελέων· ἐπὶ δ’ ὄρνυτο δῖος Ἐπειός,
[690] κόψε δὲ παπτήναντα παρήϊον· οὐδ’ ἄρ’ ἔτι δὴν
[691] ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
[692] ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
[693] θίν’ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
[694] ὣς πληγεὶς ἀνέπαλτ’· αὐτὰρ μεγάθυμος Ἐπειὸς
[695] χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ’ ἀμφέσταν ἑταῖροι,
[696] οἵ μιν ἄγον δι’ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
[697] αἷμα παχὺ πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε·
[698] κὰδ δ’ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
[699] αὐτοὶ δ’ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
[700] Πηλεί̈δης δ’ αἶψ’ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
[701] δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
[702] τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ ἐμπυριβήτην,
[703] τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
[704] ἀνδρὶ δὲ νικηθέντι γυναῖκ’ ἐς μέσσον ἔθηκε,
[705] πολλὰ δ’ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
[706] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[707] ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
[708] ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
[709] ἂν δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
[710] ζωσαμένω δ’ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
[711] ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
[712] ὡς ὅτ’ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
[713] δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
[714] τετρίγει δ’ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
[715] ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
[716] πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
[717] αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ’ αἰεὶ
[718] νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
[719] οὔτ’ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
[720] οὔτ’ Αἴας δύνατο, κρατερὴ δ’ ἔχεν ἲς Ὀδυσῆος.
[721] ἀλλ’ ὅτε δή ῥ’ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
[722] δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
[723] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
[724] ἤ μ’ ἀνάειρ’, ἢ ἐγὼ σέ· τὰ δ’ αὖ Διὶ πάντα μελήσει.
[725] ὣς εἰπὼν ἀνάειρε· δόλου δ’ οὐ λήθετ’ Ὀδυσσεύς·
[726] κόψ’ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
[727] κὰδ δ’ ἔβαλ’ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
[728] κάππεσε· λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε.
[729] δεύτερος αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
[730] κίνησεν δ’ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ’ ἔτ’ ἄειρεν,
[731] ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
[732] πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
[733] καί νύ κε τὸ τρίτον αὖτις ἀναί̈ξαντ’ ἐπάλαιον,
[734] εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
[735] μηκέτ’ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
[736] νίκη δ’ ἀμφοτέροισιν· ἀέθλια δ’ ἶς’ ἀνελόντες
[737] ἔρχεσθ’, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
[738] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
[739] καί ῥ’ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
[740] Πηλεί̈δης δ’ αἶψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
[741] ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ’ ἄρα μέτρα
[742] χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἶαν
[743] πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
[744] Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον,
[745] στῆσαν δ’ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
[746] υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
[747] Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
[748] καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
[749] ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
[750] δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
[751] ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ’ ἔθηκε.
[752] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[753] ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
[754] ὣς ἔφατ’, ὄρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας,
[755] ἂν δ’ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
[756] Ἀντίλοχος· ὁ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
[757] στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς.
[758] τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ’ ἔπειτα
[759] ἔκφερ’ Ὀϊλιάδης· ἐπὶ δ’ ὄρνυτο δῖος Ὀδυσσεὺς
[760] ἄγχι μάλ’, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
[761] στήθεός ἐστι κανών, ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃ
[762] πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ’ ἴσχει
[763] στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
[764] ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
[765] κὰδ δ’ ἄρα οἱ κεφαλῆς χέ’ ἀϋτμένα δῖος Ὀδυσσεὺς
[766] αἰεὶ ῥίμφα θέων· ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶ
[767] νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
[768] ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ’ Ὀδυσσεὺς
[769] εὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
[770] κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
[771] ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,
[772] γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
[773] ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαί̈ξασθαι ἄεθλον,
[774] ἔνθ’ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
[775] τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ἀποκταμένων ἐριμύκων,
[776] οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
[777] ἐνδ’ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
[778] κρητῆρ’ αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
[779] ὡς ἦλθε φθάμενος· ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
[780] στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
[781] ὄνθον ἀποπτύων, μετὰ δ’ Ἀργείοισιν ἔειπεν·
[782] ὢ πόποι ἦ μ’ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
[783] μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει.
[784] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν.
[785] Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλον
[786] μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[787] εἰδόσιν ὔμμ’ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
[788] ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
[789] Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν,
[790] οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ ἀνθρώπων·
[791] ὠμογέροντα δέ μίν φας’ ἔμμεναι· ἀργαλέον δὲ
[792] ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς,εἰ μὴ Ἀχιλλεῖ.
[793] ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεί̈ωνα.
[794] τὸν δ’ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
[795] Ἀντίλοχ’ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
[796] ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
[797] ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων.
[798] αὐτὰρ Πηλεί̈δης κατὰ μὲν δολιχόσκιον ἔγχος
[799] θῆκ’ ἐς ἀγῶνα φέρων, κατὰ δ’ ἀσπίδα καὶ τρυφάλειαν
[800] τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
[801] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[802] ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
[803] τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
[804] ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
[805] ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
[806] ψαύσῃ δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα,
[807] τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
[808] καλὸν Θρηί̈κιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
[809] τεύχεα δ’ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
[810] καί σφιν δαῖτ’ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
[811] ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
[812] ἂν δ’ ἄρα Τυδεί̈δης ὦρτο, κρατερὸς Διομήδης.
[813] οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
[814] ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
[815] δεινὸν δερκομένω· θάμβος δ’ ἔχε πάντας Ἀχαιούς.
[816] ἀλλ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[817] τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
[818] ἔνθ’ Αἴας μὲν ἔπειτακατ’ ἀσπίδα πάντος’ ἐί̈σην
[819] νύξ’, οὐδὲ χρό’ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
[820] Τυδεί̈δης δ’ ἄρ’ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
[821] αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
[822] καὶ τότε δή ῥ’ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
[823] παυσαμένους ἐκέλευσαν ἀέθλια ἶς’ ἀνελέσθαι.
[824] αὐτὰρ Τυδεί̈δῃ δῶκεν μέγα φάσγανον ἥρως
[825] σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
[826] αὐτὰρ Πηλεί̈δης θῆκεν σόλον αὐτοχόωνον
[827] ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·
[828] ἀλλ’ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
[829] τὸν δ’ ἄγετ’ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
[830] στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
[831] ὄρνυσθ’οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
[832] εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
[833] ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
[834] χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
[835] ποιμὴν οὐδ’ ἀροτὴρ εἶς’ ἐς πόλιν, ἀλλὰ παρέξει.
[836] ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
[837] ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
[838] ἂν δ’ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
[839] ἑξείης δ’ ἵσταντο, σόλον δ’ ἕλε δῖος Ἐπειός,
[840] ἧκε δὲ δινήσας· γέλασαν δ’ ἐπὶ πάντες Ἀχαιοί.
[841] δεύτερος αὖτ’ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
[842] τὸ τρίτον αὖτ’ ἔρριψε μέγας Τελαμώνιος Αἴας
[843] χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
[844] ἀλλ’ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
[845] ὅσσόν τίς τ’ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
[846] ἣ δέ θ’ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
[847] τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
[848] ἀνστάντες δ’ ἕταροι Πολυποίταο κρατεροῖο
[849] νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
[850] αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
[851] κὰδ δ’ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ’ ἡμιπέλεκκα,
[852] ἱστὸν δ’ ἔστησεν νηὸς κυανοπρῴροιο
[853] τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
[854] λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ’ ἀνώγει
[855] τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
[856] πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·
[857] ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
[858] ἥσσων γὰρ δὴ κεῖνος, ὁ δ’ οἴσεται ἡμιπέλεκκα.
[859] ὣς ἔφατ’, ὦρτο δ’ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
[860] ἂν δ’ ἄρα Μηριόνης θεράπων ἐὺ̈ς Ἰδομενῆος.
[861] κλήρους δ’ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
[862] Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ’ ἰὸν
[863] ἧκεν ἐπικρατέως, οὐδ’ ἠπείλησεν ἄνακτι
[864] ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
[865] ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ’ Ἀπόλλων·
[866] αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετ’ ὄρνις·
[867] ἀντικρὺ δ’ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
[868] ἣ μὲν ἔπειτ’ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
[869] μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
[870] σπερχόμενος δ’ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
[871] τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
[872] αὐτίκα δ’ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
[873] ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
[874] ὕψι δ’ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
[875] τῇ ῥ’ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
[876] ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
[877] πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις
[878] ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
[879] αὐχέν’ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
[880] ὠκὺς δ’ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ’ ἀπ’ αὐτοῦ
[881] κάππεσε· λαοὶ δ’ αὖ θηεῦντό τε θάμβησάν τε.
[882] ἂν δ’ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
[883] Τεῦκροσδ’ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
[884] αὐτὰρ Πηλεί̈δης κατὰ μὲν δολιχόσκιον ἔγχος,
[885] κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
[886] θῆκ’ ἐς ἀγῶνα φέρων· καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν·
[887] ἂν μὲν ἄρ’ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων,
[888] ἂν δ’ ἄρα Μηριόνης, θεράπων ἐὺ̈ς Ἰδομενῆος.
[889] τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
[890] Ἀτρεί̈δη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
[891] ἠδ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
[892] ἀλλὰ σὺ μὲν τόδ’ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
[893] ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
[894] εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
[895] ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[896] δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ’ ἥρως
[897] Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.