ΙΛΙΑΔΟΣ Χ
Ἕκτορος ἀναίρεσις
[1] Ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠύ̈τε νεβροὶ
[2] ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν
[3] κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
[4] τείχεος ἆσσον ἴσαν σάκε’ ὤμοισι κλίναντες.
[5] Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
[6] Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
[7] αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
[8] τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
[9] αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
[10] ἔγνως ὡς θεός εἰμι, σὺ δ’ ἀσπερχὲς μενεαίνεις.
[11] ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
[12] οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
[13] οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
[14] τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[15] ἔβλαψάς μ’ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
[16] ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ’ ἔτι πολλοὶ
[17] γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
[18] νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
[19] ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ’ ἔδεισας ὀπίσσω.
[20] ἦ ς’ ἂν τισαίμην, εἴ μοι δύναμίσγε παρείη.
[21] ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
[22] σευάμενος ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
[23] ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
[24] ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα.
[25] τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
[26] παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο,
[27] ὅς ῥά τ’ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
[28] φαίνονται πολλοῖσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ,
[29] ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
[30] λαμπρότατος μὲν ὅ γ’ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
[31] καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
[32] ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
[33] ᾤμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶν
[34] ὑψός’ ἀνασχόμενος, μέγα δ’ οἰμώξας ἐγεγώνει
[35] λισσόμενος φίλον υἱόν· ὁ δὲ προπάροιθε πυλάων
[36] ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
[37] τὸν δ’ ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
[38] Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
[39] οἶος ἄνευθ’ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
[40] Πηλεί̈ωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
[41] σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
[42] ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
[43] κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
[44] ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
[45] κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
[46] καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
[47] οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
[48] τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
[49] ἀλλ’ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ’ ἂν ἔπειτα
[50] χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’, ἔστι γὰρ ἔνδον·
[51] πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
[52] εἰ δ’ ἤδη τεθνᾶσι καὶ εἰν Ἀί̈δαο δόμοισιν,
[53] ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
[54] λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
[55] ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
[56] ἀλλ’ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
[57] Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
[58] Πηλεί̈δῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
[59] πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον
[60] δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
[61] αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ’ ἐπιδόντα
[62] υἷάς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
[63] καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
[64] βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
[65] ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
[66] αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
[67] ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
[68] τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
[69] οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
[70] οἵ κ’ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
[71] κείσοντ’ ἐν προθύροισι. νέῳ δέ τε πάντ’ ἐπέοικεν
[72] ἄρηϊ κταμένῳδεδαϊγμένῳ ὀξέϊ χαλκῷ
[73] κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
[74] ἀλλ’ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
[75] αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
[76] τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
[77] ἦ ῥ’ ὁ γέρων, πολιὰς δ’ ἄρ’ ἀνὰ τρίχας ἕλκετο χερσὶ
[78] τίλλων ἐκ κεφαλῆς· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε.
[79] μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
[80] κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
[81] καί μιν δάκρυ χέους’ ἔπεα πτερόεντα προσηύδα·
[82] Ἕκτορ τέκνον ἐμὸν τάδε τ’ αἴδεο καί μ’ ἐλέησον
[83] αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
[84] τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
[85] τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
[86] σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ ς’ ἔτ’ ἔγωγε
[87] κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
[88] οὐδ’ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
[89] Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
[90] ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
[91] πολλὰ λισσομένω· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον,
[92] ἀλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
[93] ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
[94] βεβρωκὼς κακὰ φάρμακ’, ἔδυ δέ τέ μιν χόλος αἰνός,
[95] σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
[96] ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
[97] πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας·
[98] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[99] ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
[100] Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
[101] ὅς μ’ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
[102] νύχθ’ ὕπο τήνδ’ ὀλοὴν ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς.
[103] ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν.
[104] νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
[105] αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
[106] μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
[107] Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
[108] ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη
[109] ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
[110] ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
[111] εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
[112] καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
[113] αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
[114] καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ,
[115] πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
[116] ἠγάγετο Τροίηνδ’, ἥ τ’ ἔπλετο νείκεος ἀρχή,
[117] δωσέμεν Ἀτρεί̈δῃσιν ἄγειν, ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς
[118] ἄλλ’ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
[119] Τρωσὶν δ’ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
[120] μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα πάντα δάσασθαι
[121] κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
[122] ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
[123] μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ’ οὐκ ἐλεήσει
[124] οὐδέ τί μ’ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
[125] αὔτως ὥς τε γυναῖκα, ἐπεί κ’ ἀπὸ τεύχεα δύω.
[126] οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης
[127] τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠί̈θεός τε
[128] παρθένος ἠί̈θεός τ’ ὀαρίζετον ἀλλήλοιιν.
[129] βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
[130] εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
[131] ὣς ὅρμαινε μένων, ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
[132] ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
[133] σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
[134] δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
[135] ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
[136] Ἕκτορα δ’, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
[137] αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
[138] Πηλεί̈δης δ’ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
[139] ἠύ̈τε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
[140] ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
[141] ἣ δέ θ’ ὕπαιθα φοβεῖται, ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκὼς
[142] ταρφέ’ ἐπαί̈σσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
[143] ὣς ἄρ’ ὅ γ’ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ’ Ἕκτωρ
[144] τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα.
[145] οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
[146] τείχεος αἰὲν ὑπ’ ἐκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο,
[147] κρουνὼ δ’ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
[148] δοιαὶ ἀναί̈σσουσι Σκαμάνδρου δινήεντος.
[149] ἣ μὲν γάρ θ’ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
[150] γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
[151] ἣ δ’ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
[152] ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
[153] ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
[154] καλοὶ λαί̈νεοι, ὅθι εἵματα σιγαλόεντα
[155] πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
[156] τὸ πρὶν ἐπ’ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
[157] τῇ ῥα παραδραμέτην φεύγων ὁ δ’ ὄπισθε διώκων·
[158] πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων
[159] καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
[160] ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
[161] ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
[162] ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
[163] ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
[164] ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
[165] ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
[166] καρπαλίμοισι πόδεσσι· θεοὶ δ’ ἐς πάντες ὁρῶντο·
[167] τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
[168] ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
[169] ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ’ ὀλοφύρεται ἦτορ
[170] Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν
[171] Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ’ αὖτε
[172] ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
[173] ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
[174] ἀλλ’ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
[175] ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
[176] Πηλεί̈δῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
[177] τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
[178] ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
[179] ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
[180] ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
[181] ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
[182] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
[183] θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
[184] πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
[185] ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ’ ἔτ’ ἐρώει.
[186] ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
[187] βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα.
[188] Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς.
[189] ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
[190] ὄρσας ἐξ εὐνῆς διά τ’ ἄγκεα καὶ διὰ βήσσας·
[191] τὸν δ’ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
[192] ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
[193] ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεί̈ωνα.
[194] ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων
[195] ἀντίον ἀί̈ξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
[196] εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
[197] τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
[198] πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’ αἰεί.
[199] ὡς δ’ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
[200] οὔτ’ ἄρ’ ὁ τὸν δύναται ὑποφεύγειν οὔθ’ ὁ διώκειν·
[201] ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς ἀλύξαι.
[202] πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
[203] εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
[204] ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
[205] λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
[206] οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
[207] μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.
[208] ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
[209] καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
[210] ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
[211] τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο,
[212] ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ,
[213] ᾤχετο δ’ εἰς Ἀί̈δαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
[214] Πηλεί̈ωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
[215] ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[216] νῦν δὴ νῷ ἔολπα Διὶ̈ φίλε φαίδιμ’ Ἀχιλλεῦ
[217] οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
[218] Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
[219] οὔοἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
[220] οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
[221] προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
[222] ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοι
[223] οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
[224] ὣς φάτ’ Ἀθηναίη, ὁ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
[225] στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
[226] ἣ δ’ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖον
[227] Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
[228] ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[229] ἠθεῖ’ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
[230] ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
[231] ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
[232] τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
[233] Δηί̈φοβ’ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
[234] γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
[235] νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
[236] ὃς ἔτλης ἐμεῦ εἵνεκ’, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
[237] τείχεος ἐξελθεῖν, ἄλλοι δ’ ἔντοσθε μένουσι.
[238] τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
[239] ἠθεῖ’ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
[240] λίσσονθ’ ἑξείης γουνούμενοι, ἀμφὶ δ’ ἑταῖροι,
[241] αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
[242] ἀλλ’ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
[243] νῦν δ’ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
[244] ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
[245] νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
[246] νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
[247] ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ’ Ἀθήνη·
[248] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[249] τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
[250] οὔ ς’ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
[251] τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ’ ἔτλην
[252] μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
[253] στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
[254] ἀλλ’ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
[255] μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
[256] οὐ γὰρ ἐγώ ς’ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
[257] δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
[258] ἀλλ’ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’ Ἀχιλλεῦ
[259] νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
[260] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[261] Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
[262] ὡς οὐκ ἔστι λέουσικαὶ ἀνδράσιν ὅρκια πιστά,
[263] οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
[264] ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
[265] ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
[266] ὅρκια ἔσσονται, πρίν γ’ ἢ ἕτερόν γε πεσόντα
[267] αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
[268] παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
[269] αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
[270] οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
[271] ἔγχει ἐμῷ δαμάαι· νῦν δ’ ἀθρόα πάντ’ ἀποτίσεις
[272] κήδε’ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
[273] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος·
[274] καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
[275] ἕζετο γὰρ προϊδών, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,
[276] ἐν γαίῃ δ’ ἐπάγη· ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη,
[277] ἂψ δ’ Ἀχιλῆϊ δίδου, λάθε δ’ Ἕκτορα ποιμένα λαῶν.
[278] Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεί̈ωνα·
[279] ἤμβροτες, οὐδ’ ἄρα πώ τι θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ
[280] ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
[281] ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
[282] ὄφρά ς’ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
[283] οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
[284] ἀλλ’ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
[285] εἴ τοι ἔδωκε θεός· νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι
[286] χάλκεον· ὡς δή μιν σῷ ἐν χροὶ̈ πᾶν κομίσαιο.
[287] καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
[288] σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
[289] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,
[290] καὶ βάλε Πηλεί̈δαο μέσον σάκος οὐδ’ ἀφάμαρτε·
[291] τῆλε δ’ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ’ Ἕκτωρ
[292] ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
[293] στῆ δὲ κατηφήσας, οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος.
[294] Δηί̈φοβον δ’ ἐκάλει λευκάσπιδα μακρὸν ἀύ̈σας·
[295] ᾔτεέ μιν δόρυ μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν.
[296] Ἕκτωρ δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
[297] ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν·
[298] Δηί̈φοβον γὰρ ἔγωγ’ ἐφάμην ἥρωα παρεῖναι·
[299] ἀλλ’ ὁ μὲν ἐν τείχει, ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη.
[300] νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ’ ἔτ’ ἄνευθεν,
[301] οὐδ’ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
[302] Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
[303] πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
[304] μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
[305] ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
[306] ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
[307] τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
[308] οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις,
[309] ὅς τ’ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
[310] ἁρπάξων ἢ ἄρν’ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
[311] ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
[312] ὁρμήθη δ’ Ἀχιλεύς, μένεος δ’ ἐμπλήσατο θυμὸν
[313] ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
[314] καλὸν δαιδάλεον, κόρυθι δ’ ἐπένευε φαεινῇ
[315] τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
[316] χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
[317] οἷος δ’ ἀστὴρ εἶσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῷ
[318] ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
[319] ὣς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος, ἣν ἄρ’ Ἀχιλλεὺς
[320] πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
[321] εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
[322] τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
[323] καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
[324] φαίνετο δ’ ᾗ κληῖ̈δες ἀπ’ ὤμων αὐχέν’ ἔχουσι
[325] λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
[326] τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτ’ ἔλας’ ἔγχεϊ δῖος Ἀχιλλεύς,
[327] ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή·
[328] οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
[329] ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
[330] ἤριπε δ’ ἐν κονίῃς· ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·
[331] Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ’ ἐξεναρίζων
[332] σῶς ἔσσεσθ’, ἐμὲ δ’ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
[333] νήπιε· τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ μέγ’ ἀμείνων
[334] νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
[335] ὅς τοι γούνατ’ ἔλυσα· σὲ μὲν κύνες ἠδ’ οἰωνοὶ
[336] ἑλκήσους’ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
[337] τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
[338] λίσσομ’ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
[339] μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
[340] ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
[341] δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
[342] σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
[343] Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
[344] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
[345] μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
[346] αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
[347] ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
[348] ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
[349] οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποινα
[350] στήσως’ ἐνθάδ’ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
[351] οὐδ’ εἴ κέν ς’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
[352] Δαρδανίδης Πρίαμος· οὐδ’ ὧς σέ γε πότνια μήτηρ
[353] ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
[354] ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
[355] τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
[356] ἦ ς’ εὖ γιγνώσκων προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελλον
[357] πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
[358] φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
[359] ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
[360] ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
[361] ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
[362] ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
[363] ὃν πότμον γοόωσα λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην.
[364] τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
[365] τέθναθι· κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
[366] Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.
[367] ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
[368] καὶ τό γ’ ἄνευθεν ἔθηχ’, ὁ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα
[369] αἱματόεντ’· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
[370] οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
[371] Ἕκτορος· οὐδ’ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
[372] ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
[373] ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
[374] Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
[375] ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
[376] τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
[377] στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ ἀγόρευεν·
[378] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[379] ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
[380] ὃς κακὰ πόλλ’ ἔρρεξεν ὅς’ οὐ σύμπαντες οἱ ἄλλοι,
[381] εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
[382] ὄφρά κ’ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν’ ἔχουσιν,
[383] ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
[384] ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος.
[385] ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
[386] κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
[387] Πάτροκλος· τοῦ δ’ οὐκ ἐπιλήσομαι, ὄφρ’ ἂν ἔγωγε
[388] ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρῃ·
[389] εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀί̈δαο
[390] αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου.
[391] νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
[392] νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ’ ἄγωμεν.
[393] ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
[394] ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
[395] ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
[396] ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
[397] ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ ἐξῆπτεν ἱμάντας,
[398] ἐκ δίφροιο δ’ ἔδησε, κάρη δ’ ἕλκεσθαι ἔασεν·
[399] ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείρας
[400] μάστιξέν ῥ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
[401] τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
[402] κυάνεαι πίτναντο, κάρη δ’ ἅπαν ἐν κονίῃσι
[403] κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
[404] δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
[405] ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
[406] τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
[407] τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα·
[408] ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
[409] κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
[410] τῷ δὲ μάλιστ’ ἄρ’ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
[411] Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης.
[412] λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
[413] ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
[414] πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
[415] ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
[416] σχέσθεφίλοι, καί μ’ οἶον ἐάσατε κηδόμενοί περ
[417] ἐξελθόντα πόληος ἱκέσθ’ ἐπὶ νῆας Ἀχαιῶν.
[418] λίσσωμ’ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
[419] ἤν πως ἡλικίην αἰδέσσεται ἠδ’ ἐλεήσῃ
[420] γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
[421] Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
[422] Τρωσί· μάλιστα δ’ ἐμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε.
[423] τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
[424] τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
[425] ὡς ἑνός, οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
[426] Ἕκτορος· ὡς ὄφελεν θανέεινἐν χερσὶν ἐμῇσι·
[427] τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
[428] μήτηρ θ’, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ’ ἐγὼ αὐτός.
[429] ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
[430] Τρῳῇσιν δ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
[431] τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
[432] σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
[433] εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ’ ὄνειαρ
[434] Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
[435] δειδέχατ’· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
[436] ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
[437] ὣς ἔφατο κλαίους’, ἄλοχος δ’ οὔ πώ τι πέπυστο
[438] Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
[439] ἤγγειλ’ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
[440] ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
[441] δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ’ ἔπασσε.
[442] κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
[443] ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
[444] Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
[445] νηπίη, οὐδ’ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
[446] χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
[447] κωκυτοῦ δ’ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
[448] τῆς δ’ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
[449] ἣ δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
[450] δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται.
[451] αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ’ ἐμοὶ αὐτῇ
[452] στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
[453] πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
[454] αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ’ αἰνῶς
[455] δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
[456] μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
[457] καὶ δή μιν καταπαύσῃἀγηνορίης ἀλεγεινῆς
[458] ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
[459] ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
[460] ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
[461] παλλομένη κραδίην· ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ
[462] αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
[463] ἔστη παπτήνας’ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
[464] ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
[465] ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
[466] τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
[467] ἤριπε δ’ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
[468] τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
[469] ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
[470] κρήδεμνόν θ’, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
[471] ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ’ Ἕκτωρ
[472] ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
[473] ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
[474] αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
[475] ἣ δ’ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
[476] ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
[477] Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθ’ αἴσῃ
[478] ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
[479] αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
[480] ἐν δόμῳ Ἠετίωνος, ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν
[481] δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
[482] νῦν δὲ σὺ μὲν Ἀί̈δαο δόμους ὑπὸ κεύθεσι γαίης
[483] ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
[484] χήρην ἐν μεγάροισι· πάϊς δ’ ἔτι νήπιος αὔτως,
[485] ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
[486] ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
[487] ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
[488] αἰείτοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσω
[489] ἔσσοντ’· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
[490] ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδατίθησι·
[491] πάντα δ’ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
[492] δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
[493] ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
[494] τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
[495] χείλεα μέν τ’ ἐδίην’, ὑπερῴην δ’ οὐκ ἐδίηνε.
[496] τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
[497] χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
[498] ἔρρ’ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
[499] δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην
[500] Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
[501] μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
[502] αὐτὰρ ὅθ’ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
[503] εὕδεσκ’ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
[504] εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
[505] νῦν δ’ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
[506] Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
[507] οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
[508] νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
[509] αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
[510] γυμνόν· ἀτάρ τοι εἵματ’ ἐνὶ μεγάροισι κέονται
[511] λεπτά τε καὶ χαρίεντατετυγμένα χερσὶ γυναικῶν.
[512] ἀλλ’ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
[513] οὐδὲν σοί γ’ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
[514] ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
[515] ὣς ἔφατο κλαίους’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.