ΙΛΙΑΔΟΣ Φ
Μάχη παραποτάμιος
[1] Ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
[2] Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
[3] ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
[4] πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
[5] ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
[6] τῇ ῥ’ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ’ Ἥρη
[7] πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
[8] ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
[9] ἐν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ αἰπὰ ῥέεθρα,
[10] ὄχθαι δ’ ἀμφὶ περὶ μεγάλ’ ἴαχον· οἳ δ’ ἀλαλητῷ
[11] ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
[12] ὡς δ’ ὅθ’ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
[13] φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
[14] ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ’ ὕδωρ·
[15] ὣς ὑπ’ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
[16] πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
[17] αὐτὰρ ὁ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ’ ὄχθῃ
[18] κεκλιμένον μυρίκῃσιν, ὁ δ’ ἔσθορε δαίμονιἶσος
[19] φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
[20] τύπτε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς
[21] ἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι ὕδωρ.
[22] ὡς δ’ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
[23] φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
[24] δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
[25] ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
[26] πτῶσσον ὑπὸ κρημνούς. ὁ δ’ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
[27] ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
[28] ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
[29] τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠύ̈τε νεβρούς,
[30] δῆσε δ’ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
[31] τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
[32] δῶκε δ’ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
[33] αὐτὰρ ὁ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
[34] ἔνθ’ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
[35] ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ’ αὐτὸς
[36] ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
[37] ἐννύχιος προμολών· ὁ δ’ ἐρινεὸν ὀξέϊ χαλκῷ
[38] τάμνε νέους ὄρπηκας, ἵν’ ἅρματος ἄντυγες εἶεν·
[39] τῷ δ’ ἄρ’ ἀνώϊστον κακὸν ἤλυθε δῖοςἈχιλλεύς.
[40] καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
[41] νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
[42] κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ’ ἔδωκεν
[43] Ἴμβριος Ἠετίων, πέμψεν δ’ ἐς δῖαν Ἀρίσβην·
[44] ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
[45] ἕνδεκα δ’ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
[46] ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
[47] χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
[48] πέμψειν εἰς Ἀί̈δαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
[49] τὸν δ’ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
[50] γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ’ ἔχεν ἔγχος,
[51] ἀλλὰ τὰ μέν ῥ’ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
[52] φεύγοντ’ἐκ ποταμοῦ, κάματος δ’ ὑπὸ γούνατ’ ἐδάμνα·
[53] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[54] ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
[55] ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
[56] αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
[57] οἷον δὴ καὶ ὅδ’ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
[58] Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
[59] πόντος ἁλὸς πολιῆς, ὁ πολέας ἀέκοντας ἐρύκει.
[60] ἀλλ’ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
[61] γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
[62] ἢ ἄρ’ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
[63] γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
[64] ὣς ὅρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
[65] γούνων ἅψασθαι μεμαώς, περὶ δ’ ἤθελε θυμῷ
[66] ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
[67] ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
[68] οὐτάμεναι μεμαώς, ὁ δ’ ὑπέδραμε καὶ λάβε γούνων
[69] κύψας· ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ
[70] ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
[71] αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
[72] τῇ δ’ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
[73] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[74] γουνοῦμαι ς’ Ἀχιλεῦ· σὺ δέ μ’ αἴδεο καί μ’ ἐλέησον·
[75] ἀντί τοί εἰμ’ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
[76] πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
[77] ἤματι τῷ ὅτε μ’ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
[78] καί μ’ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
[79] Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
[80] νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
[81] ἥδε δυωδεκάτη, ὅτ’ ἐς Ἴλιον εἰλήλουθα
[82] πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
[83] μοῖρ’ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
[84] ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
[85] γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
[86] Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
[87] Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
[88] τοῦ δ’ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
[89] τῆς δὲ δύω γενόμεσθα, σὺ δ’ ἄμφω δειροτομήσεις,
[90] ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
[91] ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
[92] νῦν δὲ δὴ ἐνθάδ’ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀί̈ω
[93] σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων.
[94] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
[95] μή με κτεῖν’, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
[96] ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
[97] ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
[98] λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ’ ὄπ’ ἄκουσε·
[99] νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ’ ἀγόρευε·
[100] πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
[101] τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
[102] Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ’ ἐπέρασσα·
[103] νῦν δ’ οὐκ ἔσθ’ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
[104] Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
[105] καὶ πάντων Τρώων, περὶ δ’ αὖ Πριάμοιό γε παίδων.
[106] ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
[107] κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
[108] οὐχ ὁράαις οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
[109] πατρὸς δ’ εἴμ’ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
[110] ἀλλ’ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
[111] ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
[112] ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
[113] ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
[114] ὣς φάτο, τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
[115] ἔγχος μέν ῥ’ ἀφέηκεν, ὁ δ’ ἕζετο χεῖρε πετάσσας
[116] ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
[117] τύψε κατὰ κληῖ̈δα παρ’ αὐχένα, πᾶν δέ οἱ εἴσω
[118] δῦ ξίφος ἄμφηκες· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ
[119] κεῖτο ταθείς, ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
[120] τὸν δ’ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
[121] καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ’ ἀγόρευεν·
[122] ἐνταυθοῖ νῦν κεῖσο μετ’ ἰχθύσιν, οἵ ς’ ὠτειλὴν
[123] αἷμ’ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
[124] ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
[125] οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
[126] θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ’ ὑπαί̈ξει
[127] ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
[128] φθείρεσθ’ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
[129] ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ’ ὄπιθεν κεραί̈ζων.
[130] οὐδ’ ὑμῖν ποταμός περ ἐύ̈ρροος ἀργυροδίνης
[131] ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
[132] ζωοὺς δ’ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
[133] ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
[134] τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
[135] οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
[136] ὣς ἄρ’ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
[137] ὅρμηνεν δ’ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
[138] δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
[139] τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
[140] Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
[141] υἱέϊ Πηλεγόνος· τὸν δ’ Ἀξιὸς εὐρυρέεθρος
[142] γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
[143] πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
[144] τῷ ῥ’ Ἀχιλεὺς ἐπόρουσεν, ὁ δ’ ἀντίος ἐκ ποταμοῖο
[145] ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
[146] Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
[147] τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ’ ἐλέαιρεν.
[148] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[149] τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
[150] τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
[151] δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
[152] τὸν δ’ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
[153] Πηλεί̈δη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
[154] εἴμ’ ἐκ Παιονίης ἐριβώλου τηλόθ’ ἐούσης
[155] Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
[156] ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
[157] αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
[158] Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
[159] ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ’ ἐμέ φασι
[160] γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ’ Ἀχιλλεῦ.
[161] ὣς φάτ’ ἀπειλήσας, ὁ δ’ ἀνέσχετο δῖος Ἀχιλλεὺς
[162] Πηλιάδα μελίην· ὁ δ’ ἁμαρτῇ δούρασιν ἀμφὶς
[163] ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
[164] καί ῥ’ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
[165] ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
[166] τῷ δ’ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
[167] δεξιτερῆς, σύτο δ’ αἷμα κελαινεφές· ἣ δ’ ὑπὲρ αὐτοῦ
[168] γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
[169] δεύτερος αὖτ’ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
[170] Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
[171] καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὁ δ’ ὑψηλὴν βάλεν ὄχθην,
[172] μεσσοπαγὲς δ’ ἄρ’ ἔθηκε κατ’ ὄχθης μείλινον ἔγχος.
[173] Πηλεί̈δης δ’ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
[174] ἆλτ’ ἐπί οἱ μεμαώς· ὁ δ’ ἄρα μελίην Ἀχιλῆος
[175] οὐ δύνατ’ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
[176] τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
[177] τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελεθυμῷ
[178] ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
[179] ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
[180] γαστέρα γάρ μιν τύψε παρ’ ὀμφαλόν, ἐκ δ’ ἄρα πᾶσαι
[181] χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
[182] ἀσθμαίνοντ’· Ἀχιλεὺς δ’ ἄρ’ ἐνὶ στήθεσσιν ὀρούσας
[183] τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
[184] κεῖς’ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
[185] παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
[186] φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
[187] αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
[188] τίκτέ μ’ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
[189] Πηλεὺς Αἰακίδης· ὁ δ’ ἄρ’ Αἰακὸς ἐκ Διὸς ἦεν.
[190] τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
[191] κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
[192] καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
[193] χραισμεῖν· ἀλλ’ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
[194] τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
[195] οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
[196] ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
[197] καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
[198] ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
[199] δεινήν τε βροντήν, ὅτ’ ἀπ’ οὐρανόθεν σμαραγήσῃ.
[200] ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
[201] τὸν δὲ κατ’ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
[202] κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
[203] τὸν μὲν ἄρ’ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
[204] δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
[205] αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
[206] οἵ ῥ’ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
[207] ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
[208] χέρς’ ὕπο Πηλεί̈δαο καὶ ἄορι ἶφι δαμέντα.
[209] ἔνθ’ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
[210] Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ’ Ὀφελέστην·
[211] καί νύ κ’ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
[212] εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
[213] ἀνέρι εἰσάμενος, βαθέης δ’ ἐκ φθέγξατο δίνης·
[214] ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ’ αἴσυλα ῥέζεις
[215] ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
[216] εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
[217] ἐξ ἐμέθεν γ’ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
[218] πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
[219] οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
[220] στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
[221] ἀλλ’ ἄγε δὴ καὶ ἔασον· ἄγη μ’ ἔχει ὄρχαμε λαῶν.
[222] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[223] ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
[224] Τρῶας δ’ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
[225] πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
[226] ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
[227] ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
[228] καὶ τότ’ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
[229] ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
[230] εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ’ ἐπέτελλε
[231] Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
[232] δείελος ὀψὲ δύων, σκιάσῃ δ’ ἐρίβωλον ἄρουραν.
[233] ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
[234] κρημνοῦ ἀπαί̈ξας· ὁ δ’ ἐπέσσυτο οἴδματι θύων,
[235] πάντα δ’ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
[236] πολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’ Ἀχιλλεύς
[237] τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠύ̈τε ταῦρος
[238] χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
[239] κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
[240] δεινὸν δ’ ἀμφ’ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
[241] ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
[242] εἶχε στηρίξασθαι· ὁ δὲ πτελέην ἕλε χερσὶν
[243] εὐφυέα μεγάλην· ἣ δ’ ἐκ ῥιζῶν ἐριποῦσα
[244] κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
[245] ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
[246] εἴσω πᾶς’ ἐριποῦς’· ὁ δ’ ἄρ’ ἐκ δίνης ἀνορούσας
[247] ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
[248] δείσας· οὐδέ τ’ ἔληγε θεὸς μέγας, ὦρτο δ’ ἐπ’ αὐτῷ
[249] ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
[250] δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
[251] Πηλεί̈δης δ’ ἀπόρουσεν ὅσον τ’ ἐπὶ δουρὸς ἐρωή,
[252] αἰετοῦ οἴματ’ ἔχων μέλανος τοῦ θηρητῆρος,
[253] ὅς θ’ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
[254] τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
[255] σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
[256] φεῦγ’, ὁ δ’ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
[257] ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
[258] ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
[259] χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
[260] τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
[261] ὀχλεῦνται· τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει
[262] χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
[263] ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
[264] καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
[265] ὁσσάκι δ’ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
[266] στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
[267] ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
[268] τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
[269] πλάζ’ ὤμους καθύπερθεν· ὁ δ’ ὑψόσε ποσσὶν ἐπήδα
[270] θυμῷ ἀνιάζων· ποταμὸς δ’ ὑπὸ γούνατ’ ἐδάμνα
[271] λάβρος ὕπαιθα ῥέων, κονίην δ’ ὑπέρεπτε ποδοῖιν.
[272] Πηλεί̈δης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
[273] Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
[274] ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
[275] ἄλλος δ’ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
[276] ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
[277] ἥ μ’ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
[278] λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
[279] ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ’ ἔτραφ’ ἄριστος·
[280] τώ κ’ ἀγαθὸς μὲν ἔπεφν’, ἀγαθὸν δέ κεν ἐξενάριξε·
[281] νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
[282] ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
[283] ὅν ῥά τ’ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
[284] ὣς φάτο, τῷ δὲ μάλ’ ὦκα Ποσειδάων καὶ Ἀθήνη
[285] στήτην ἐγγὺς ἰόντε, δέμας δ’ ἄνδρεσσιν ἐί̈κτην,
[286] χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ’ ἐπέεσσι.
[287] τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
[288] Πηλεί̈δη μήτ’ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
[289] τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
[290] Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
[291] ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
[292] ἀλλ’ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
[293] αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ’ αἴ κε πίθηαι·
[294] μὴ πρὶν παύειν χεῖρας ὁμοιί̈ου πολέμοιο
[295] πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
[296] Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ’ Ἕκτορι θυμὸν ἀπούρας
[297] ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
[298] τὼ μὲν ἄρ’ ὣς εἰπόντε μετ’ ἀθανάτους ἀπεβήτην·
[299] αὐτὰρ ὁ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
[300] ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ’ ὕδατος ἐκχυμένοιο,
[301] πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
[302] πλῶον καὶ νέκυες· τοῦ δ’ ὑψόσε γούνατ’ ἐπήδα
[303] πρὸς ῥόον ἀί̈σσοντος ἀν’ ἰθύν, οὐδέ μιν ἴσχεν
[304] εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ’ Ἀθήνη.
[305] οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ’ ἔτι μᾶλλον
[306] χώετο Πηλεί̈ωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
[307] ὑψός’ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ’ ἀύ̈σας·
[308] φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
[309] σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
[310] ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
[311] ἀλλ’ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
[312] ὕδατος ἐκ πηγέων, πάντας δ’ ὀρόθυνον ἐναύλους,
[313] ἵστη δὲ μέγα κῦμα, πολὺν δ’ ὀρυμαγδὸν ὄρινε
[314] φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
[315] ὃς δὴ νῦν κρατέει, μέμονεν δ’ ὅ γε ἶσα θεοῖσι.
[316] φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
[317] οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
[318] κείσεθ’ ὑπ’ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
[319] εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
[320] μυρίον, οὐδέ οἱ ὀστέ’ ἐπιστήσονται Ἀχαιοὶ
[321] ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
[322] αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
[323] ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
[324] ἦ, καὶ ἐπῶρτ’ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
[325] μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
[326] πορφύρεον δ’ ἄρα κῦμα διιπετέος ποταμοῖο
[327] ἵστατ’ ἀειρόμενον, κατὰ δ’ ᾕρεε Πηλεί̈ωνα·
[328] Ἥρη δὲ μέγ’ ἄϋσε περιδείσας’ Ἀχιλῆϊ
[329] μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
[330] αὐτίκα δ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
[331] ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
[332] Ξάνθον δινήεντα μάχῃ ἠί̈σκομεν εἶναι·
[333] ἀλλ’ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
[334] αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
[335] εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
[336] ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
[337] φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρ’ ὄχθας
[338] δένδρεα καῖ’, ἐν δ’ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
[339] μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
[340] μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ’ ὁπότ’ ἂν δὴ
[341] φθέγξομ’ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
[342] ὣς ἔφαθ’, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
[343] πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
[344] πολλούς, οἵ ῥα κατ’ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν’ Ἀχιλλεύς·
[345] πᾶν δ’ ἐξηράνθη πεδίον, σχέτο δ’ ἀγλαὸν ὕδωρ.
[346] ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν
[347] αἶψ’ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
[348] ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ’ ἄρα νεκροὺς
[349] κῆεν· ὁ δ’ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
[350] καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
[351] καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
[352] τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
[353] τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
[354] οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
[355] πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
[356] καίετο δ’ ἲς ποταμοῖο ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
[357] Ἥφαιστ’, οὔ τις σοί γε θεῶν δύνατ’ ἀντιφερίζειν,
[358] οὐδ’ ἂν ἐγὼ σοί γ’ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
[359] λῆγ’ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
[360] ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
[361] φῆ πυρὶ καιόμενος, ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα.
[362] ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
[363] κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
[364] πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
[365] ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ·
[366] οὐδ’ ἔθελε προρέειν, ἀλλ’ ἴσχετο· τεῖρε δ’ ἀϋτμὴ
[367] Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ’ Ἥρην
[368] πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
[369] Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
[370] ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
[371] ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
[372] ἀλλ’ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
[373] παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ’ ἐπὶ καὶ τόδ’ ὀμοῦμαι,
[374] μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
[375] μὴ δ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
[376] καιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν.
[377] αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
[378] αὐτίκ’ ἄρ’ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
[379] Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
[380] ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
[381] ὣς ἔφαθ’, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
[382] ἄψορρον δ’ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
[383] αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
[384] παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
[385] ἐν δ’ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
[386] ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
[387] σὺν δ’ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ’ εὐρεῖα χθών,
[388] ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
[389] ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
[390] γηθοσύνῃ, ὅθ’ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
[391] ἔνθ’ οἵ γ’ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
[392] ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
[393] χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
[394] τίπτ’ αὖτ’ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
[395] θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
[396] ἦ οὐ μέμνῃ ὅτε Τυδεί̈δην Διομήδε’ ἀνῆκας
[397] οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
[398] ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
[399] τώ ς’ αὖ νῦν ὀί̈ω ἀποτισέμεν ὅσσα ἔοργας.
[400] ὣς εἰπὼν οὔτησε κατ’ αἰγίδα θυσσανόεσσαν
[401] σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
[402] τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
[403] ἣ δ’ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
[404] κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
[405] τόν ῥ’ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
[406] τῷ βάλε θοῦρον Ἄρηα κατ’ αὐχένα, λῦσε δὲ γυῖα.
[407] ἑπτὰ δ’ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
[408] τεύχεά τ’ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
[409] καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
[410] νηπύτι’ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
[411] εὔχομ’ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
[412] οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
[413] ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ’ Ἀχαιοὺς
[414] κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
[415] ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
[416] τὸν δ’ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
[417] πυκνὰ μάλα στενάχοντα· μόγις δ’ ἐσαγείρετο θυμόν.
[418] τὴν δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
[419] αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
[420] ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
[421] καὶ δ’ αὖθ’ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
[422] δηί̈ου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
[423] ὣς φάτ’, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
[424] καί ῥ’ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
[425] ἤλασε· τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
[426] τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
[427] ἣ δ’ ἄρ’ ἐπευχομένη ἔπεα πτερόεντ’ ἀγόρευε·
[428] τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
[429] εἶεν, ὅτ’ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
[430] ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
[431] ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
[432] τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
[433] Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
[434] ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
[435] αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
[436] Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
[437] ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ’ ἀμαχητὶ
[438] ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
[439] ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
[440] καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
[441] νηπύτι’ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
[442] μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
[443] μοῦνοι νῶϊ θεῶν, ὅτ’ ἀγήνορι Λαομέδοντι
[444] πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
[445] μισθῷ ἔπι ῥητῷ· ὁ δὲ σημαίνων ἐπέτελλεν.
[446] ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
[447] εὐρύ τε καὶ μάλα καλόν, ἵν’ ἄρρηκτος πόλις εἴη·
[448] Φοῖβε σὺ δ’ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
[449] Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
[450] ἀλλ’ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
[451] ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
[452] Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ’ ἀπέπεμπε.
[453] σὺν μὲν ὅ γ’ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
[454] δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
[455] στεῦτο δ’ ὅ γ’ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
[456] νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
[457] μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
[458] τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ’ ἡμέων
[459] πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
[460] πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
[461] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
[462] ἐννοσίγαι’ οὐκ ἄν με σαόφρονα μυθήσαιο
[463] ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
[464] δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
[465] ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
[466] ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
[467] παυώμεσθα μάχης· οἳ δ’ αὐτοὶ δηριαάσθων.
[468] ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ’· αἴδετο γάρ ῥα
[469] πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
[470] τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
[471] Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
[472] φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
[473] πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
[474] νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
[475] μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
[476] εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
[477] ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
[478] ὣς φάτο, τὴν δ’ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
[479] ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
[480] νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
[481] πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί’ ἐμεῖο
[482] στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
[483] τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
[484] Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ’ ἐθέλῃσθα.
[485] ἤτοι βέλτερόν ἐστι κατ’ οὔρεα θῆρας ἐναίρειν
[486] ἀγροτέρας τ’ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
[487] εἰ δ’ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ’ ἐὺ̈ εἰδῇς
[488] ὅσσον φερτέρη εἴμ’, ὅτι μοι μένος ἀντιφερίζεις.
[489] ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
[490] σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ἀπ’ ὤμων αἴνυτο τόξα,
[491] αὐτοῖσιν δ’ ἄρ’ ἔθεινε παρ’ οὔατα μειδιόωσα
[492] ἐντροπαλιζομένην· ταχέες δ’ ἔκπιπτον ὀϊστοί.
[493] δακρυόεσσα δ’ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
[494] ἥ ῥά θ’ ὑπ’ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
[495] χηραμόν· οὐδ’ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
[496] ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ’ αὐτόθι τόξα.
[497] Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
[498] Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
[499] πληκτίζεσθ’ ἀλόχοισι Διὸς νεφεληγερέταο·
[500] ἀλλὰ μάλα πρόφρασσα μετ’ ἀθανάτοισι θεοῖσιν
[501] εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
[502] ὣς ἄρ’ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
[503] πεπτεῶτ’ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
[504] ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
[505] ἣ δ’ ἄρ’ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
[506] δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
[507] ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
[508] εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
[509] τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
[510] μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
[511] τὸν δ’ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
[512] σή μ’ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
[513] ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
[514] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
[515] αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
[516] μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
[517] μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
[518] οἳ δ’ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
[519] οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
[520] κὰδ δ’ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
[521] Τρῶας ὁμῶς αὐτούς τ’ ὄλεκεν καὶ μώνυχας ἵππους.
[522] ὡς δ’ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
[523] ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
[524] πᾶσι δ’ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε’ ἐφῆκεν,
[525] ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε’ ἔθηκεν.
[526] ἑστήκει δ’ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
[527] ἐς δ’ ἐνόης’ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ’ αὐτοῦ
[528] Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
[529] γίγνεθ’· ὁ δ’ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
[530] ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
[531] πεπταμένας ἐν χερσὶ πύλας ἔχετ’ εἰς ὅ κε λαοὶ
[532] ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
[533] ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι’ ἔσεσθαι.
[534] αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
[535] αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
[536] δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
[537] ὣς ἔφαθ’, οἳ δ’ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
[538] αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
[539] ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
[540] οἳ δ’ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
[541] δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
[542] φεῦγον· ὁ δὲ σφεδανὸν ἔφεπ’ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
[543] αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
[544] ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
[545] εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
[546] φῶτ’ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
[547] ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
[548] ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
[549] φηγῷ κεκλιμένος· κεκάλυπτο δ’ ἄρ’ ἠέρι πολλῇ.
[550] αὐτὰρ ὅ γ’ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
[551] ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
[552] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[553] ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
[554] φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
[555] αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
[556] εἰ δ’ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
[557] Πηλεί̈δῃ Ἀχιλῆϊ, ποσὶν δ’ ἀπὸ τείχεος ἄλλῃ
[558] φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ’ ἂν ἵκωμαι
[559] Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
[560] ἑσπέριος δ’ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
[561] ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
[562] ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
[563] μή μ’ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
[564] καί με μεταί̈ξας μάρψῃ ταχέεσσι πόδεσσιν.
[565] οὐκέτ’ ἔπειτ’ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
[566] λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ’ ἀνθρώπων.
[567] εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
[568] καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
[569] ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φας’ ἄνθρωποι
[570] ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
[571] ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
[572] ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
[573] ἠύ̈τε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
[574] ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
[575] ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
[576] εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
[577] ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
[578] ἀλκῆς, πρίν γ’ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
[579] ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
[580] οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ’ Ἀχιλῆος.
[581] ἀλλ’ ὅ γ’ ἄρ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντος’ ἐί̈σην,
[582] ἐγχείῃ δ’ αὐτοῖο τιτύσκετο, καὶ μέγ’ ἀύ̈τει·
[583] ἦ δή που μάλ’ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ’ Ἀχιλλεῦ
[584] ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
[585] νηπύτι’· ἦ τ’ ἔτι πολλὰ τετεύξεται ἄλγε’ ἐπ’ αὐτῇ.
[586] ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
[587] οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
[588] Ἴλιον εἰρυόμεσθα· σὺ δ’ ἐνθάδε πότμον ἐφέψεις
[589] ὧδ’ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
[590] ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
[591] καί ῥ’ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ’ ἀφάμαρτεν.
[592] ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
[593] σμερδαλέον κονάβησε· πάλιν δ’ ἀπὸ χαλκὸς ὄρουσε
[594] βλημένου, οὐδ’ ἐπέρησε, θεοῦ δ’ ἠρύκακε δῶρα.
[595] Πηλεί̈δης δ’ ὁρμήσατ’ Ἀγήνορος ἀντιθέοιο
[596] δεύτερος· οὐδ’ ἔτ’ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
[597] ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ,
[598] ἡσύχιον δ’ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
[599] αὐτὰρ ὁ Πηλεί̈ωνα δόλῳ ἀποέργαθε λαοῦ·
[600] αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
[601] ἔστη πρόσθε ποδῶν, ὁ δ’ ἐπέσσυτο ποσσὶ διώκειν·
[602] εἷος ὁ τὸν πεδίοιο διώκετο πυροφόροιο
[603] τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
[604] τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ’ ἄρ’ ἔθελγεν Ἀπόλλων
[605] ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
[606] τόφρ’ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
[607] ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ’ ἔμπλητο ἀλέντων.
[608] οὐδ’ ἄρα τοί γ’ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
[609] μεῖναι ἔτ’ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
[610] ὅς τ’ ἔθαν’ ἐν πολέμῳ· ἀλλ’ ἐσσυμένως ἐσέχυντο
[611] ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.