ΙΛΙΑΔΟΣ Υ
Θεομαχία
[1] Ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
[2] ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
[3] Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
[4] Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
[5] κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου· ἣ δ’ ἄρα πάντῃ
[6] φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
[7] οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο,
[8] οὔτ’ ἄρα νυμφάων αἵ τ’ ἄλσεα καλὰ νέμονται
[9] καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
[10] ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο
[11] ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
[12] Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
[13] ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ’· οὐδ’ ἐνοσίχθων
[14] νηκούστησε θεᾶς, ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούς,
[15] ἷζε δ’ ἄρ’ ἐν μέσσοισι, Διὸς δ’ ἐξείρετο βουλήν·
[16] τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
[17] ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
[18] τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
[19] τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
[20] ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
[21] ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
[22] ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
[23] ἥμενος, ἔνθ’ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
[24] ἔρχεσθ’ ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
[25] ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου.
[26] εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
[27] οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλεί̈ωνα.
[28] καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
[29] νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
[30] δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
[31] ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ ἀλίαστον ἔγειρε.
[32] βὰν δ’ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
[33] Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
[34] ἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ ἐριούνης
[35] Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
[36] Ἥφαιστος δ’ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
[37] χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
[38] ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ’ αὐτῷ
[39] Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα
[40] Λητώ τε Ξάνθός τε φιλομειδής τ’ Ἀφροδίτη.
[41] εἷος μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
[42] τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ’ Ἀχιλλεὺς
[43] ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς·
[44] Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
[45] δειδιότας, ὅθ’ ὁρῶντο ποδώκεα Πηλεί̈ωνα
[46] τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
[47] αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
[48] ὦρτο δ’ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ’ Ἀθήνη
[49] στᾶς’ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
[50] ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀύ̈τει.
[51] αὖε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
[52] ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
[53] ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
[54] ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
[55] σύμβαλον, ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
[56] δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
[57] ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
[58] γαῖαν ἀπειρεσίην ὀρέων τ’ αἰπεινὰ κάρηνα.
[59] πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
[60] καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
[61] ἔδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
[62] δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
[63] γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
[64] οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
[65] σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
[66] τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
[67] ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
[68] ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
[69] ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
[70] Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
[71] Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
[72] Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
[73] ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
[74] ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
[75] ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
[76] Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
[77] Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
[78] αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
[79] Αἰνείαν δ’ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
[80] ἀντία Πηλεί̈ωνος, ἐνῆκε δέ οἱ μένος ἠύ̈·
[81] υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
[82] τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
[83] Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
[84] ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
[85] Πηλεί̈δεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
[86] τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
[87] Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
[88] ἀντία Πηλεί̈ωνος ὑπερθύμοιο μάχεσθαι;
[89] οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος
[90] στήσομαι, ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
[91] ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
[92] πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
[93] εἰρύσαθ’, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
[94] ἦ κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
[95] ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ ἐκέλευεν
[96] ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
[97] τὼ οὐκ ἔστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
[98] αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
[99] καὶ δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτετ’, οὐδ’ ἀπολήγει
[100] πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
[101] ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
[102] νικήσει’, οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι.
[103] τὸν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
[104] ἥρως ἀλλ’ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
[105] εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
[106] ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
[107] ἣ μὲν γὰρ Διός ἐσθ’, ἣ δ’ ἐξ ἁλίοιο γέροντος.
[108] ἀλλ’ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
[109] λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
[110] ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
[111] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
[112] οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
[113] ἀντία Πηλεί̈ωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
[114] ἣ δ’ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
[115] φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
[116] ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
[117] Αἰνείας ὅδ’ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
[118] ἀντία Πηλεί̈ωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
[119] ἀλλ’ ἄγεθ’, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
[120] αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
[121] παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
[122] δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
[123] ἀθανάτων, οἳ δ’ αὖτ’ ἀνεμώλιοι οἳ τὸ πάρος περ
[124] Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
[125] πάντες δ’ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
[126] τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
[127] σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
[128] γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
[129] εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
[130] δείσετ’ ἔπειθ’, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
[131] ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
[132] τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
[133] Ἥρη μὴ χαλέπαινε παρ’ ἐκ νόον· οὐδέ τί σε χρή.
[134] οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
[135] ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
[136] ἀλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
[137] ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ’ ἄνδρεσσι μελήσει.
[138] εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
[139] ἢ Ἀχιλῆ’ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
[140] αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται
[141] φυλόπιδος· μάλα δ’ ὦκα διακρινθέντας ὀί̈ω
[142] ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ ὁμήγυριν ἄλλων
[143] ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
[144] ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
[145] τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
[146] ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
[147] ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
[148] ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ.
[149] ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι,
[150] ἀμφὶ δ’ ἄρ’ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
[151] οἳ δ’ ἑτέρωσε καθῖζον ἐπ’ ὀφρύσι Καλλικολώνης
[152] ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
[153] ὣς οἳ μέν ῥ’ ἑκάτερθε καθήατο μητιόωντες
[154] βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
[155] ὄκνεον ἀμφότεροι, Ζεὺς δ’ ἥμενος ὕψι κέλευε.
[156] τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
[157] ἀνδρῶν ἠδ’ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
[158] ὀρνυμένων ἄμυδις. δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοι
[159] ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
[160] Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
[161] Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
[162] νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
[163] πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
[164] Πηλεί̈δης δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
[165] σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
[166] ἀγρόμενοι πᾶς δῆμος· ὁ δὲ πρῶτον μὲν ἀτίζων
[167] ἔρχεται, ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
[168] δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ’ ἀφρὸς ὀδόντας
[169] γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
[170] οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
[171] μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
[172] γλαυκιόων δ’ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
[173] ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
[174] ὣς Ἀχιλῆ’ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
[175] ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
[176] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[177] τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
[178] Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
[179] ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
[180] ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
[181] τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ’ ἐξεναρίξῃς,
[182] οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
[183] εἰσὶν γάρ οἱ παῖδες, ὁ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων.
[184] ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
[185] καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
[186] αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ ς’ ἔολπα τὸ ῥέξειν.
[187] ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
[188] ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
[189] σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
[190] καρπαλίμως; τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων.
[191] ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
[192] πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
[193] ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
[194] ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
[195] ἀλλ’ οὐ νῦν ἐρύεσθαι ὀί̈ομαι, ὡς ἐνὶ θυμῷ
[196] βάλλεαι· ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω
[197] ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστας’ ἐμεῖο,
[198] πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
[199] τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
[200] Πηλεί̈δη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
[201] ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
[202] ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.
[203] ἴδμεν δ’ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
[204] πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
[205] ὄψει δ’ οὔτ’ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ ἄρ’ ἐγὼ σούς.
[206] φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
[207] μητρὸς δ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
[208] αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
[209] εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ’ Ἀφροδίτη·
[210] τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
[211] σήμερον· οὐ γάρ φημ’ ἐπέεσσί γε νηπυτίοισιν
[212] ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
[213] εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ ἐὺ̈ εἰδῇς
[214] ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
[215] Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
[216] κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
[217] ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
[218] ἀλλ’ ἔθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
[219] Δάρδανος αὖ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα,
[220] ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
[221] τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
[222] θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
[223] τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
[224] ἵππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
[225] αἳ δ’ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
[226] αἳ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
[227] ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
[228] ἀλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης,
[229] ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
[230] Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
[231] Τρωὸς δ’ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
[232] Ἶλός τ’ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
[233] ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
[234] τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
[235] κάλλεος εἵνεκα οἷο ἵν’ ἀθανάτοισι μετείη.
[236] Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα·
[237] Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
[238] Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος·
[239] Ἀσσάρακος δὲ Κάπυν, ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα·
[240] αὐτὰρ ἔμ’ Ἀγχίσης, Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα δῖον.
[241] ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
[242] Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
[243] ὅππως κεν ἐθέλῃσιν· ὁ γὰρ κάρτιστος ἁπάντων.
[244] ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
[245] ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
[246] ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
[247] πολλὰ μάλ’, οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
[248] στρεπτὴ δὲ γλῶσς’ ἐστὶ βροτῶν, πολέες δ’ ἔνι μῦθοι
[249] παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
[250] ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις.
[251] ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
[252] νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
[253] αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
[254] νεικεῦς’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
[255] πόλλ’ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
[256] ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
[257] πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ’ ἄγε θᾶσσον
[258] γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
[259] ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
[260] σμερδαλέῳ· μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
[261] Πηλεί̈δης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
[262] ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
[263] ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
[264] νήπιος, οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
[265] ὡς οὐ ῥηί̈δι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
[266] ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν.
[267] οὐδὲ τότ’ Αἰνείαο δαί̈φρονος ὄβριμον ἔγχος
[268] ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
[269] ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ’ ἄρ’ ἔτι τρεῖς
[270] ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
[271] τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο,
[272] τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ’ ἔσχετο μείλινον ἔγχος.
[273] δεύτερος αὖτ’ Ἀχιλεὺς προί̈ει δολιχόσκιον ἔγχος,
[274] καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντος’ ἐί̈σην
[275] ἄντυγ’ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
[276] λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
[277] Πηλιὰς ἤϊξεν μελίη, λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς.
[278] Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχε
[279] δείσας· ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ
[280] ἔστη ἱεμένη, διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους
[281] ἀσπίδος ἀμφιβρότης· ὁ δ’ ἀλευάμενος δόρυ μακρὸν
[282] ἔστη, κὰδ δ’ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
[283] ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
[284] ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
[285] σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ
[286] Αἰνείας, μέγα ἔργον, ὁ οὐ δύο γ’ ἄνδρε φέροιεν,
[287] οἷοι νῦν βροτοί εἰς’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
[288] ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
[289] ἢ κόρυθ’ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
[290] τὸν δέ κε Πηλεί̈δης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
[291] εἰ μὴ ἄρ’ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
[292] αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
[293] ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
[294] ὃς τάχα Πηλεί̈ωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
[295] πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
[296] νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
[297] ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
[298] μὰψ ἕνεκ’ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ’ αἰεὶ
[299] δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
[300] ἀλλ’ ἄγεθ’ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
[301] μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
[302] τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ’ ἀλέασθαι,
[303] ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
[304] Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
[305] οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
[306] ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
[307] νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
[308] καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
[309] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
[310] ἐννοσίγαι’, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
[311] Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
[312] Πηλεί̈δῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
[313] ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
[314] πᾶσι μετ’ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
[315] μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
[316] μηδ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
[317] καιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν.
[318] αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
[319] βῆ ῥ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
[320] ἷξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὁ κλυτὸς ἦεν Ἀχιλλεύς.
[321] αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλὺν
[322] Πηλεί̈δῃ Ἀχιλῆϊ· ὁ δὲ μελίην εὔχαλκον
[323] ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
[324] καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
[325] Αἰνείαν δ’ ἔσσευεν ἀπὸ χθονὸς ὑψός’ ἀείρας.
[326] πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
[327] Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
[328] ἷξε δ’ ἐπ’ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
[329] ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
[330] τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
[331] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[332] Αἰνεία, τίς ς’ ὧδε θεῶν ἀτέοντα κελεύει
[333] ἀντία Πηλεί̈ωνος ὑπερθύμοιο μάχεσθαι,
[334] ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
[335] ἀλλ’ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
[336] μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
[337] αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
[338] θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
[339] οὐ μὲν γάρ τίς ς’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
[340] ὣς εἰπὼν λίπεν αὐτόθ’, ἐπεὶ διεπέφραδε πάντα.
[341] αἶψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν σκέδας’ ἀχλὺν
[342] θεσπεσίην· ὁ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν,
[343] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[344] ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
[345] ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
[346] λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
[347] ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
[348] ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
[349] ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
[350] ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
[351] ἀλλ’ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
[352] τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
[353] ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
[354] μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
[355] ἀλλ’ ἄγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
[356] ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
[357] τοσσούσδ’ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
[358] οὐδέ κ’ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ’ Ἀθήνη
[359] τοσσῆσδ’ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
[360] ἀλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
[361] καὶ σθένει, οὔ μ’ ἔτι φημὶ μεθησέμεν οὐδ’ ἠβαιόν,
[362] ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν’ οἴω
[363] Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
[364] ὣς φάτ’ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
[365] κέκλεθ’ ὁμοκλήσας, φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος·
[366] Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεί̈ωνα.
[367] καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
[368] ἔγχεϊ δ’ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
[369] οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
[370] ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
[371] τοῦ δ’ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
[372] εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ.
[373] ὣς φάτ’ ἐποτρύνων, οἳ δ’ ἀντίοι ἔγχε’ ἄειραν
[374] Τρῶες· τῶν δ’ ἄμυδις μίχθη μένος, ὦρτο δ’ ἀϋτή.
[375] καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
[376] Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
[377] ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
[378] μή πώς ς’ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
[379] ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
[380] ταρβήσας, ὅτ’ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
[381] ἐν δ’ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
[382] σμερδαλέα ἰάχων, πρῶτον δ’ ἕλεν Ἰφιτίωνα
[383] ἐσθλὸν Ὀτρυντεί̈δην πολέων ἡγήτορα λαῶν,
[384] ὃν νύμφη τέκε νηὶ̈ς Ὀτρυντῆϊ πτολιπόρθῳ
[385] Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
[386] τὸν δ’ ἰθὺς μεμαῶτα βάλ’ ἔγχεϊ δῖος Ἀχιλλεὺς
[387] μέσσην κὰκ κεφαλήν· ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη,
[388] δούπησεν δὲ πεσών, ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·
[389] κεῖσαι Ὀτρυντεί̈δη πάντων ἐκπαγλότατ’ ἀνδρῶν·
[390] ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ
[391] Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
[392] Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
[393] ὣς ἔφατ’ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
[394] τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
[395] πρώτῃ ἐν ὑσμίνῃ· ὁ δ’ ἐπ’ αὐτῷ Δημολέοντα
[396] ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
[397] νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
[398] οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’ αὐτῆς
[399] αἰχμὴ ἱεμένη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ
[400] ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
[401] Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀί̈ξαντα
[402] πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
[403] αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
[404] ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
[405] κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
[406] ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγήνωρ·
[407] αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ’ ἀντίθεον Πολύδωρον
[408] Πριαμίδην. τὸν δ’ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
[409] οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
[410] καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
[411] δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
[412] θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
[413] τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
[414] νῶτα παραί̈σσοντος, ὅθι ζωστῆρος ὀχῆες
[415] χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
[416] ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλὸν ἔγχεος αἰχμή,
[417] γνὺξ δ’ ἔριπ’ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
[418] κυανέη, προτὶ οἷ δ’ ἔλαβ’ ἔντερα χερσὶ λιασθείς.
[419] Ἕκτωρ δ’ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
[420] ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
[421] κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ ἀχλύς· οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
[422] δηρὸν ἑκὰς στρωφᾶσθ’, ἀλλ’ ἀντίος ἦλθ’ Ἀχιλῆϊ
[423] ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
[424] ὡς εἶδ’, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
[425] ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ ἐσεμάσσατο θυμόν,
[426] ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ’ ἂν ἔτι δὴν
[427] ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
[428] ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
[429] ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.
[430] τὸν δ’ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
[431] Πηλεί̈δη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
[432] ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
[433] ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.
[434] οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
[435] ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
[436] αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
[437] δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
[438] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δόρυ, καὶ τό γ’ Ἀθήνη
[439] πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
[440] ἦκα μάλα ψύξασα· τὸ δ’ ἂψ ἵκεθ’ Ἕκτορα δῖον,
[441] αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
[442] ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
[443] σμερδαλέα ἰάχων· τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων
[444] ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ.
[445] τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
[446] ἔγχεϊ χαλκείῳ, τρὶς δ’ ἠέρα τύψε βαθεῖαν.
[447] ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
[448] δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
[449] ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
[450] ἦλθε κακόν· νῦν αὖτέ ς’ ἐρύσατο Φοῖβος Ἀπόλλων,
[451] ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
[452] ἦ θήν ς’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
[453] εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
[454] νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
[455] ὣς εἰπὼν Δρύοπ’ οὖτα κατ’ αὐχένα μέσσον ἄκοντι·
[456] ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε,
[457] Δημοῦχον δὲ Φιλητορίδην ἠύ̈ν τε μέγαν τε
[458] κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
[459] οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
[460] αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
[461] ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
[462] τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
[463] Τρῶα δ’ Ἀλαστορίδην, ὁ μὲν ἀντίος ἤλυθε γούνων,
[464] εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
[465] μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
[466] νήπιος, οὐδὲ τὸ ᾔδη ὁ οὐ πείσεσθαι ἔμελλεν·
[467] οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων,
[468] ἀλλὰ μάλ’ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνων
[469] ἱέμενος λίσσεσθ’, ὁ δὲ φασγάνῳ οὖτα καθ’ ἧπαρ·
[470] ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ’ αὐτοῦ
[471] κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
[472] θυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰς
[473] δουρὶ κατ’ οὖς· εἶθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιο
[474] αἰχμὴ χαλκείη· ὁ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλον
[475] μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
[476] πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσε
[477] ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
[478] Δευκαλίωνα δ’ ἔπειθ’, ἵνα τε ξυνέχουσι τένοντες
[479] ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
[480] αἰχμῇ χαλκείῃ· ὁ δέ μιν μένε χεῖρα βαρυνθεὶς
[481] πρόσθ’ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας
[482] τῆλ’ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
[483] σφονδυλίων ἔκπαλθ’, ὁ δ’ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
[484] αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετ’ ἀμύμονα Πείρεω υἱὸν
[485] Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
[486] τὸν βάλε μέσσον ἄκοντι, πάγη δ’ ἐν νηδύϊ χαλκός,
[487] ἤριπε δ’ ἐξ ὀχέων· ὁ δ’ Ἀρηί̈θοον θεράποντα
[488] ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
[489] νύξ’, ἀπὸ δ’ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
[490] ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ
[491] οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
[492] πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
[493] ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
[494] κτεινομένους ἐφέπων· ῥέε δ’ αἵματι γαῖα μέλαινα.
[495] ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
[496] τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
[497] ῥίμφά τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσς’ ἐριμύκων,
[498] ὣς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
[499] στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξων
[500] νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
[501] ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
[502] αἵ τ’ ἀπ’ ἐπισσώτρων· ὁ δὲ ἵετο κῦδος ἀρέσθαι
[503] Πηλεί̈δης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.