Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Σ


ΙΛΙΑΔΟΣ Σ

Ὁπλοποιία

[1] Ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,

[2] Ἀντίλοχος δ’ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.

[3] τὸν δ’ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων

[4] τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·

[5] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

[6] ὤ μοι ἐγώ, τί τ’ ἄρ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ

[7] νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;

[8] μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,

[9] ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε

[10] Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο

[11] χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.

[12] ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς

[13] σχέτλιος· ἦ τ’ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ

[14] ἂψ ἐπὶ νῆας ἴμεν, μηδ’ Ἕκτορι ἶφι μάχεσθαι.

[15] εἷος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

[16] τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς

[17] δάκρυα θερμὰ χέων, φάτο δ’ ἀγγελίην ἀλεγεινήν·

[18] ὤ μοι Πηλέος υἱὲ δαί̈φρονος ἦ μάλα λυγρῆς

[19] πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.

[20] κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται

[21] γυμνοῦ· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ.

[22] ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·

[23] ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

[24] χεύατο κὰκ κεφαλῆς, χαρίεν δ’ ᾔσχυνε πρόσωπον·

[25] νεκταρέῳ δὲ χιτῶνι μέλαιν’ ἀμφίζανε τέφρη.

[26] αὐτὸς δ’ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς

[27] κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαί̈ζων.

[28] δμῳαὶ δ’ ἃς Ἀχιλεὺς ληί̈σσατο Πάτροκλός τε

[29] θυμὸν ἀκηχέμεναι μεγάλ’ ἴαχον, ἐκ δὲ θύραζε

[30] ἔδραμον ἀμφ’ Ἀχιλῆα δαί̈φρονα, χερσὶ δὲ πᾶσαι

[31] στήθεα πεπλήγοντο, λύθεν δ’ ὑπὸ γυῖα ἑκάστης.

[32] Ἀντίλοχος δ’ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων

[33] χεῖρας ἔχων Ἀχιλῆος· ὁ δ’ ἔστενε κυδάλιμον κῆρ·

[34] δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.

[35] σμερδαλέον δ’ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ

[36] ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,

[37] κώκυσέν τ’ ἄρ’ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο

[38] πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηί̈δες ἦσαν.

[39] ἔνθ’ ἄρ’ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε

[40] Νησαίη Σπειώ τε Θόη θ’ Ἁλίη τε βοῶπις

[41] Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια

[42] καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ

[43] Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

[44] Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα

[45] Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια

[46] Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·

[47] ἔνθα δ’ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα

[48] Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ’ Ἀμάθεια

[49] ἄλλαι θ’ αἳ κατὰ βένθος ἁλὸς Νηρηί̈δες ἦσαν.

[50] τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ’ ἅμα πᾶσαι

[51] στήθεα πεπλήγοντο, Θέτις δ’ ἐξῆρχε γόοιο·

[52] κλῦτε κασίγνηται Νηρηί̈δες, ὄφρ’ ἐὺ̈ πᾶσαι

[53] εἴδετ’ ἀκούουσαι ὅς’ ἐμῷ ἔνι κήδεα θυμῷ.

[54] ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,

[55] ἥ τ’ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε

[56] ἔξοχον ἡρώων· ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος·

[57] τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς

[58] νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω

[59] Τρωσὶ μαχησόμενον· τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις

[60] οἴκαδε νοστήσαντα δόμονΠηλήϊον εἴσω.

[61] ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

[62] ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.

[63] ἀλλ’ εἶμ’, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ’ ἐπακούσω

[64] ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.

[65] ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺναὐτῇ

[66] δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης

[67] ῥήγνυτο· ταὶ δ’ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο

[68] ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ

[69] Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ’ Ἀχιλῆα.

[70] τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,

[71] ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,

[72] καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

[73] τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

[74] ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται

[75] ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ’ εὔχεο χεῖρας ἀνασχὼν

[76] πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν

[77] σεῦ ἐπιδευομένους, παθέειν τ’ ἀεκήλια ἔργα.

[78] τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[79] μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·

[80] ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ’ ἑταῖρος

[81] Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων

[82] ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ’ Ἕκτωρ

[83] δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι

[84] καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

[85] ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.

[86] αἴθ’ ὄφελες σὺ μὲν αὖθι μετ’ ἀθανάτῃς ἁλίῃσι

[87] ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.

[88] νῦν δ’ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη

[89] παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις

[90] οἴκαδε νοστήσαντ’, ἐπεὶ οὐδ’ ἐμὲ θυμὸς ἄνωγε

[91] ζώειν οὐδ’ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ

[92] πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,

[93] Πατρόκλοιο δ’ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.

[94] τὸν δ’ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·

[95] ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ’ ἀγορεύεις·

[96] αὐτίκα γάρ τοι ἔπειταμεθ’ Ἕκτορα πότμος ἑτοῖμος.

[97] τὴν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[98] αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἑταίρῳ

[99] κτεινομένῳ ἐπαμῦναι· ὁ μὲν μάλα τηλόθι πάτρης

[100] ἔφθιτ’, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.

[101] νῦν δ’ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,

[102] οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ’ ἑτάροισι

[103] τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,

[104] ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,

[105] τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων

[106] ἐν πολέμῳ· ἀγορῇ δέ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι.

[107] ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο

[108] καὶ χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,

[109] ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο

[110] ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠύ̈τε καπνός·

[111] ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

[112] ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,

[113] θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·

[114] νῦν δ’ εἶμ’ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω

[115] Ἕκτορα· κῆρα δ’ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ

[116] Ζεὺς ἐθέλῃ τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.

[117] οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,

[118] ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·

[119] ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.

[120] ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,

[121] κείσομ’ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,

[122] καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων

[123] ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων

[124] δάκρυ’ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,

[125] γνοῖεν δ’ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·

[126] μὴ δέ μ’ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.

[127] τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

[128] ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι

[129] τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.

[130] ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται

[131] χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ

[132] αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι

[133] δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.

[134] ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος

[135] πρίν γ’ ἐμὲ δεῦρ’ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·

[136] ἠῶθεν γὰρ νεῦμαι ἅμ’ ἠελίῳ ἀνιόντι

[137] τεύχεα καλὰ φέρουσα παρ’ Ἡφαίστοιο ἄνακτος.

[138] ὣς ἄρα φωνήσασα πάλιν τράπεθ’ υἷος ἑοῖο,

[139] καὶ στρεφθεῖς’ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·

[140] ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον

[141] ὀψόμεναί τε γέρονθ’ ἅλιον καὶ δώματα πατρός,

[142] καί οἱ πάντ’ ἀγορεύσατ’· ἐγὼ δ’ ἐς μακρὸν Ὄλυμπον

[143] εἶμι παρ’ Ἥφαιστον κλυτοτέχνην, αἴ κ’ ἐθέλῃσιν

[144] υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.

[145] ὣς ἔφαθ’, αἳ δ’ ὑπὸ κῦμα θαλάσσης αὐτίκ’ ἔδυσαν·

[146] ἣ δ’ αὖτ’ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα

[147] ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε’ ἐνείκαι.

[148] τὴν μὲν ἄρ’ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ

[149] θεσπεσίῳ ἀλαλητῷ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο

[150] φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.

[151] οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ

[152] ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ’Ἀχιλῆος·

[153] αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι

[154] Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.

[155] τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ

[156] ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·

[157] τρὶς δὲ δύ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν

[158] νεκροῦ ἀπεστυφέλιξαν· ὁ δ’ ἔμπεδον ἀλκὶ πεποιθὼς

[159] ἄλλοτ’ ἐπαί̈ξασκε κατὰ μόθον, ἄλλοτε δ’ αὖτε

[160] στάσκε μέγα ἰάχων· ὀπίσω δ’ οὐ χάζετο πάμπαν.

[161] ὡς δ’ ἀπὸ σώματος οὔ τι λέοντ’ αἴθωνα δύνανται

[162] ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,

[163] ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ

[164] Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.

[165] καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,

[166] εἰ μὴ Πηλεί̈ωνι ποδήνεμος ὠκέα Ἶρις

[167] ἄγγελος ἦλθε θέους’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι

[168] κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.

[169] ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·

[170] ὄρσεο Πηλεί̈δη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν·

[171] Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ

[172] ἕστηκε πρὸ νεῶν· οἳ δ’ ἀλλήλους ὀλέκουσιν

[173] οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,

[174] οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν

[175] Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ

[176] ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε

[177] πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ἀπὸ δειρῆς.

[178] ἀλλ’ ἄνα μηδ’ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω

[179] Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·

[180] σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.

[181] τὴν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·

[182] Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;

[183] τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·

[184] Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·

[185] οὐδ’ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος

[186] ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.

[187] τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[188] πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε’ ἐκεῖνοι·

[189] μήτηρ δ’ οὔ με φίλη πρίν γ’ εἴα θωρήσσεσθαι

[190] πρίν γ’ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·

[191] στεῦτογὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν ἔντεα καλά.

[192] ἄλλου δ’ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,

[193] εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.

[194] ἀλλὰ καὶ αὐτὸς ὅ γ’ ἔλπομ’ ἐνὶ πρώτοισιν ὁμιλεῖ

[195] ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.

[196] τὸν δ’ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·

[197] εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε’ ἔχονται·

[198] ἀλλ’ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,

[199] αἴ κέ ς’ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο

[200] Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν

[201] τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.

[202] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη πόδας ὠκέα Ἶρις,

[203] αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διὶ̈ φίλος· ἀμφὶ δ’ Ἀθήνη

[204] ὤμοις ἰφθίμοισι βάλ’ αἰγίδα θυσσανόεσσαν,

[205] ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων

[206] χρύσεον, ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.

[207] ὡς δ’ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ’ ἵκηται

[208] τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,

[209] οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ

[210] ἄστεος ἐκ σφετέρου· ἅμα δ’ ἠελίῳ καταδύντι

[211] πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ’ αὐγὴ

[212] γίγνεται ἀί̈σσουσα περικτιόνεσσιν ἰδέσθαι,

[213] αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·

[214] ὣς ἀπ’ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ ἵκανε·

[215] στῆ δ’ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ’ ἐς Ἀχαιοὺς

[216] μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν.

[217] ἔνθα στὰς ἤϋς’, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη

[218] φθέγξατ’· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.

[219] ὡς δ’ ὅτ’ ἀριζήλη φωνή, ὅτε τ’ ἴαχε σάλπιγξ

[220] ἄστυ περιπλομένων δηί̈ων ὕπο θυμοραϊστέων,

[221] ὣς τότ’ ἀριζήλη φωνὴ γένετ’ Αἰακίδαο.

[222] οἳ δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,

[223] πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι

[224] ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.

[225] ἡνίοχοι δ’ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ

[226] δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεί̈ωνος

[227] δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.

[228] τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴαχε δῖος Ἀχιλλεύς,

[229] τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι.

[230] ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα φῶτες ἄριστοι

[231] ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ

[232] ἀσπασίως Πάτροκλον ὑπ’ ἐκ βελέων ἐρύσαντες

[233] κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ’ ἀμφέσταν ἑταῖροι

[234] μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ’ Ἀχιλλεὺς

[235] δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον

[236] κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,

[237] τόν ῥ’ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν

[238] ἐς πόλεμον, οὐδ’ αὖτις ἐδέξατο νοστήσαντα.

[239] Ἠέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρη

[240] πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·

[241] ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ

[242] φυλόπιδος κρατερῆς καὶ ὁμοιί̈ου πολέμοιο.

[243] Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης

[244] χωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,

[245] ἐς δ’ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.

[246] ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’, οὐδέ τις ἔτλη

[247] ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ’ Ἀχιλλεὺς

[248] ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς.

[249] τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύειν

[250] Πανθοί̈δης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·

[251] Ἕκτορι δ’ ἦεν ἑταῖρος, ἰῇ δ’ ἐν νυκτὶ γένοντο,

[252] ἀλλ’ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ’ ἔγχεϊ πολλὸν ἐνίκα·

[253] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

[254] ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε

[255] ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν

[256] ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν.

[257] ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ

[258] τόφρα δὲ ῥηί̈τεροι πολεμίζειν ἦσαν Ἀχαιοί·

[259] χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων

[260] ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.

[261] νῦν δ’ αἰνῶς δείδοικα ποδώκεα Πηλεί̈ωνα·

[262] οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει

[263] μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ

[264] ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,

[265] ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.

[266] ἀλλ’ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·

[267] νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεί̈ωνα

[268] ἀμβροσίη· εἰ δ’ ἄμμε κιχήσεται ἐνθάδ’ ἐόντας

[269] αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν

[270] γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν

[271] ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται

[272] Τρώων· αἲ γὰρ δή μοι ἀπ’ οὔατος ὧδε γένοιτο.

[273] εἰ δ’ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,

[274] νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι

[275] ὑψηλαί τε πύλαι σανίδες τ’ ἐπὶ τῇς ἀραρυῖαι

[276] μακραὶ ἐύ̈ξεστοι ἐζευγμέναιεἰρύσσονται·

[277] πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

[278] στησόμεθ’ ἂμ πύργους· τῷ δ’ ἄλγιον, αἴ κ’ ἐθέλῃσιν

[279] ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.

[280] ἂψ πάλιν εἶς’ ἐπὶ νῆας, ἐπεί κ’ ἐριαύχενας ἵππους

[281] παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·

[282] εἴσω δ’ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,

[283] οὐδέ ποτ’ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.

[284] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·

[285] Πουλυδάμα σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις,

[286] ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.

[287] ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;

[288] πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι

[289] πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·

[290] νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,

[291] πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν

[292] κτήματα περνάμεν’ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.

[293] νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω

[294] κῦδος ἀρέσθ’ ἐπὶ νηυσί, θαλάσσῃ τ’ ἔλσαι Ἀχαιούς,

[295] νήπιε μηκέτι ταῦτα νοήματα φαῖν’ ἐνὶ δήμῳ·

[296] οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.

[297] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.

[298] νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,

[299] καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·

[300] Τρώων δ’ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,

[301] συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·

[302] τῶντινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.

[303] πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

[304] νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

[305] εἰ δ’ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,

[306] ἄλγιον αἴ κ’ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε

[307] φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ’ ἄντην

[308] στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.

[309] ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.

[310] ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν

[311] νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.

[312] Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,

[313] Πουλυδάμαντι δ’ ἄρ’ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.

[314] δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ

[315] παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.

[316] τοῖσι δὲ Πηλεί̈δης ἁδινοῦ ἐξῆρχε γόοιο

[317] χεῖρας ἐπ’ ἀνδροφόνουσθέμενος στήθεσσιν ἑταίρου

[318] πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,

[319] ᾧ ῥά θ’ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ

[320] ὕλης ἐκ πυκινῆς· ὁ δέ τ’ ἄχνυται ὕστερος ἐλθών,

[321] πολλὰ δέ τ’ ἄγκε’ ἐπῆλθε μετ’ ἀνέρος ἴχνι’ ἐρευνῶν

[322] εἴ ποθεν ἐξεύροι·μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·

[323] ὣς ὁ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·

[324] ὢ πόποι ἦ ῥ’ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ

[325] θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·

[326] φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν

[327] Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληί̈δος αἶσαν.

[328] ἀλλ’ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·

[329] ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι

[330] αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ’ ἐμὲ νοστήσαντα

[331] δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς

[332] οὐδὲ Θέτις μήτηρ, ἀλλ’ αὐτοῦ γαῖα καθέξει.

[333] νῦν δ’ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν,

[334] οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι

[335] τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·

[336] δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω

[337] Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.

[338] τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,

[339] ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι

[340] κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,

[341] τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ

[342] πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.

[343] ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς

[344] ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα

[345] Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.

[346] οἳ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ,

[347] ἐν δ’ ἄρ’ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.

[348] γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ’ ὕδωρ·

[349] αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,

[350] καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ,

[351] ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·

[352] ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν

[353] ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.

[354] παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’ Ἀχιλῆα

[355] Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·

[356] Ζεὺς δ’ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·

[357] ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη

[358] ἀνστήσας’ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο

[359] ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.

[360] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·

[361] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

[362] καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,

[363] ὅς περ θνητός τ’ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·

[364] πῶς δὴ ἔγωγ’, ἥ φημι θεάων ἔμμεν ἀρίστη,

[365] ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις

[366] κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις,

[367] οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;

[368] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

[369] Ἡφαίστου δ’ ἵκανε δόμον Θέτις ἀργυρόπεζα

[370] ἄφθιτον ἀστερόεντα μεταπρεπέ’ ἀθανάτοισι

[371] χάλκεον, ὅν ῥ’ αὐτὸς ποιήσατο κυλλοποδίων.

[372] τὸν δ’ εὗρ’ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας

[373] σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν

[374] ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,

[375] χρύσεα δέ σφ’ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,

[376] ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ’ ἀγῶνα

[377] ἠδ’ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.

[378] οἳ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ’ οὔ πω

[379] δαιδάλεα προσέκειτο· τά ῥ’ ἤρτυε, κόπτεδὲ δεσμούς.

[380] ὄφρ’ ὅ γε ταῦτ’ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,

[381] τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.

[382] τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος

[383] καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·

[384] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[385] τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ

[386] αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

[387] ἀλλ’ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.

[388] ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.

[389] τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου

[390] καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

[391] κέκλετο δ’ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·

[392] Ἥφαιστε πρόμολ’ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.

[393] τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·

[394] ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,

[395] ἥ μ’ ἐσάως’ ὅτε μ’ ἄλγος ἀφίκετο τῆλε πεσόντα

[396] μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ’ ἐθέλησε

[397] κρύψαι χωλὸν ἐόντα· τότ’ἂν πάθον ἄλγεα θυμῷ,

[398] εἰ μή μ’ Εὐρυνόμη τε Θέτις θ’ ὑπεδέξατο κόλπῳ

[399] Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.

[400] τῇσι παρ’ εἰνάετες χάλκευον δαίδαλα πολλά,

[401] πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους

[402] ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο

[403] ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος

[404] ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,

[405] ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ’ ἐσάωσαν.

[406] ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ

[407] πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.

[408] ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,

[409] ὄφρ’ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.

[410] ἦ, καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη

[411] χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

[412] φύσας μέν ῥ’ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα

[413] λάρνακ’ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·

[414] σπόγγῳ δ’ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπομόργνυ

[415] αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,

[416] δῦ δὲ χιτῶν’, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε

[417] χωλεύων· ὑπὸ δ’ ἀμφίπολοι ῥώοντο ἄνακτι

[418] χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.

[419] τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ

[420] καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.

[421] αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὁ ἔρρων

[422] πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,

[423] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[424] τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ

[425] αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.

[426] αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

[427] εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

[428] τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·

[429] Ἥφαιστ’, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰς’ ἐν Ὀλύμπῳ,

[430] τοσσάδ’ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ

[431] ὅσς’ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν;

[432] ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν

[433] Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν

[434] πολλὰ μάλ’ οὐκ ἐθέλουσα. ὁ μὲν δὴ γήραϊ λυγρῷ

[435] κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,

[436] υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε

[437] ἔξοχον ἡρώων· ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶσος·

[438] τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς

[439] νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω

[440] Τρωσὶ μαχησόμενον· τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις

[441] οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.

[442] ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

[443] ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.

[444] κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,

[445] τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.

[446] ἤτοι ὁ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς

[447] Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε

[448] εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες

[449] Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον.

[450] ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι,

[451] αὐτὰρ ὁ Πάτροκλονπερὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,

[452] πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ’ ἅμα λαὸν ὄπασσε.

[453] πᾶν δ’ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·

[454] καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων

[455] πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν

[456] ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.

[457] τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ἱκάνομαι, αἴ κ’ ἐθέλῃσθα

[458] υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν

[459] καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας

[460] καὶ θώρηχ’· ὁ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος

[461] Τρωσὶ δαμείς· ὁ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.

[462] τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·

[463] θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

[464] αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην

[465] νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,

[466] ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε

[467] ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.

[468] ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ’ ἐπὶ φύσας·

[469] τὰς δ’ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.

[470] φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων

[471] παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,

[472] ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ’ αὖτε,

[473] ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο.

[474] χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε

[475] καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα

[476] θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ

[477] ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.

[478] ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε

[479] πάντοσε δαιδάλλων, περὶ δ’ ἄντυγα βάλλε φαεινὴν

[480] τρίπλακα μαρμαρέην, ἐκ δ’ ἀργύρεον τελαμῶνα.

[481] πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ

[482] ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.

[483] ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν,

[484] ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν,

[485] ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται,

[486] Πληϊάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος

[487] Ἄρκτόν θ’, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,

[488] ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,

[489] οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.

[490] ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων

[491] καλάς. ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν εἰλαπίναι τε,

[492] νύμφας δ’ ἐκ θαλάμων δαί̈δων ὕπο λαμπομενάων

[493] ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ’ ὑμέναιος ὀρώρει·

[494] κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον, ἐν δ’ ἄρα τοῖσιν

[495] αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες

[496] ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.

[497] λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος

[498] ὠρώρει, δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς

[499] ἀνδρὸς ἀποφθιμένου· ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναι

[500] δήμῳ πιφαύσκων, ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι·

[501] ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.

[502] λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·

[503] κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες

[504] εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,

[505] σκῆπτρα δὲ κηρύκων ἐν χέρς’ ἔχον ἠεροφώνων·

[506] τοῖσιν ἔπειτ’ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.

[507] κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,

[508] τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.

[509] τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν

[510] τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,

[511] ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι

[512] κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·

[513] οἳ δ’ οὔ πω πείθοντο, λόχῳ δ’ ὑπεθωρήσσοντο.

[514] τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα

[515] ῥύατ’ἐφεσταότες, μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας·

[516] οἳ δ’ ἴσαν· ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη

[517] ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,

[518] καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ

[519] ἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπολίζονες ἦσαν.

[520] οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι

[521] ἐν ποταμῷ, ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,

[522] ἔνθ’ ἄρα τοί γ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ.

[523] τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν

[524] δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.

[525] οἳ δὲ τάχα προγένοντο, δύω δ’ ἅμ’ ἕποντο νομῆες

[526] τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν.

[527] οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ’ ἔπειτα

[528] τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ

[529] ἀργεννέων οἰῶν, κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας.

[530] οἳ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν

[531] εἰράων προπάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων

[532] βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο.

[533] στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας,

[534] βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.

[535] ἐν δ’ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ,

[536] ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,

[537] ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·

[538] εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.

[539] ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο,

[540] νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας.

[541] ἐν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν

[542] εὐρεῖαν τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ

[543] ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.

[544] οἳ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,

[545] τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνου

[546] δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους,

[547] ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.

[548] ἣ δὲ μελαίνετ’ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,

[549] χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.

[550] ἐν δ’ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ’ ἔριθοι

[551] ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.

[552] δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,

[553] ἄλλα δ’ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.

[554] τρεῖς δ’ ἄρ’ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε

[555] παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες

[556] ἀσπερχὲς πάρεχον· βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ

[557] σκῆπτρον ἔχων ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ.

[558] κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυὶ̈ δαῖτα πένοντο,

[559] βοῦν δ’ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες

[560] δεῖπνον ἐρίθοισιν λεύκ’ ἄλφιτα πολλὰ πάλυνον.

[561] ἐν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν

[562] καλὴν χρυσείην· μέλανες δ’ ἀνὰ βότρυες ἦσαν,

[563] ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.

[564] ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκος ἔλασσε

[565] κασσιτέρου· μία δ’ οἴη ἀταρπιτὸς ἦεν ἐπ’ αὐτήν,

[566] τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.

[567] παρθενικαὶ δὲ καὶ ἠί̈θεοι ἀταλὰ φρονέοντες

[568] πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.

[569] τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ

[570] ἱμερόεν κιθάριζε, λίνον δ’ ὑπὸ καλὸν ἄειδε

[571] λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ

[572] μολπῇ τ’ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.

[573] ἐν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·

[574] αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,

[575] μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ

[576] πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.

[577] χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσι

[578] τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.

[579] σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτῃσι βόεσσι

[580] ταῦρον ἐρύγμηλον ἐχέτην· ὁ δὲ μακρὰ μεμυκὼς

[581] ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ’ αἰζηοί.

[582] τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην

[583] ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες

[584] αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.

[585] οἳ δ’ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,

[586] ἱστάμενοι δὲ μάλ’ ἐγγὺς ὑλάκτεον ἔκ τ’ ἀλέοντο.

[587] ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις

[588] ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,

[589] σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.

[590] ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,

[591] τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσῷ εὐρείῃ

[592] Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.

[593] ἔνθα μὲν ἠί̈θεοι καὶ παρθένοι ἀλφεσίβοιαι

[594] ὀρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.

[595] τῶν δ’ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας

[596] εἵατ’ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·

[597] καί ῥ’ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας

[598] εἶχον χρυσείας ἐξ ἀργυρέωντελαμώνων.

[599] οἳ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι

[600] ῥεῖα μάλ’, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν

[601] ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·

[602] ἄλλοτε δ’ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.

[603] πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος

[604] τερπόμενοι·

[605] δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς

[606] μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.

[607] ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο

[608] ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.

[609] αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,

[610] τεῦξ’ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,

[611] τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν

[612] καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,

[613] τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.

[614] αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,

[615] μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.

[616] ἣ δ’ ἴρηξ ὣς ἆλτο κατ’ Οὐλύμπου νιφόεντος

[617] τεύχεα μαρμαίροντα παρ’ Ἡφαίστοιο φέρουσα.