ΙΛΙΑΔΟΣ Ρ
Μενελάου ἀριστεία
[1] Οὐδ’ ἔλαθ’ Ἀτρέος υἱὸν ἀρηί̈φιλον Μενέλαον
[2] Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
[3] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
[4] ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖν’ ὥς τις περὶ πόρτακι μήτηρ
[5] πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
[6] ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
[7] πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντος’ ἐί̈σην,
[8] τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι.
[9] οὐδ’ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
[10] Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ’ ἄρ’ αὐτοῦ
[11] ἔστη, καὶ προσέειπεν ἀρηί̈φιλον Μενέλαον·
[12] Ἀτρεί̈δη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
[13] χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ’ ἔναρα βροτόεντα·
[14] οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ’ ἐπικούρων
[15] Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
[16] τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
[17] μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
[18] τὸν δὲ μέγ’ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
[19] Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
[20] οὔτ’ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
[21] οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
[22] θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
[23] ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
[24] οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
[25] ἧς ἥβης ἀπόνηθ’, ὅτε μ’ ὤνατο καί μ’ ὑπέμεινε
[26] καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
[27] ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
[28] εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
[29] ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
[30] στήῃς· ἀλλά ς’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω
[31] ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστας’ ἐμεῖο
[32] πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
[33] ὣς φάτο, τὸν δ’ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
[34] νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
[35] γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ’ ἀγορεύεις,
[36] χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
[37] ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
[38] ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
[39] εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας
[40] Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
[41] ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
[42] οὐδ’ ἔτ’ ἀδήριτος ἤτ’ ἀλκῆς ἤτε φόβοιο.
[43] ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντος’ ἐί̈σην·
[44] οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
[45] ἀσπίδ’ ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερος ὄρνυτο χαλκῷ
[46] Ἀτρεί̈δης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
[47] ἂψ δ’ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
[48] νύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
[49] ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή,
[50] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[51] αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
[52] πλοχμοί θ’, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
[53] οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
[54] χώρῳ ἐν οἰοπόλῳ, ὅθ’ ἅλις ἀναβέβροχεν ὕδωρ,
[55] καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
[56] παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
[57] ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
[58] βόθρου τ’ ἐξέστρεψε καὶ ἐξετάνυσς’ ἐπὶ γαίῃ·
[59] τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
[60] Ἀτρεί̈δης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ ἐσύλα.
[61] ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
[62] βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
[63] τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
[64] πρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
[65] δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ’ ἄνδρές τε νομῆες
[66] πολλὰ μάλ’ ἰύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσιν
[67] ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
[68] ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
[69] ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
[70] ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοί̈δαο
[71] Ἀτρεί̈δης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
[72] ὅς ῥά οἱ Ἕκτορ’ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
[73] ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
[74] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[75] Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
[76] ἵππους Αἰακίδαο δαί̈φρονος· οἳ δ’ ἀλεγεινοὶ
[77] ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι
[78] ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
[79] τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
[80] Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
[81] Πανθοί̈δην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
[82] ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
[83] Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
[84] πάπτηνεν δ’ ἄρ’ ἔπειτα κατὰ στίχας, αὐτίκα δ’ ἔγνω
[85] τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ’ ἐπὶ γαίῃ
[86] κείμενον· ἔρρει δ’ αἷμα κατ’ οὐταμένην ὠτειλήν.
[87] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
[88] ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
[89] ἀσβέστῳ· οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
[90] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[91] ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
[92] Πάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς,
[93] μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
[94] εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
[95] αἰδεσθείς, μή πώς με περιστήως’ ἕνα πολλοί·
[96] Τρῶας δ’ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
[97] ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
[98] ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
[99] ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
[100] τώ μ’ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται
[101] Ἕκτορι χωρήσαντ’, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
[102] εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
[103] ἄμφω κ’ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
[104] καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
[105] Πηλεί̈δῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
[106] εἷος ὁ ταῦθ’ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
[107] τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ’ ἄρ’ Ἕκτωρ.
[108] αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
[109] ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
[110] ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
[111] ἔγχεσι καὶ φωνῇ· τοῦ δ’ ἐν φρεσὶν ἄλκιμον ἦτορ
[112] παχνοῦται, ἀέκων δέ τ’ ἔβη ἀπὸ μεσσαύλοιο·
[113] ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
[114] στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
[115] παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
[116] τὸν δὲ μάλ’ αἶψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσης
[117] θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
[118] θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
[119] βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
[120] Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
[121] σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
[122] γυμνόν· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ.
[123] ὣς ἔφατ’, Αἴαντι δὲ δαί̈φρονι θυμὸν ὄρινε·
[124] βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
[125] Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα,
[126] ἕλχ’ ἵν’ ἀπ’ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
[127] τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
[128] Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον·
[129] Ἕκτωρ δ’ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ’ ἑταίρων,
[130] ἐς δίφρον δ’ ἀνόρουσε· δίδου δ’ ὅ γε τεύχεα καλὰ
[131] Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
[132] Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
[133] ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
[134] ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
[135] ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνει,
[136] πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
[137] ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
[138] Ἀτρεί̈δης δ’ ἑτέρωθεν ἀρηί̈φιλος Μενέλαος
[139] ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
[140] Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
[141] Ἕκτορ’ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
[142] Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
[143] ἦ ς’ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
[144] φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
[145] οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
[146] οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
[147] εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
[148] μάρνασθαι δηί̈οισιν ἐπ’ ἀνδράσι νωλεμὲς αἰεί.
[149] πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ ὅμιλον
[150] σχέτλι’, ἐπεὶ Σαρπηδόν’ ἅμα ξεῖνον καὶ ἑταῖρον
[151] κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
[152] ὅς τοι πόλλ’ ὄφελος γένετο πτόλεί̈ τε καὶ αὐτῷ
[153] ζωὸς ἐών· νῦν δ’ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
[154] τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
[155] οἴκαδ’ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
[156] εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
[157] ἄτρομον, οἷόν τ’ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
[158] ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
[159] αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
[160] εἰ δ’ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
[161] ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
[162] αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
[163] λύσειαν, καί κ’ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
[164] τοίου γὰρ θεράπων πέφατ’ ἀνέρος, ὃς μέγ’ ἄριστος
[165] Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
[166] ἀλλὰ σύ γ’ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
[167] στήμεναι ἄντα κατ’ ὄσσε ἰδὼν δηί̈ων ἐν ἀϋτῇ,
[168] οὐδ’ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
[169] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
[170] Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
[171] ὢ πόποι ἦ τ’ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
[172] τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
[173] νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
[174] ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
[175] οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
[176] ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
[177] ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
[178] ῥηϊδίως, ὁτὲ δ’ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
[179] ἀλλ’ ἄγε δεῦρο πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον,
[180] ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,
[181] ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
[182] σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
[183] ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας·
[184] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
[185] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
[186] ὄφρ’ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
[187] καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
[188] ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
[189] δηί̈ου ἐκ πολέμοιο· θέων δ’ ἐκίχανεν ἑταίρους
[190] ὦκα μάλ’ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
[191] οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεί̈ωνος.
[192] στὰς δ’ ἀπάνευθε μάχης πολυδακρύου ἔντε’ ἄμειβεν·
[193] ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
[194] Τρωσὶ φιλοπτολέμοισιν, ὁ δ’ ἄμβροτα τεύχεα δῦνε
[195] Πηλεί̈δεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες
[196] πατρὶ φίλῳ ἔπορον· ὁ δ’ ἄρα ᾧ παιδὶ ὄπασσε
[197] γηράς· ἀλλ’ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
[198] τὸν δ’ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
[199] τεύχεσι Πηλεί̈δαο κορυσσόμενον θείοιο,
[200] κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
[201] ἆ δείλ’ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
[202] ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ’ ἄμβροτα τεύχεα δύνεις
[203] ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
[204] τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
[205] τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
[206] εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,
[207] τῶνποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
[208] δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεί̈ωνος.
[209] ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων.
[210] Ἕκτορι δ’ ἥρμοσε τεύχε’ ἐπὶ χροί̈, δῦ δέ μιν Ἄρης
[211] δεινὸς ἐνυάλιος, πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸς
[212] ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
[213] βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
[214] τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεί̈ωνος.
[215] ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
[216] Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
[217] Ἀστεροπαῖόν τε Δεισήνορά θ’ Ἱππόθοόν τε
[218] Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
[219] τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
[220] κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
[221] οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
[222] ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
[223] ἀλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
[224] προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν.
[225] τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
[226] λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
[227] τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
[228] ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.
[229] ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
[230] Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
[231] ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ’ αὐτὸς
[232] ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
[233] ὣς ἔφαθ’, οἳ δ’ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
[234] δούρατ’ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
[235] νεκρὸν ὑπ’ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
[236] νήπιοι· ἦ τε πολέσσιν ἐπ’ αὐτῷ θυμὸν ἀπηύρα.
[237] καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
[238] ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
[239] ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
[240] οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
[241] ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ’ οἰωνούς,
[242] ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
[243] καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
[244] Ἕκτωρ, ἡμῖν δ’ αὖτ’ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
[245] ἀλλ’ ἄγ’ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
[246] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
[247] ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
[248] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[249] οἵ τε παρ’ Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
[250] δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
[251] λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
[252] ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
[253] ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
[254] ἀλλά τις αὐτὸς ἴτω,νεμεσιζέσθω δ’ ἐνὶ θυμῷ
[255] Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
[256] ὣς ἔφατ’, ὀξὺ δ’ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
[257] πρῶτος δ’ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
[258] τὸν δὲ μετ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
[259] Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
[260] τῶν δ’ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ’ εἴποι,
[261] ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
[262] Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ’ ἄρ’ Ἕκτωρ.
[263] ὡς δ’ ὅτ’ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
[264] βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ’ ἄκραι
[265] ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
[266] τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
[267] ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
[268] φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ’ ἄρά σφι
[269] λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
[270] χεῦ’, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
[271] ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
[272] μίσησεν δ’ ἄρα μιν δηί̈ων κυσὶ κύρμα γενέσθαι
[273] Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
[274] ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
[275] νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν’ αὐτῶν
[276] Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
[277] ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
[278] μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ’ ἐλέλιξεν
[279] Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργα τέτυκτο
[280] τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεί̈ωνα.
[281] ἴθυσεν δὲ διὰ προμάχων συὶ̈ εἴκελος ἀλκὴν
[282] καπρίῳ, ὅς τ’ ἐν ὄρεσσι κύνας θαλερούς τ’ αἰζηοὺς
[283] ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
[284] ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
[285] ῥεῖαμετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
[286] οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
[287] ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
[288] ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
[289] Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
[290] δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
[291] Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷ
[292] ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
[293] τὸν δ’ υἱὸς Τελαμῶνος ἐπαί̈ξας δι’ ὁμίλου
[294] πλῆξ’ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
[295] ἤρικε δ’ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
[296] πληγεῖς’ ἔγχεί̈ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
[297] ἐγκέφαλος δὲ παρ’ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
[298] αἱματόεις· τοῦ δ’ αὖθι λύθη μένος, ἐκ δ’ ἄρα χειρῶν
[299] Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
[300] κεῖσθαι· ὁ δ’ ἄγχ’ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
[301] τῆλ’ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
[302] θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
[303] ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
[304] Ἕκτωρ δ’ αὖτ’ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
[305] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
[306] τυτθόν· ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
[307] Φωκήων ὄχ’ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
[308] οἰκία ναιετάασκε πολέσς’ ἄνδρεσσιν ἀνάσσων,
[309] τὸν βάλ’ ὑπὸ κληῖ̈δα μέσην· διὰ δ’ ἀμπερὲς ἄκρη
[310] αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·
[311] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[312] Αἴας δ’ αὖ Φόρκυνα δαί̈φρονα Φαίνοπος υἱὸν
[313] Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
[314] ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς
[315] ἤφυς’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
[316] χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
[317] Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
[318] Φόρκυν θ’ Ἱππόθοόν τε, λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων.
[319] ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
[320] Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
[321] Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
[322] κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ’ αὐτὸς Ἀπόλλων
[323] Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
[324] κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
[325] κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
[326] τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
[327] Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
[328] Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
[329] κάρτεί̈ τε σθένεί̈ τε πεποιθότας ἠνορέῃ τε
[330] πλήθεί̈ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
[331] ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
[332] νίκην· ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε.
[333] ὣς ἔφατ’, Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα
[334] ἔγνω ἐς ἄντα ἰδών, μέγα δ’ Ἕκτορα εἶπε βοήσας·
[335] Ἕκτόρ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
[336] αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
[337] Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
[338] ἀλλ’ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
[339] Ζῆν’ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
[340] τώ ῥ’ ἰθὺς Δαναῶν ἴομεν, μηδ’ οἵ γε ἕκηλοι
[341] Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
[342] ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
[343] οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
[344] ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
[345] υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
[346] τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρηί̈φιλος Λυκομήδης,
[347] στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
[348] καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
[349] ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν,
[350] ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
[351] καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
[352] τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
[353] ἴθυσεν δὲ καὶ ὁ πρόφρων Δαναοῖσι μάχεσθαι·
[354] ἀλλ’ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
[355] ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ’ ἔχοντο.
[356] Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
[357] οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
[358] οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
[359] ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
[360] ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
[361] δεύετο πορφυρέῳ, τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον
[362] νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
[363] καὶ Δαναῶν· οὐδ’ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
[364] παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
[365] ἀλλήλοις ἀν’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
[366] ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
[367] οὔτέ ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
[368] ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι
[369] ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
[370] οἳ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
[371] εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι, πέπτατο δ’ αὐγὴ
[372] ἠελίου ὀξεῖα, νέφος δ’ οὐ φαίνετο πάσης
[373] γαίης οὐδ’ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
[374] ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
[375] πολλὸν ἀφεσταότες. τοὶ δ’ ἐν μέσῳ ἄλγε’ ἔπασχον
[376] ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
[377] ὅσσοι ἄριστοι ἔσαν· δύο δ’ οὔ πω φῶτε πεπύσθην
[378] ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
[379] Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ’ ἔτ’ ἔφαντο
[380] ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
[381] τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
[382] νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
[383] ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
[384] τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
[385] ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
[386] γούνατά τε κνῆμαί τε πόδες θ’ ὑπένερθεν ἑκάστου
[387] χεῖρές τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
[388] ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
[389] ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
[390] λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
[391] δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι
[392] κυκλός’, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ’ ἀλοιφὴ
[393] πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
[394] ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
[395] εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
[396] Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
[397] νῆας ἔπι γλαφυράς· περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει
[398] ἄγριος· οὐδέ κ’ Ἄρης λαοσσόος οὐδέ κ’ Ἀθήνη
[399] τόν γε ἰδοῦς’ ὀνόσαιτ’, οὐδ’ εἰ μάλα μιν χόλος ἵκοι·
[400] τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
[401] ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ’ ἄρα πώ τι
[402] ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
[403] πολλὸν γὰρ ῥ’ ἀπάνευθε νεῶν μάρναντο θοάων
[404] τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
[405] τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
[406] ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
[407] ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
[408] πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
[409] ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
[410] δὴ τότε γ’ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
[411] μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.
[412] οἳ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντες
[413] νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
[414] ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
[415] ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
[416] νῆας ἔπι γλαφυράς, ἀλλ’ αὐτοῦ γαῖα μέλαινα
[417] πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
[418] εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
[419] ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
[420] ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
[421] ὦ φίλοι, εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναι
[422] πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
[423] ὣς ἄρα τις εἴπεσκε, μένος δ’ ὄρσασκεν ἑκάστου.
[424] ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ’ ὀρυμαγδὸς
[425] χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο·
[426] ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
[427] κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
[428] ἐν κονίῃσι πεσόντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο.
[429] ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
[430] πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
[431] πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ ἀρειῇ·
[432] τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
[433] ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς,
[434] ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ’ ἐπὶ τύμβῳ
[435] ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
[436] ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
[437] οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
[438] θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
[439] ἡνιόχοιο πόθῳ· θαλερὴ δ’ ἐμιαίνετο χαίτη
[440] ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
[441] μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
[442] κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
[443] ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
[444] θνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε;
[445] ἦ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον;
[446] οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
[447] πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
[448] ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
[449] Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
[450] ἦ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως;
[451] σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ,
[452] ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
[453] νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
[454] κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
[455] δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
[456] ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠύ̈.
[457] τὼ δ’ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
[458] ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
[459] τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου
[460] ἵπποις ἀί̈σσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας·
[461] ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυμαγδοῦ,
[462] ῥεῖα δ’ ἐπαί̈ξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων.
[463] ἀλλ’ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
[464] οὐ γάρ πως ἦν οἶον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳ
[465] ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
[466] ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
[467] Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
[468] στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
[469] Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
[470] ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
[471] οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
[472] μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ’ Ἕκτωρ
[473] αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
[474] τὸν δ’ αὖτ’ Αὐτομέδων προσέφη Διώρεος υἱός·
[475] Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
[476] ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
[477] εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
[478] ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
[479] ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
[480] δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
[481] ὣς ἔφατ’, Ἀλκιμέδων δὲ βοηθόον ἅρμ’ ἐπορούσας
[482] καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
[483] Αὐτομέδων δ’ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
[484] αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγὺσἐόντα·
[485] Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
[486] ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαο
[487] ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
[488] τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
[489] σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
[490] τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
[491] ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἐὺ̈ς πάϊς Ἀγχίσαο.
[492] τὼ δ’ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
[493] αὔῃσι στερεῇσι· πολὺς δ’ ἐπελήλατο χαλκός.
[494] τοῖσι δ’ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
[495] ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
[496] αὐτώ τε κτενέειν ἐλάαν τ’ ἐριαύχενας ἵππους
[497] νήπιοι, οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι
[498] αὖτις ἀπ’ Αὐτομέδοντος. ὁ δ’ εὐξάμενος Διὶ πατρὶ
[499] ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
[500] αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
[501] Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
[502] ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
[503] Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀί̈ω,
[504] πρίν γ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
[505] νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
[506] Ἀργείων, ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
[507] ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
[508] Αἴαντ’ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
[509] ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστοι
[510] ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
[511] νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
[512] τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
[513] Ἕκτωρ Αἰνείας θ’, οἳ Τρώων εἰσὶν ἄριστοι.
[514] ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
[515] ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
[516] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,
[517] καὶ βάλεν Ἀρήτοιο κατ’ ἀσπίδα πάντος’ ἐί̈σην·
[518] ἣ δ’ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
[519] νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
[520] ὡς δ’ ὅτ’ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
[521] κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
[522] ἶνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν,
[523] ὣς ἄρ’ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
[524] νηδυίοισι μάλ’ ὀξὺ κραδαινόμενον λύε γυῖα.
[525] Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
[526] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
[527] πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
[528] οὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
[529] ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.
[530] καί νύ κε δὴ ξιφέεσς’ αὐτοσχεδὸν ὁρμηθήτην
[531] εἰ μή σφω’ Αἴαντε διέκριναν μεμαῶτε,
[532] οἵ ῥ’ ἦλθον καθ’ ὅμιλον ἑταίρου κικλήσκοντος·
[533] τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
[534] Ἕκτωρ Αἰνείας τ’ ἠδὲ Χρομίος θεοειδής,
[535] Ἄρητον δὲ κατ’ αὖθι λίπον δεδαϊγμένον ἦτορ
[536] κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
[537] τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
[538] ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
[539] κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
[540] ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
[541] θῆκ’, ἂν δ’ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
[542] αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
[543] ἂψ δ’ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
[544] ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
[545] οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
[546] ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ’ αὐτοῦ.
[547] ἠύ̈τε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
[548] Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
[549] ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
[550] ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
[551] ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
[552] δύσετ’ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
[553] πρῶτον δ’ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
[554] ἴφθιμον Μενέλαον· ὁ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
[555] εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
[556] σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
[557] ἔσσεται εἴ κ’ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
[558] τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
[559] ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
[560] τὴν δ’ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
[561] Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
[562] δοίη κάρτος ἐμοί, βελέων δ’ ἀπερύκοι ἐρωήν·
[563] τώ κεν ἔγωγ’ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
[564] Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
[565] ἀλλ’ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ’ ἀπολήγει
[566] χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
[567] ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
[568] ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
[569] ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
[570] καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
[571] ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
[572] ἰσχανάαι δακέειν, λαρόν τέ οἱ αἷμ’ ἀνθρώπου·
[573] τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
[574] βῆ δ’ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
[575] ἔσκε δ’ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
[576] ἀφνειός τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
[577] δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
[578] τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
[579] ἀί̈ξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
[580] δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεί̈δης Μενέλαος
[581] νεκρὸν ὑπ’ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
[582] Ἕκτορα δ’ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
[583] Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
[584] ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
[585] τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
[586] Ἕκτορ τίς κέ ς’ ἔτ’ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
[587] οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
[588] μαλθακὸς αἰχμητής· νῦν δ’ οἴχεται οἶος ἀείρας
[589] νεκρὸν ὑπ’ ἐκ Τρώων, σὸν δ’ ἔκτανε πιστὸν ἑταῖρον
[590] ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
[591] ὣς φάτο, τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
[592] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
[593] καὶ τότ’ ἄρα Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν
[594] μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
[595] ἀστράψας δὲ μάλα μεγάλ’ ἔκτυπε, τὴν δὲ τίναξε,
[596] νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ’ Ἀχαιούς.
[597] πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
[598] βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
[599] ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
[600] αἰχμὴ Πουλυδάμαντος· ὁ γάρ ῥ’ ἔβαλε σχεδὸν ἐλθών.
[601] Λήϊτον αὖθ’ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ
[602] υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
[603] τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
[604] ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
[605] Ἕκτορα δ’ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
[606] βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
[607] ἐν καυλῷ δ’ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
[608] Τρῶες· ὁ δ’ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
[609] δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ’ ἀπὸ τυτθὸν ἅμαρτεν·
[610] αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ’ ἡνίοχόν τε
[611] Κοίρανον, ὅς ῥ’ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ’ αὐτῷ·
[612] πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
[613] ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
[614] εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
[615] καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
[616] αὐτὸς δ’ ὤλεσε θυμὸν ὑφ’ Ἕκτορος ἀνδροφόνοιο·
[617] τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ’ ἄρ’ ὀδόντας
[618] ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
[619] ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ἡνία χεῦεν ἔραζε.
[620] καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
[621] κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
[622] μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
[623] γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ’ οὐκέτι κάρτος Ἀχαιῶν.
[624] ὣς ἔφατ’, Ἰδομενεὺς δ’ ἵμασεν καλλίτριχας ἵππους
[625] νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
[626] οὐδ’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
[627] Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
[628] τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
[629] ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
[630] γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
[631] τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅστις ἀφήῃ
[632] ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει·
[633] ἡμῖν δ’ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
[634] ἀλλ’ ἄγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
[635] ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
[636] χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
[637] οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’, οὐδ’ ἔτι φασὶν
[638] Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
[639] σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
[640] εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
[641] Πηλεί̈δῃ, ἐπεὶ οὔ μιν ὀί̈ομαι οὐδὲ πεπύσθαι
[642] λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ’ ἑταῖρος.
[643] ἀλλ’ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·
[644] ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
[645] Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν,
[646] ποίησον δ’ αἴθρην, δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι·
[647] ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
[648] ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
[649] αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
[650] ἠέλιος δ’ ἐπέλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαάνθη·
[651] καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
[652] σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
[653] ζωὸν ἔτ’ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
[654] ὄτρυνον δ’ Ἀχιλῆϊ δαί̈φρονι θᾶσσον ἰόντα
[655] εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος.
[656] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
[657] βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
[658] ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων,
[659] οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
[660] πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων
[661] ἰθύει, ἀλλ’ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
[662] ἀντίον ἀί̈σσουσι θρασειάων ἀπὸ χειρῶν,
[663] καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
[664] ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
[665] ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
[666] ἤϊε πόλλ’ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
[667] ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηί̈οισι λίποιεν.
[668] πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσς’ ἐπέτελλεν·
[669] Αἴαντ’ Ἀργείων ἡγήτορε Μηριόνη τε
[670] νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
[671] μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
[672] ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
[673] ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
[674] πάντοσε παπταίνων ὥς τ’ αἰετός, ὅν ῥά τέ φασιν
[675] ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
[676] ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
[677] θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος, ἀλλά τ’ ἐπ’ αὐτῷ
[678] ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
[679] ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
[680] πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
[681] εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
[682] τὸν δὲ μάλ’ αἶψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσης
[683] θαρσύνονθ’ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
[684] ἀγχοῦ δ’ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·
[685] Ἀντίλοχ’ εἰ δ’ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
[686] λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
[687] ἤδη μὲν σὲ καὶ αὐτὸν ὀί̈ομαι εἰσορόωντα
[688] γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,
[689] νίκη δὲ Τρώων· πέφαται δ’ ὤριστος Ἀχαιῶν
[690] Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
[691] ἀλλὰ σύ γ’ αἶψ’ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
[692] εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
[693] γυμνόν· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ.
[694] ὣς ἔφατ’, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
[695] δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
[696] δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
[697] ἀλλ’ οὐδ’ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
[698] βῆ δὲ θέειν, τὰ δὲ τεύχε’ ἀμύμονι δῶκεν ἑταίρῳ
[699] Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
[700] τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
[701] Πηλεί̈δῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
[702] οὐδ’ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
[703] τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
[704] Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
[705] ἀλλ’ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
[706] αὐτὸς δ’ αὖτ’ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
[707] στῆ δὲ παρ’ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
[708] κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
[709] ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
[710] νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
[711] οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
[712] ἡμεῖς δ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
[713] ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
[714] Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
[715] τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
[716] πάντα κατ’ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
[717] ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα
[718] νεκρὸν ἀείραντες φέρετ’ ἐκ πόνου· αὐτὰρ ὄπισθε
[719] νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
[720] ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
[721] μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες.
[722] ὣς ἔφαθ’, οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
[723] ὕψι μάλα μεγάλως· ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε
[724] Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
[725] ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ’ ἐπὶ κάπρῳ
[726] βλημένῳ ἀί̈ξωσι πρὸ κούρων θηρητήρων·
[727] ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
[728] ἀλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
[729] ἄψ τ’ ἀνεχώρησαν διά τ’ ἔτρεσαν ἄλλυδις ἄλλος.
[730] ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
[731] νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
[732] ἀλλ’ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτοὺς
[733] σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
[734] πρόσσω ἀί̈ξας περὶ νεκροῦ δηριάασθαι.
[735] ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
[736] νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
[737] ἄγριος ἠύ̈τε πῦρ, τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶν
[738] ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
[739] ἐν σέλαϊ μεγάλῳ· τὸ δ’ ἐπιβρέμει ἲς ἀνέμοιο.
[740] ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
[741] ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
[742] οἳ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
[743] ἕλκως’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
[744] ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
[745] τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
[746] ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
[747] Αἴαντ’ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
[748] ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
[749] ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
[750] ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
[751] πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
[752] ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
[753] Τρώων· οἳ δ’ ἅμ’ ἕποντο, δύω δ’ ἐν τοῖσι μάλιστα
[754] Αἰνείας τ’ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
[755] τῶν δ’ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
[756] οὖλον κεκλήγοντες, ὅτε προί̈δωσιν ἰόντα
[757] κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
[758] ὣς ἄρ’ ὑπ’ Αἰνείαι τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
[759] οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
[760] πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ’ ἀμφί τε τάφρον
[761] φευγόντων Δαναῶν· πολέμου δ’ οὐ γίγνετ’ ἐρωή.