Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Π


ΙΛΙΑΔΟΣ Π

Πατρόκλεια

[1] Ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·

[2] Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν

[3] δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,

[4] ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.

[5] τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,

[6] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[7] τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠύ̈τε κούρη

[8] νηπίη, ἥ θ’ ἅμα μητρὶ θέους’ ἀνελέσθαι ἀνώγει

[9] εἱανοῦ ἁπτομένη, καί τ’ ἐσσυμένην κατερύκει,

[10] δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ’ ἀνέληται·

[11] τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.

[12] ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,

[13] ἦέ τιν’ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;

[14] ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,

[15] ζώει δ’ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;

[16] τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.

[17] ἦε σύ γ’ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται

[18] νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;

[19] ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

[20] τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·

[21] ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν

[22] μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.

[23] οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,

[24] ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.

[25] βέβληται μὲν ὁ Τυδεί̈δης κρατερὸς Διομήδης,

[26] οὔτασται δ’ Ὀδυσεὺς δουρικλυτὸς ἠδ’ Ἀγαμέμνων,

[27] βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.

[28] τοὺς μέν τ’ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται

[29] ἕλκε’ ἀκειόμενοι· σὺ δ’ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.

[30] μὴ ἐμέ γ’ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις

[31] αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ

[32] αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;

[33] νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,

[34] οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα

[35] πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.

[36] εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις

[37] καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,

[38] ἀλλ’ ἐμέ περ πρόες ὦχ’, ἃμα δ’ ἄλλον λαὸν ὄπασσον

[39] Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.

[40] δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,

[41] αἴ κ’ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο

[42] Τρῶες, ἀναπνεύσωσι δ’ Ἀρήϊοι υἷες Ἀχαιῶν

[43] τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.

[44] ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ

[45] ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

[46] ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν

[47] οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.

[48] τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[49] ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·

[50] οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,

[51] οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·

[52] ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,

[53] ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι

[54] καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·

[55] αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.

[56] κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,

[57] δουρὶ δ’ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,

[58] τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων

[59] Ἀτρεί̈δης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην.

[60] ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ’ ἄρα πως ἦν

[61] ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε

[62] οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ’ ὁπότ’ ἂν δὴ

[63] νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.

[64] τύνη δ’ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,

[65] ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,

[66] εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε

[67] νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης

[68] κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες

[69] Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε

[70] θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον

[71] ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους

[72] πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων

[73] ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.

[74] οὐ γὰρ Τυδεί̈δεω Διομήδεος ἐν παλάμῃσι

[75] μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·

[76] οὐδέ πω Ἀτρεί̈δεω ὀπὸς ἔκλυον αὐδήσαντος

[77] ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ’ Ἕκτορος ἀνδροφόνοιο

[78] Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ’ ἀλαλητῷ

[79] πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.

[80] ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων

[81] ἔμπες’ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο

[82] νῆας ἐνιπρήσωσι, φίλον δ’ ἀπὸ νόστον ἕλωνται.

[83] πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,

[84] ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι

[85] πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην

[86] ἂψ ἀπονάσσωσιν, ποτὶ δ’ ἀγλαὰ δῶρα πόρωσιν.

[87] ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι

[88] δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,

[89] μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν

[90] Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·

[91] μὴ δ’ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι

[92] Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,

[93] μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰειγενετάων

[94] ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·

[95] ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι

[96] θήῃς, τοὺς δ’ ἔτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι.

[97] αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

[98] μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,

[99] μήτέ τις Ἀργείων, νῶϊν δ’ ἐκδῦμεν ὄλεθρον,

[100] ὄφρ’ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.

[101] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

[102] Αἴας δ’ οὐκ ἔτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·

[103] δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ

[104] βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ

[105] πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ’ αἰεὶ

[106] κὰπ φάλαρ’ εὐποίηθ’· ὁ δ’ ἀριστερὸν ὦμον ἔκαμνεν

[107] ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο

[108] ἀμφ’ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.

[109] αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς

[110] πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν

[111] ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.

[112] ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,

[113] ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.

[114] Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς

[115] πλῆξ’ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,

[116] ἀντικρὺ δ’ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας

[117] πῆλ’ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ αὐτοῦ

[118] αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.

[119] γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε

[120] ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε

[121] Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·

[122] χάζετο δ’ ἐκ βελέων. τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρ

[123] νηὶ̈ θοῇ· τῆς δ’ αἶψα κατ’ ἀσβέστη κέχυτο φλόξ.

[124] ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς

[125] μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·

[126] ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·

[127] λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηί̈οιο ἰωήν·

[128] μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·

[129] δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.

[130] ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.

[131] κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

[132] καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

[133] δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε

[134] ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.

[135] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

[136] χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·

[137] κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

[138] ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.

[139] εἵλετο δ’ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.

[140] ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο

[141] βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν

[142] πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς

[143] Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων

[144] Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.

[145] ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,

[146] τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,

[147] πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.

[148] τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους

[149] Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,

[150] τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη

[151] βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.

[152] ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,

[153] τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς,

[154] ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι.

[155] Μυρμιδόνας δ’ ἄρ’ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς

[156] πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς

[157] ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,

[158] οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες

[159] δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·

[160] καί τ’ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου

[161] λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ

[162] ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς

[163] στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·

[164] τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες

[165] ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο

[166] ῥώοντ’· ἐν δ’ ἄρα τοῖσιν ἀρήϊος ἵστατ’ Ἀχιλλεύς,

[167] ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

[168] πεντήκοντ’ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς

[169] ἐς Τροίην ἡγεῖτο Διὶ̈ φίλος· ἐν δὲ ἑκάστῃ

[170] πεντήκοντ’ ἔσαν ἄνδρες ἐπὶ κληῖ̈σιν ἑταῖροι·

[171] πέντε δ’ ἄρ’ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει

[172] σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.

[173] τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ

[174] υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·

[175] ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη

[176] Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,

[177] αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,

[178] ὅς ῥ’ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.

[179] τῆς δ’ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε

[180] παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη

[181] Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης

[182] ἠράσατ’, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν

[183] ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.

[184] αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς παρελέξατο λάθρῃ

[185] Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν

[186] Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.

[187] αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια

[188] ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,

[189] τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο

[190] ἠγάγετο πρὸς δώματ’, ἐπεὶ πόρε μυρία ἕδνα,

[191] τὸν δ’ ὁ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ’ ἀτίταλλεν

[192] ἀμφαγαπαζόμενος ὡς εἴ θ’ ἑὸν υἱὸν ἐόντα.

[193] τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε

[194] Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν

[195] ἔγχεϊ μάρνασθαι μετὰ Πηλεί̈ωνος ἑταῖρον.

[196] τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,

[197] πέμπτης δ’ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.

[198] αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς

[199] στῆσεν ἐὺ̈ κρίνας, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·

[200] Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,

[201] ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι

[202] πάνθ’ ὑπὸ μηνιθμόν, καί μ’ ᾐτιάασθε ἕκαστος·

[203] σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα ς’ ἔτρεφε μήτηρ,

[204] νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·

[205] οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν

[206] αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.

[207] ταῦτά μ’ ἀγειρόμενοι θάμ’ ἐβάζετε· νῦν δὲ πέφανται

[208] φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ’ ἐράασθε.

[209] ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.

[210] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[211] μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.

[212] ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι

[213] δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,

[214] ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.

[215] ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ·

[216] ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

[217] νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.

[218] πάντων δὲ προπάροιθε δύ’ ἀνέρε θωρήσσοντο

[219] Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες

[220] πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς

[221] βῆ ῥ’ ἴμεν ἐς κλισίην, χηλοῦ δ’ ἀπὸ πῶμ’ ἀνέῳγε

[222] καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα

[223] θῆκ’ ἐπὶ νηὸς ἄγεσθαι ἐὺ̈ πλήσασα χιτώνων

[224] χλαινάων τ’ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.

[225] ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος

[226] οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον,

[227] οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.

[228] τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ

[229] πρῶτον, ἔπειτα δ’ ἔνιψ’ ὕδατος καλῇσι ῥοῇσι,

[230] νίψατο δ’ αὐτὸς χεῖρας, ἀφύσσατο δ’ αἴθοπα οἶνον.

[231] εὔχετ’ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον

[232] οὐρανὸν εἰσανιδών· Δία δ’ οὐ λάθε τερπικέραυνον·

[233] Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων

[234] Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ

[235] σοὶ ναίους’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,

[236] ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,

[237] τίμησας μὲν ἐμέ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν,

[238] ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ·

[239] αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,

[240] ἀλλ’ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι

[241] μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,

[242] θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ

[243] εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν

[244] ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι

[245] μαίνονθ’, ὁππότ’ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.

[246] αὐτὰρ ἐπεί κ’ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,

[247] ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο

[248] τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.

[249] ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε μητίετα Ζεύς.

[250] τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε·

[251] νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε

[252] δῶκε, σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι.

[253] ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ

[254] ἂψ κλισίην εἰσῆλθε, δέπας δ’ ἀπέθηκ’ ἐνὶ χηλῷ,

[255] στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης, ἔτι δ’ ἤθελε θυμῷ

[256] εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.

[257] οἳ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες

[258] ἔστιχον, ὄφρ’ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.

[259] αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο

[260] εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες

[261] αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί’ ἔχοντας

[262] νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.

[263] τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης

[264] κινήσῃ ἀέκων, οἳ δ’ ἄλκιμον ἦτορ ἔχοντες

[265] πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.

[266] τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες

[267] ἐκ νηῶν ἐχέοντο· βοὴ δ’ ἄσβεστος ὀρώρει.

[268] Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[269] Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος

[270] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

[271] ὡς ἂν Πηλεί̈δην τιμήσομεν, ὃς μέγ’ ἄριστος

[272] Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,

[273] γνῷ δὲ καὶ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

[274] ἣν ἄτην, ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

[275] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,

[276] ἐν δ’ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες

[277] σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν.

[278] Τρῶες δ’ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν

[279] αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,

[280] πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες

[281] ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεί̈ωνα

[282] μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ’ ἑλέσθαι·

[283] πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

[284] Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ

[285] ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,

[286] νηὶ̈ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,

[287] καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς

[288] ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος·

[289] τὸν βάλε δεξιὸν ὦμον· ὁ δ’ ὕπτιος ἐν κονίῃσι

[290] κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν

[291] Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν

[292] ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.

[293] ἐκ νηῶν δ’ ἔλασεν, κατὰ δ’ ἔσβεσεν αἰθόμενον πῦρ.

[294] ἡμιδαὴς δ’ ἄρα νηῦς λίπετ’ αὐτόθι· τοὶ δὲ φόβηθεν

[295] Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ’ ἐπέχυντο

[296] νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ’ ἀλίαστος ἐτύχθη.

[297] ὡς δ’ ὅτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο

[298] κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,

[299] ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

[300] καὶ νάπαι, οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,

[301] ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ

[302] τυτθὸν ἀνέπνευσαν, πολέμου δ’ οὐ γίγνετ’ ἐρωή·

[303] οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν

[304] προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,

[305] ἀλλ’ ἔτ’ ἄρ’ ἀνθίσταντο, νεῶν δ’ ὑπόεικον ἀνάγκῃ.

[306] ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης

[307] ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς

[308] αὐτίκ’ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν

[309] ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

[310] ῥῆξεν δ’ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶγαίῃ

[311] κάππες’· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα

[312] στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα.

[313] Φυλεί̈δης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας

[314] ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος

[315] μυὼν ἀνθρώπου πέλεται· περὶ δ’ ἔγχεος αἰχμῇ

[316] νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.

[317] Νεστορίδαι δ’ ὁ μὲν οὔτας’ Ἀτύμνιον ὀξέϊ δουρὶ

[318] Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·

[319] ἤριπε δὲ προπάροιθε. Μάρις δ’ αὐτοσχεδὰ δουρὶ

[320] Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς

[321] στὰς πρόσθεν νέκυος· τοῦ δ’ ἀντίθεος Θρασυμήδης

[322] ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ’ ἀφάμαρτεν,

[323] ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ

[324] δρύψ’ ἀπὸ μυώνων, ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξε·

[325] δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.

[326] ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε

[327] βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι

[328] υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν

[329] θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.

[330] Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας

[331] ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι

[332] λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.

[333] πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσε

[334] ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

[335] Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ

[336] ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντισαν ἄμφω·

[337] τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν

[338] ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν

[339] φάσγανον ἐρραίσθη· ὁ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε

[340] Πηνέλεως, πᾶν δ’ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’ οἶον

[341] δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.

[342] Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι

[343] νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·

[344] ἤριπε δ’ ἐξ ὀχέων, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς.

[345] Ἰδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ

[346] νύξε· τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε

[347] νέρθεν ὑπ’ ἐγκεφάλοιο, κέασσε δ’ ἄρ’ ὀστέα λευκά·

[348] ἐκ δ’ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω

[349] αἵματος ὀφθαλμοί· τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας

[350] πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.

[351] οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.

[352] ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι

[353] σίνται ὑπ’ ἐκ μήλων αἱρεύμενοι, αἵ τ’ ἐν ὄρεσσι

[354] ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες

[355] αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·

[356] ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο

[357] δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.

[358] Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ

[359] ἵετ’ ἀκοντίσσαι· ὁ δὲ ἰδρείῃ πολέμοιο

[360] ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους

[361] σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.

[362] ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·

[363] ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ’ ἐρίηρας ἑταίρους.

[364] ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω

[365] αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,

[366] ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,

[367] οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ’ ἵπποι

[368] ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν

[369] Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.

[370] πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι

[371] ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ’ ἀνάκτων,

[372] Πάτροκλος δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων

[373] Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε

[374] πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ’ ἀέλλη

[375] σκίδναθ’ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι

[376] ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

[377] Πάτροκλος δ’ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,

[378] τῇ ῥ’ ἔχ’ ὁμοκλήσας· ὑπὸ δ’ ἄξοσι φῶτες ἔπιπτον

[379] πρηνέες ἐξ ὀχέων, δίφροι δ’ ἀνακυμβαλίαζον.

[380] ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι

[381] ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,

[382] πρόσσω ἱέμενοι, ἐπὶ δ’ Ἕκτορι κέκλετοθυμός·

[383] ἵετο γὰρ βαλέειν· τὸν δ’ ἔκφερον ὠκέες ἵπποι.

[384] ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν

[385] ἤματ’ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ

[386] Ζεύς, ὅτε δή ῥ’ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,

[387] οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,

[388] ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·

[389] τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,

[390] πολλὰς δὲ κλιτῦς τότ’ ἀποτμήγουσι χαράδραι,

[391] ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι

[392] ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ’ ἀνθρώπων·

[393] ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.

[394] Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,

[395] ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος

[396] εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ

[397] νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο

[398] κτεῖνε μεταί̈σσων, πολέων δ’ ἀπετίνυτο ποινήν.

[399] ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ

[400] στέρνον γυμνωθέντα παρ’ ἀσπίδα, λῦσε δὲ γυῖα·

[401] δούπησεν δὲ πεσών· ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν

[402] δεύτερον ὁρμηθείς· ὁ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ

[403] ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ ἄρα χειρῶν

[404] ἡνία ἠί̈χθησαν· ὁ δ’ ἔγχεϊ νύξε παραστὰς

[405] γναθμὸν δεξιτερόν, διὰ δ’ αὐτοῦ πεῖρεν ὀδόντων,

[406] ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς

[407] πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν

[408] ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·

[409] ὣς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,

[410] κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.

[411] αὐτὰρ ἔπειτ’ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ

[412] μέσσην κὰκ κεφαλήν· ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη

[413] ἐν κόρυθι βριαρῇ· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ γαίῃ

[414] κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.

[415] αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην

[416] Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε

[417] Ἰφέα τ’ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον

[418] πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

[419] Σαρπηδὼν δ’ ὡς οὖν ἴδ’ ἀμιτροχίτωνας ἑταίρους

[420] χέρς’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,

[421] κέκλετ’ ἄρ’ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·

[422] αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.

[423] ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος, ὄφρα δαείω

[424] ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε

[425] Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν.

[426] ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

[427] Πάτροκλος δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.

[428] οἳ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι

[429] πέτρῃ ἐφ’ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,

[430] ὣς οἳ κεκλήγοντες ἐπ’ ἀλλήλοισιν ὄρουσαν.

[431] τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,

[432] Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·

[433] ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν

[434] μοῖρ’ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.

[435] διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,

[436] ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης

[437] θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,

[438] ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.

[439] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·

[440] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

[441] ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ

[442] ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;

[443] ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

[444] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

[445] αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,

[446] φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος

[447] πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·

[448] πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται

[449] υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.

[450] ἀλλ’ εἴ τοι φίλος ἐστί, τεὸν δ’ ὀλοφύρεται ἦτορ,

[451] ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ

[452] χέρς’ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·

[453] αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,

[454] πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον

[455] εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,

[456] ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε

[457] τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

[458] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

[459] αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε

[460] παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε

[461] φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.

[462] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,

[463] ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,

[464] ὅς ῥ’ ἠὺ̈ς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,

[465] τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.

[466] Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ

[467] δεύτερον ὁρμηθείς, ὁ δὲ Πήδασον οὔτασεν ἵππον

[468] ἔγχεϊ δεξιὸν ὦμον· ὁ δ’ ἔβραχε θυμὸν ἀί̈σθων,

[469] κὰδ δ’ ἔπες’ ἐν κονίῃσι μακών, ἀπὸ δ’ ἔπτατο θυμός.

[470] τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι

[471] σύγχυτ’, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.

[472] τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·

[473] σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ

[474] ἀί̈ξας ἀπέκοψε παρήορον οὐδ’ ἐμάτησε·

[475] τὼ δ’ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·

[476] τὼ δ’ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.

[477] ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,

[478] Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ

[479] ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· ὁ δ’ ὕστερος ὄρνυτο χαλκῷ

[480] Πάτροκλος· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,

[481] ἀλλ’ ἔβαλ’ ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἁδινὸν κῆρ.

[482] ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωὶ̈ς

[483] ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρες

[484] ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·

[485] ὣς ὁ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς

[486] βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.

[487] ἠύ̈τε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν

[488] αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,

[489] ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,

[490] ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων

[491] κτεινόμενος μενέαινε, φίλον δ’ ὀνόμηνεν ἑταῖρον·

[492] Γλαῦκε πέπον πολεμιστὰ μετ’ ἀνδράσι νῦν σε μάλα χρὴ

[493] αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·

[494] νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.

[495] πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας

[496] πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·

[497] αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.

[498] σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος

[499] ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ’ Ἀχαιοὶ

[500] τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

[501] ἀλλ’ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.

[502] ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν

[503] ὀφθαλμοὺς ῥῖνάς θ’· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων

[504] ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·

[505] τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυς’ αἰχμήν.

[506] Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας

[507] ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων.

[508] Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀί̈οντι·

[509] ὠρίνθη δέ οἱ ἦτορ ὅ τ’ οὐ δύνατο προσαμῦναι.

[510] χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν

[511] ἕλκος, ὁ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ

[512] τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.

[513] εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·

[514] κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ

[515] εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντος’ ἀκούειν

[516] ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.

[517] ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ

[518] ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα

[519] τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ·

[520] ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι

[521] ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ ὤριστος ὄλωλε

[522] Σαρπηδὼν Διὸς υἱός· ὁ δ’ οὐ οὗ παιδὸς ἀμύνει.

[523] ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,

[524] κοίμησον δ’ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισι

[525] κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,

[526] αὐτός τ’ ἀμφὶ νέκυικατατεθνηῶτι μάχωμαι.

[527] ὣς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων.

[528] αὐτίκα παῦς’ ὀδύνας ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο

[529] αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.

[530] Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε

[531] ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.

[532] πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας

[533] πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·

[534] αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων

[535] Πουλυδάμαντ’ ἔπι Πανθοί̈δην καὶ Ἀγήνορα δῖον,

[536] βῆ δὲ μετ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,

[537] ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

[538] Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,

[539] οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης

[540] θυμὸν ἀποφθινύθουσι· σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν.

[541] κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,

[542] ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·

[543] τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμας’ ἔγχεϊ χάλκεος Ἄρης.

[544] ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,

[545] μὴ ἀπὸ τεύχε’ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν

[546] Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,

[547] τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.

[548] ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος

[549] ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος

[550] ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ’ αὐτῷ

[551] λαοὶ ἕποντ’, ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·

[552] βὰν δ’ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ’ ἄρά σφιν

[553] Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς

[554] ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·

[555] Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·

[556] Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,

[557] οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν ἢ καὶ ἀρείους.

[558] κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν

[559] Σαρπηδών· ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες,

[560] τεύχεά τ’ ὤμοιιν ἀφελοίμεθα, καί τιν’ ἑταίρων

[561] αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.

[562] ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.

[563] οἳ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας

[564] Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,

[565] σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι

[566] δεινὸν ἀύ̈σαντες· μέγα δ’ ἔβραχε τεύχεα φωτῶν.

[567] Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,

[568] ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.

[569] ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·

[570] βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν

[571] υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,

[572] ὅς ῥ’ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε

[573] τὸ πρίν· ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας

[574] ἐς Πηλῆ’ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·

[575] οἳ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι

[576] Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.

[577] τόν ῥα τόθ’ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ

[578] χερμαδίῳ κεφαλήν· ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη

[579] ἐν κόρυθι βριαρῇ· ὁ δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷ

[580] κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.

[581] Πατρόκλῳ δ’ ἄρ’ ἄχος γένετο φθιμένου ἑτάροιο,

[582] ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς

[583] ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε·

[584] ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε

[585] ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.

[586] καί ῥ’ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν

[587] αὐχένα χερμαδίῳ, ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντας.

[588] χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.

[589] ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,

[590] ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐνἀέθλῳ

[591] ἠὲ καὶ ἐν πολέμῳ δηί̈ων ὕπο θυμοραϊστέων,

[592] τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ’ Ἀχαιοί.

[593] Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων

[594] ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον

[595] Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων

[596] ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.

[597] τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ

[598] στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·

[599] δούπησεν δὲ πεσών· πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιούς,

[600] ὡς ἔπες’ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,

[601] στὰν δ’ ἀμφ’ αὐτὸν ἰόντες ἀολλέες· οὐδ’ ἄρ’ Ἀχαιοὶ

[602] ἀλκῆς ἐξελάθοντο, μένος δ’ ἰθὺς φέρον αὐτῶν.

[603] ἔνθ’ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν

[604] Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς

[605] Ἰδαίου ἐτέτυκτο, θεὸς δ’ ὣς τίετο δήμῳ.

[606] τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς

[607] ᾤχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν.

[608] Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·

[609] ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.

[610] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·

[611] πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν

[612] οὔδει ἐνισκίμφθη, ἐπὶ δ’ οὐρίαχος πελεμίχθη

[613] ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης.

[614] αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης

[615] ᾤχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.

[616] Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·

[617] Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα

[618] ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ ς’ ἔβαλόν περ.

[619] τὸν δ’ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·

[620] Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα

[621] πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα

[622] ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.

[623] εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,

[624] αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς

[625] εὖχος ἐμοὶ δοίης, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ.

[626] ὣς φάτο, τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·

[627] Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;

[628] ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι

[629] νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.

[630] ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ·

[631] τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.

[632] ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς.

[633] τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει

[634] οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ’ ἀκουή,

[635] ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης

[636] χαλκοῦ τε ῥινοῦ τε βοῶν τ’ εὐποιητάων,

[637] νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.

[638] οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον

[639] ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν

[640] ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.

[641] οἳ δ’ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι

[642] σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας

[643] ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·

[644] ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς

[645] τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,

[646] ἀλλὰ κατ’ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,

[647] πολλὰ μάλ’ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,

[648] ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ

[649] αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ

[650] χαλκῷ δῃώσῃ, ἀπό τ’ ὤμων τεύχε’ ἕληται,

[651] ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.

[652] ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

[653] ὄφρ’ ἠὺ̈ς θεράπων Πηληϊάδεω Ἀχιλῆος

[654] ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν

[655] ὤσαιτο προτὶ ἄστυ, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο.

[656] Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·

[657] ἐς δίφρον δ’ ἀναβὰς φύγαδ’ ἔτραπε, κέκλετο δ’ ἄλλους

[658] Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.

[659] ἔνθ’ οὐδ’ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν

[660] πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ

[661] κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ’ αὐτῷ

[662] κάππεσον, εὖτ’ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.

[663] οἳ δ’ ἄρ’ ἀπ’ ὤμοιιν Σαρπηδόνος ἔντε’ ἕλοντο

[664] χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας

[665] δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.

[666] καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

[667] εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον

[668] ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα

[669] πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι

[670] χρῖσόν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσον·

[671] πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι

[672] ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα

[673] θήσους’ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,

[674] ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε

[675] τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.

[676] ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.

[677] βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,

[678] αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας

[679] πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι

[680] χρῖσέν τ’ ἀμβροσίῃ, περὶ δ’ ἄμβροτα εἵματα ἕσσε·

[681] πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,

[682] ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα

[683] κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.

[684] Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας

[685] Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ’ ἀάσθη

[686] νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν

[687] ἦ τ’ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.

[688] ἀλλ’ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·

[689] ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην

[690] ῥηϊδίως, ὅτε δ’ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·

[691] ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.

[692] ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξας

[693] Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;

[694] Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον

[695] καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,

[696] αὐτὰρ ἔπειτ’ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·

[697] τοὺς ἕλεν· οἳ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.

[698] ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν

[699] Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,

[700] εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου

[701] ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ’ ἀρήγων.

[702] τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο

[703] Πάτροκλος, τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων

[704] χείρεσς’ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.

[705] ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

[706] δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·

[707] χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα

[708] σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,

[709] οὐδ’ ὑπ’ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.

[710] ὣς φάτο, Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀπίσσω

[711] μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.

[712] Ἕκτωρ δ’ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·

[713] δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,

[714] ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.

[715] ταῦτ’ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων

[716] ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε

[717] Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο

[718] αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,

[719] ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·

[720] τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

[721] Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.

[722] αἴθ’ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·

[723] τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.

[724] ἀλλ’ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,

[725] αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.

[726] ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

[727] Κεβριόνῃ δ’ ἐκέλευσε δαί̈φρονι φαίδιμος Ἕκτωρ

[728] ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων

[729] δύσεθ’ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν

[730] ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

[731] Ἕκτωρ δ’ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ’ ἐνάριζεν·

[732] αὐτὰρ ὁ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.

[733] Πάτροκλος δ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε

[734] σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον

[735] μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,

[736] ἧκε δ’ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,

[737] οὐδ’ ἁλίωσε βέλος, βάλε δ’ Ἕκτορος ἡνιοχῆα

[738] Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο

[739] ἵππων ἡνί’ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.

[740] ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν

[741] ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν

[742] αὐτοῦ πρόσθε ποδῶν· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς

[743] κάππες’ ἀπ’ εὐεργέος δίφρου, λίπε δ’ ὀστέα θυμός.

[744] τὸν δ’ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·

[745] ὢ πόποι ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.

[746] εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,

[747] πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν

[748] νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,

[749] ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.

[750] ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.

[751] ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει

[752] οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραί̈ζων

[753] ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·

[754] ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.

[755] Ἕκτωρ δ’ αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε.

[756] τὼ περὶ Κεβριόναο λέονθ’ ὣς δηρινθήτην,

[757] ὥ τ’ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο

[758] ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·

[759] ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς

[760] Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ

[761] ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

[762] Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·

[763] Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι

[764] Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

[765] ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιιν

[766] οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην

[767] φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,

[768] αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους

[769] ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,

[770] ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισιθορόντες

[771] δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.

[772] πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει

[773] ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,

[774] πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέλιξαν

[775] μαρναμένων ἀμφ’ αὐτόν· ὁ δ’ ἐν στροφάλιγγι κονίης

[776] κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.

[777] ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

[778] τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός·

[779] ἦμος δ’ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,

[780] καὶ τότε δή ῥ’ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.

[781] ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν

[782] Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ’ ὤμων τεύχε’ ἕλοντο,

[783] Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.

[784] τρὶς μὲν ἔπειτ’ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ

[785] σμερδαλέα ἰάχων, τρὶς δ’ ἐννέα φῶτας ἔπεφνεν.

[786] ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

[787] ἔνθ’ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·

[788] ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ

[789] δεινός· ὁ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,

[790] ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·

[791] στῆ δ’ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ’ ὤμω

[792] χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.

[793] τοῦ δ’ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·

[794] ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ’ ἵππων

[795] αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι

[796] αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν

[797] ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,

[798] ἀλλ’ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον

[799] ῥύετ’ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν

[800] ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.

[801] πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος

[802] βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ’ ὤμων

[803] ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.

[804] λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.

[805] τὸν δ’ ἄτη φρένας εἷλε, λύθεν δ’ ὑπὸ φαίδιμα γυῖα,

[806] στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ

[807] ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ

[808] Πανθοί̈δης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο

[809] ἔγχεί̈ θ’ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·

[810] καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ’ ἵππων

[811] πρῶτ’ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·

[812] ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ

[813] οὐδὲ δάμασς’· ὁ μὲν αὖτις ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ,

[814] ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ’ ὑπέμεινε

[815] Πάτροκλον γυμνόν περ ἐόντ’ ἐν δηϊοτῆτι.

[816] Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς

[817] ἂψἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.

[818] Ἕκτωρ δ’ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον

[819] ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,

[820] ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ

[821] νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

[822] δούπησεν δὲ πεσών, μέγα δ’ ἤκαχε λαὸν Ἀχαιῶν·

[823] ὡς δ’ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,

[824] ὥ τ’ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον

[825] πίδακος ἀμφ’ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·

[826] πολλὰ δέ τ’ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·

[827] ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν

[828] Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,

[829] καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·

[830] Πάτροκλ’ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,

[831] Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας

[832] ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν

[833] νήπιε· τάων δὲ πρόσθ’ Ἕκτορος ὠκέες ἵπποι

[834] ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ’ αὐτὸς

[835] Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω

[836] ἦμαρ ἀναγκαῖον· σὲ δέ τ’ ἐνθάδε γῦπες ἔδονται.

[837] ἆ δείλ’, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,

[838] ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ’ ἰόντι·

[839] μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε

[840] νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο

[841] αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαί̈ξαι.

[842] ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.

[843] τὸν δ’ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·

[844] ἤδη νῦν Ἕκτορ μεγάλ’ εὔχεο· σοὶ γὰρ ἔδωκε

[845] νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν

[846] ῥῃδίως· αὐτοὶ γὰρ ἀπ’ ὤμων τεύχε’ ἕλοντο.

[847] τοιοῦτοι δ’ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,

[848] πάντές κ’ αὐτόθ’ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

[849] ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,

[850] ἀνδρῶν δ’ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.

[851] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

[852] οὔ θην οὐδ’ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη

[853] ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ

[854] χερσὶ δαμέντ’ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.

[855] ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·

[856] ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει

[857] ὃν πότμον γοόωσα λιποῦς’ ἀνδροτῆτα καὶ ἥβην.

[858] τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·

[859] Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;

[860] τίς δ’ οἶδ’ εἴ κ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο

[861] φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;

[862] ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς

[863] εἴρυσε λὰξ προσβάς, τὸν δ’ ὕπτιον ὦς’ ἀπὸ δουρός.

[864] αὐτίκα δὲ ξὺν δουρὶ μετ’ Αὐτομέδοντα βεβήκει

[865] ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·

[866] ἵετο γὰρ βαλέειν· τὸν δ’ ἔκφερον ὠκέες ἵπποι

[867] ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.