Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ο


ΙΛΙΑΔΟΣ Ο

Παλίωξις παρὰ τῶν νεῶν

[1] Αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

[2] φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

[3] οἳ μὲν δὴ παρ’ ὄχεσφιν ἐρητύοντο μένοντες

[4] χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς

[5] Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,

[6] στῆ δ’ ἄρ’ ἀναί̈ξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

[7] τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

[8] Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·

[9] Ἕκτορα δ’ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ’ ἑταῖροι

[10] εἵαθ’, ὁ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι κῆρ ἀπινύσσων

[11] αἷμ’ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν.

[12] τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

[13] δεινὰ δ’ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·

[14] ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

[15] Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.

[16] οὐ μὰν οἶδ’ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

[17] πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.

[18] ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

[19] ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

[20] χρύσεον ἄρρηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν

[21] ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

[22] λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι

[23] ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ’ ἂν ἵκηται

[24] γῆν ὀλιγηπελέων· ἐμὲ δ’ οὐδ’ ὧς θυμὸν ἀνίει

[25] ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,

[26] τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας

[27] πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα,

[28] καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας.

[29] τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

[30] Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.

[31] τῶν ς’ αὖτις μνήσω ἵν’ ἀπολλήξῃς ἀπατάων,

[32] ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,

[33] ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ’ ἀπάτησας.

[34] ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

[35] καί μιν φωνήσας’ ἔπεα πτερόεντα προσηύδα·

[36] ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

[37] καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

[38] ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

[39] σή θ’ ἱερὴ κεφαλὴ καὶ νωί̈τερον λέχος αὐτῶν

[40] κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·

[41] μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

[42] πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ’ ἀρήγει,

[43] ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

[44] τειρομένους δ’ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

[45] αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην

[46] τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.

[47] ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

[48] καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

[49] εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπις πότνια Ἥρη

[50] ἶσον ἐμοὶ φρονέουσα μετ’ ἀθανάτοισι καθίζοις,

[51] τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,

[52] αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

[53] ἀλλ’ εἰ δή ῥ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

[54] ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

[55] Ἶρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,

[56] ὄφρ’ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

[57] ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι

[58] παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱκέσθαι,

[59] Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,

[60] αὖτις δ’ ἐμπνεύσῃσι μένος, λελάθῃ δ’ ὀδυνάων

[61] αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

[62] αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,

[63] φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

[64] Πηλεί̈δεω Ἀχιλῆος· ὁ δ’ ἀνστήσει ὃν ἑταῖρον

[65] Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ

[66] Ἰλίου προπάροιθε πολέας ὀλέσαντ’ αἰζηοὺς

[67] τοὺς ἄλλους, μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

[68] τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

[69] ἐκ τοῦ δ’ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

[70] αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ’ Ἀχαιοὶ

[71] Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

[72] τὸ πρὶν δ’ οὔτ’ ἄρ’ ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον

[73] ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω

[74] πρίν γε τὸ Πηλεί̈δαο τελευτηθῆναι ἐέλδωρ,

[75] ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ’ ἐπένευσα κάρητι,

[76] ἤματι τῷ ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

[77] λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

[78] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

[79] βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

[80] ὡς δ’ ὅτ’ ἂν ἀί̈ξῃ νόος ἀνέρος, ὅς τ’ ἐπὶ πολλὴν

[81] γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ

[82] ἔνθ’ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,

[83] ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·

[84] ἵκετο δ’ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ’ ἐπῆλθεν

[85] ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες

[86] πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

[87] ἣ δ’ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ

[88] δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

[89] καί μιν φωνήσας’ ἔπεα πτερόεντα προσηύδα·

[90] Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·

[91] ἦ μάλα δή ς’ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

[92] τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη·

[93] μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ

[94] οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

[95] ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐί̈σης·

[96] ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

[97] οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι

[98] πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

[99] οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

[100] ἣ μὲν ἄρ’ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,

[101] ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ’ ἐγέλασσε

[102] χείλεσιν, οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν

[103] ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·

[104] νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·

[105] ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες

[106] ἢ ἔπει ἠὲ βίῃ· ὁ δ’ ἀφήμενος οὐκ ἀλεγίζει

[107] οὐδ’ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι

[108] κάρτεί̈ τε σθένεί̈ τε διακριδὸν εἶναι ἄριστος.

[109] τὼ ἔχεθ’ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.

[110] ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηί̈ γε πῆμα τετύχθαι·

[111] υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν

[112] Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.

[113] ὣς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ

[114] χερσὶ καταπρηνέσς’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·

[115] μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες

[116] τίσασθαι φόνον υἷος ἰόντ’ ἐπὶ νῆας Ἀχαιῶν,

[117] εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ

[118] κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν.

[119] ὣς φάτο, καί ῥ’ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

[120] ζευγνύμεν, αὐτὸς δ’ ἔντε’ ἐδύσετο παμφανόωντα.

[121] ἔνθά κ’ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

[122] πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

[123] εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

[124] ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

[125] τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο καὶ σάκος ὤμων,

[126] ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

[127] χάλκεον· ἣ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·

[128] μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως

[129] οὔατ’ ἀκουέμεν ἐστί, νόος δ’ ἀπόλωλε καὶ αἰδώς.

[130] οὐκ ἀί̈εις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη

[131] ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

[132] ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ

[133] ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,

[134] αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

[135] αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς

[136] λείψει, ὁ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

[137] μάρψει δ’ ἑξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί.

[138] τώ ς’ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·

[139] ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

[140] ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ

[141] πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

[142] ὣς εἰποῦς’ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.

[143] Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

[144] Ἶρίν θ’, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

[145] καί σφεας φωνήσας’ ἔπεα πτερόεντα προσηύδα·

[146] Ζεὺς σφὼ εἰς Ἴδην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα·

[147] αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ’ εἰς ὦπα ἴδησθε,

[148] ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.

[149] ἣ μὲν ἄρ’ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

[150] ἕζετο δ’ εἰνὶ θρόνῳ· τὼ δ’ ἀί̈ξαντε πετέσθην.

[151] Ἴδην δ’ ἵκανον πολυπίδακα μητέρα θηρῶν,

[152] εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ

[153] ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

[154] τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο

[155] στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,

[156] ὅττί οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

[157] Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·

[158] βάσκ’ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

[159] πάντα τάδ’ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

[160] παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο

[161] ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

[162] εἰ δέ μοι οὐκ ἐπέεσς’ ἐπιπείσεται, ἀλλ’ ἀλογήσει,

[163] φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

[164] μή μ’ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ

[165] μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι

[166] καὶ γενεῇ πρότερος· τοῦ δ’ οὐκ ὄθεται φίλον ἦτορ

[167] ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

[168] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

[169] βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

[170] ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα

[171] ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

[172] ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

[173] ἀγχοῦ δ’ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·

[174] ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

[175] ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.

[176] παυσάμενόν ς’ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

[177] ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

[178] εἰ δέ οἱ οὐκ ἐπέεσς’ ἐπιπείσεαι, ἀλλ’ ἀλογήσεις,

[179] ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

[180] ἐνθάδ’ ἐλεύσεσθαι· σὲ δ’ ὑπεξαλέασθαι ἄνωγε

[181] χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι

[182] καὶ γενεῇ πρότερος· σὸν δ’ οὐκ ὄθεται φίλον ἦτορ

[183] ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

[184] τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·

[185] ὢ πόποι ἦ ῥ’ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν

[186] εἴ μ’ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.

[187] τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα

[188] Ζεὺς καὶ ἐγώ, τρίτατος δ’ Ἀί̈δης ἐνέροισιν ἀνάσσων.

[189] τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ’ ἔμμορε τιμῆς·

[190] ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ

[191] παλλομένων, Ἀί̈δης δ’ ἔλαχε ζόφον ἠερόεντα,

[192] Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·

[193] γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

[194] τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

[195] καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.

[196] χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

[197] θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

[198] ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

[199] οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

[200] τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·

[201] οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

[202] τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

[203] ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

[204] οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

[205] τὴν δ’ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·

[206] Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·

[207] ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ.

[208] ἀλλὰ τόδ’ αἰνὸν ἄχοσκραδίην καὶ θυμὸν ἱκάνει

[209] ὁππότ’ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

[210] νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.

[211] ἀλλ’ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·

[212] ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·

[213] αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

[214] Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

[215] Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ’ ἐθελήσει

[216] ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,

[217] ἴστω τοῦθ’ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

[218] ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

[219] δῦνε δὲ πόντον ἰών, πόθεσαν δ’ ἥρωες Ἀχαιοί.

[220] καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·

[221] ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν·

[222] ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

[223] οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

[224] ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

[225] οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.

[226] ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ

[227] ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

[228] χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ’ ἐτελέσθη.

[229] ἀλλὰσύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν,

[230] τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·

[231] σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·

[232] τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ’ ἂν Ἀχαιοὶ

[233] φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

[234] κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

[235] ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.

[236] ὣς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

[237] βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

[238] ὠκέϊ φασσοφόνῳ, ὅς τ’ ὤκιστος πετεηνῶν.

[239] εὗρ’ υἱὸν Πριάμοιο δαί̈φρονος Ἕκτορα δῖον

[240] ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν,

[241] ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς

[242] παύετ’, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.

[243] ἀγχοῦ δ’ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

[244] Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ ἄλλων

[245] ἧς’ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;

[246] τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

[247] τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ’ εἴρεαι ἄντην;

[248] οὐκ ἀί̈εις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

[249] οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας

[250] χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;

[251] καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀί̈δαο

[252] ἤματι τῷδ’ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.

[253] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

[254] θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων

[255] ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν

[256] Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ

[257] ῥύομ’, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.

[258] ἀλλ’ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι

[259] νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·

[260] αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον

[261] πᾶσαν λειανέω, τρέψω δ’ ἥρωας Ἀχαιούς.

[262] ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.

[263] ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

[264] δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

[265] εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

[266] κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

[267] ὤμοις ἀί̈σσονται· ὁ δ’ ἀγλαί̈ηφι πεποιθὼς

[268] ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·

[269] ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα

[270] ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

[271] οἳ δ’ ὥς τ’ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

[272] ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·

[273] τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

[274] εἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·

[275] τῶν δέ θ’ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος

[276] εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·

[277] ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

[278] νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

[279] αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ’ ἐποιχόμενον στίχας ἀνδρῶν

[280] τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.

[281] τοῖσι δ’ ἔπειτ’ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,

[282] Αἰτωλῶν ὄχ’ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι

[283] ἐσθλὸς δ’ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν

[284] νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·

[285] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·

[286] ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι,

[287] οἷον δ’ αὖτ’ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας

[288] Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου

[289] χερσὶν ὑπ’ Αἴαντος θανέειν Τελαμωνιάδαο.

[290] ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν

[291] Ἕκτορ’, ὁ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ’ ἔλυσεν,

[292] ὡς καὶ νῦν ἔσσεσθαι ὀί̈ομαι· οὐ γὰρ ἄτερ γε

[293] Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

[294] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

[295] πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·

[296] αὐτοὶ δ’, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ’ εἶναι,

[297] στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες

[298] δούρατ’ ἀνασχόμενοι· τὸν δ’ οἴω καὶ μεμαῶτα

[299] θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.

[300] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

[301] οἳ μὲν ἄρ’ ἀμφ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα

[302] Τεῦκρον Μηριόνην τε Μέγην τ’ ἀτάλαντον Ἄρηϊ

[303] ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες

[304] Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω

[305] ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.

[306] Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ

[307] μακρὰ βιβάς· πρόσθεν δὲ κί’ αὐτοῦ Φοῖβος Ἀπόλλων

[308] εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ’ αἰγίδα θοῦριν

[309] δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ’, ἣν ἄρα χαλκεὺς

[310] Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·

[311] τὴν ἄρ’ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.

[312] Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες, ὦρτο δ’ ἀϋτὴ

[313] ὀξεῖ’ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ

[314] θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν

[315] ἄλλα μὲν ἐν χροὶ̈ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν,

[316] πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν

[317] ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

[318] ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων,

[319] τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.

[320] αὐτὰρ ἐπεὶ κατ’ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων

[321] σεῖς’, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν

[322] ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.

[323] οἳ δ’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ’ οἰῶν

[324] θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ

[325] ἐλθόντ’ ἐξαπίνης σημάντορος οὐ παρεόντος,

[326] ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων

[327] ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

[328] ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.

[329] Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,

[330] τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,

[331] τὸνδὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·

[332] Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.

[333] ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

[334] ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν

[335] ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς

[336] γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς·

[337] Ἴασος αὖτ’ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,

[338] υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.

[339] Μηκιστῆ δ’ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης

[340] πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ’ ἕλε δῖος Ἀγήνωρ.

[341] Δηί̈οχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε

[342] φεύγοντ’ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

[343] ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα, τόφρα δ’ Ἀχαιοὶ

[344] τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ

[345] ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.

[346] Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας

[347] νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα·

[348] ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,

[349] αὐτοῦ οἱ θάνατον μητίσομαι,οὐδέ νυ τόν γε

[350] γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,

[351] ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.

[352] ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους

[353] κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ

[354] πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους

[355] ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων

[356] ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων

[357] ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον

[358] μακρὴν ἠδ’ εὐρεῖαν, ὅσον τ’ ἐπὶ δουρὸς ἐρωὴ

[359] γίγνεται, ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.

[360] τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων

[361] αἰγίδ’ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

[362] ῥεῖα μάλ’, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,

[363] ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν

[364] ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.

[365] ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν

[366] σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.

[367] ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

[368] ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

[369] χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·

[370] Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

[371] εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·

[372] Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεί̈ περ πολυπύρῳ

[373] ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων

[374] εὔχετο νοστῆσαι, σὺ δ’ ὑπέσχεο καὶ κατένευσας,

[375] τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,

[376] μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

[377] ὣς ἔφατ’ εὐχόμενος, μέγα δ’ ἔκτυπε μητίετα Ζεύς,

[378] ἀράων ἀί̈ων Νηληϊάδαο γέροντος.

[379] Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,

[380] μᾶλλον ἐπ’ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.

[381] οἳ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο

[382] νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ’ ἐπείγῃ

[383] ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ’ ὀφέλλει·

[384] ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,

[385] ἵππους δ’ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο

[386] ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ’ ἵππων,

[387] οἳ δ’ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες

[388] μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο

[389] ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.

[390] Πάτροκλος δ’ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε

[391] τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,

[392] τόφρ’ ὅ γ’ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο

[393] ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ’ ἕλκεϊ λυγρῷ

[394] φάρμακ’ ἀκέσματ’ ἔπασσε μελαινάων ὀδυνάων.

[395] αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε

[396] Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

[397] ᾤμωξέν τ’ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ

[398] χερσὶ καταπρηνέσς’, ὀλοφυρόμενος δ’ ἔπος ηὔδα·

[399] Εὐρύπυλ’ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ’ ἔμπης

[400] ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·

[401] ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε

[402] σπεύσομαι εἰς Ἀχιλῆα, ἵν’ ὀτρύνω πολεμίζειν.

[403] τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω

[404] παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

[405] τὸν μὲν ἄρ’ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ

[406] Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ’ ἐδύναντο

[407] παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·

[408] οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας

[409] ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.

[410] ἀλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει

[411] τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης

[412] εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,

[413] ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·

[414] ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,

[415] Ἕκτωρ δ’ ἄντ’ Αἴαντος ἐείσατο κυδαλίμοιο.

[416] τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο

[417] οὔθ’ ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα

[418] οὔθ’ ὁ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων.

[419] ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας

[420] πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.

[421] δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.

[422] Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν

[423] ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,

[424] Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[425] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

[426] μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,

[427] ἀλλ’ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ

[428] τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

[429] ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.

[430] τοῦ μὲν ἅμαρθ’, ὁ δ’ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν

[431] Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ’ αὐτῷ

[432] ναῖ’,ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,

[433] τόν ῥ’ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ

[434] ἑσταότ’ ἄγχ’ Αἴαντος· ὁ δ’ ὕπτιος ἐν κονίῃσι

[435] νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.

[436] Αἴας δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

[437] Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος

[438] Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα

[439] ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·

[440] τὸν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ

[441] ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;

[442] ὣς φάθ’, ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,

[443] τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

[444] ἰοδόκον· μάλα δ’ ὦκα βέλεα Τρώεσσιν ἐφίει.

[445] καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν

[446] Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοί̈δαο

[447] ἡνία χερσὶν ἔχοντα· ὁ μὲν πεπόνητο καθ’ ἵππους·

[448] τῇ γὰρ ἔχ’ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες

[449] Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ’ αὐτῷ

[450] ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.

[451] αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·

[452] ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησανδέ οἱ ἵπποι

[453] κείν’ ὄχεα κροτέοντες. ἄναξ δ’ ἐνόησε τάχιστα

[454] Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.

[455] τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,

[456] πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα

[457] ἵππους· αὐτὸς δ’ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

[458] Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ

[459] αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,

[460] εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.

[461] ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ’ ἐφύλασσεν

[462] Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,

[463] ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ

[464] ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ

[465] ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.

[466] Τεῦκρος δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

[467] ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει

[468] δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,

[469] νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα

[470] πρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.

[471] τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

[472] ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς

[473] κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·

[474] αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ

[475] μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.

[476] μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν

[477] νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.

[478] ὣς φάθ’, ὁ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,

[479] αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον,

[480] κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν

[481] ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

[482] εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

[483] βῆ δ’ ἰέναι, μάλα δ’ ὦκα θέων Αἴαντι παρέστη.

[484] Ἕκτωρ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,

[485] Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[486] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

[487] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς

[488] νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν

[489] ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.

[490] ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,

[491] ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,

[492] ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,

[493] ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ’ ἀρήγει.

[494] ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων

[495] βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ

[496] τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης

[497] τεθνάμεν· ἀλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,

[498] καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ

[499] οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

[500] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[501] Αἴας δ’ αὖθ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·

[502] αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι

[503] ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.

[504] ἦ ἔλπεσθ’ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ

[505] ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;

[506] ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα

[507] Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;

[508] οὐ μὰν ἔς γε χορὸν κέλετ’ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.

[509] ἡμῖν δ’ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων

[510] ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.

[511] βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι

[512] ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι

[513] ὧδ’ αὔτως παρὰ νηυσὶν ὑπ’ ἀνδράσι χειροτέροισιν.

[514] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[515] ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν

[516] ἀρχὸν Φωκήων, Αἴας δ’ ἕλε Λαοδάμαντα

[517] ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·

[518] Πουλυδάμας δ’ Ὦτον Κυλλήνιον ἐξενάριξε

[519] Φυλεί̈δεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.

[520] τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὁ δ’ ὕπαιθα λιάσθη

[521] Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων

[522] εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·

[523] αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.

[524] δούπησεν δὲ πεσών· ὁ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.

[525] τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐὺ̈ εἰδὼς

[526] Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν

[527] Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,

[528] ὃς τότε Φυλεί̈δαο μέσον σάκος οὔτασε δουρὶ

[529] ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,

[530] τόν ῥ’ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς

[531] ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.

[532] ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης

[533] ἐς πόλεμον φορέειν δηί̈ων ἀνδρῶν ἀλεωρήν·

[534] ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκες’ ὄλεθρον.

[535] τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης

[536] κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ ὀξυόεντι,

[537] ῥῆξε δ’ ἀφ’ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε

[538] κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.

[539] εἷος ὁ τῷ πολέμιζε μένων, ἔτι δ’ ἔλπετο νίκην,

[540] τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,

[541] στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ’ ὦμον ὄπισθεν·

[542] αἰχμὴ δὲ στέρνοιο διέσσυτομαιμώωσα

[543] πρόσσω ἱεμένη· ὁ δ’ ἄρα πρηνὴς ἐλιάσθη.

[544] τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε’ ἀπ’ ὤμων

[545] συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε

[546] πᾶσι μάλα, πρῶτον δ’ Ἱκεταονίδην ἐνένιπεν

[547] ἴφθιμον Μελάνιππον. ὁ δ’ ὄφρα μὲν εἰλίποδας βοῦς

[548] βόσκ’ ἐν Περκώτῃ δηί̈ων ἀπὸ νόσφιν ἐόντων·

[549] αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

[550] ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,

[551] ναῖε δὲ πὰρ Πριάμῳ, ὁ δέ μιν τίεν ἶσα τέκεσσι·

[552] τόν ῥ’ Ἕκτωρ ἐνένιπεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·

[553] οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ

[554] ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;

[555] οὐχ ὁράαις οἷον Δόλοπος περὶ τεύχε’ ἕπουσιν;

[556] ἀλλ’ ἕπευ· οὐ γὰρ ἔτ’ ἔστιν ἀποσταδὸν Ἀργείοισι

[557] μάρνασθαι, πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ κατ’ ἄκρης

[558] Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.

[559] ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς·

[560] Ἀργείους δ’ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·

[561] ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ,

[562] ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.

[563] αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·

[564] φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.

[565] ὣς ἔφαθ’, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,

[566] ἐν θυμῷ δ’ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας

[567] ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.

[568] Ἀντίλοχον δ’ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·

[569] Ἀντίλοχ’ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,

[570] οὔτε ποσὶν θάσσων οὔτ’ ἄλκιμος ὡς σὺ μάχεσθαι·

[571] εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.

[572] ὣς εἰπὼν ὁ μὲν αὖτις ἀπέσσυτο, τὸν δ’ ὀρόθυνεν·

[573] ἐκ δ’ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ

[574] ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο

[575] ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν,

[576] ἀλλ’ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον

[577] νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.

[578] δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.

[579] Ἀντίλοχος δ’ ἐπόρουσε κύων ὥς, ὅς τ’ ἐπὶ νεβρῷ

[580] βλημένῳ ἀί̈ξῃ, τόν τ’ ἐξ εὐνῆφι θορόντα

[581] θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·

[582] ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ’ Ἀντίλοχος μενεχάρμης

[583] τεύχεα συλήσων· ἀλλ’ οὐ λάθεν Ἕκτορα δῖον,

[584] ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.

[585] Ἀντίλοχος δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,

[586] ἀλλ’ ὅ γ’ ἄρ’ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,

[587] ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι

[588] φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·

[589] ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

[590] ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·

[591] στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

[592] Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι

[593] νηυσὶν ἐπεσσεύοντο, Διὸς δ’ ἐτέλειον ἐφετμάς,

[594] ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν

[595] Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ’ ὀρόθυνεν.

[596] Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι

[597] Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ

[598] ἐμβάλοι ἀκάματον, Θέτιδος δ’ ἐξαίσιον ἀρὴν

[599] πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς

[600] νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.

[601] ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν

[602] θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.

[603] τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν

[604] Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.

[605] μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ

[606] οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·

[607] ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε

[608] λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ

[609] σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο

[610] Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ’ αἰθέρος ἦεν ἀμύντωρ

[611] Ζεύς, ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα

[612] τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν

[613] ἔσσεσθ’· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ

[614] Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεί̈δαο βίηφιν.

[615] καί ῥ’ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,

[616] ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα·

[617] ἀλλ’ οὐδ’ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·

[618] ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠύ̈τε πέτρη

[619] ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,

[620] ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

[621] κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·

[622] ὣς Δαναοὶ Τρῶας μένονἔμπεδον οὐδὲ φέβοντο.

[623] αὐτὰρ ὁ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ,

[624] ἐν δ’ ἔπες’ ὡς ὅτε κῦμα θοῇ ἐν νηὶ̈ πέσῃσι

[625] λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα

[626] ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη

[627] ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται

[628] δειδιότες· τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται·

[629] ὣς ἐδαί̈ζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

[630] αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,

[631] αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται

[632] μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς

[633] θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·

[634] ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν

[635] αἰὲν ὁμοστιχάει, ὁ δέ τ’ ἐν μέσσῃσιν ὀρούσας

[636] βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ’ Ἀχαιοὶ

[637] θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι καὶ Διὶ πατρὶ

[638] πάντες, ὁ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,

[639] Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος

[640] ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.

[641] τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων

[642] παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,

[643] καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·

[644] ὅς ῥα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.

[645] στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,

[646] τὴν αὐτὸς φορέεσκε ποδηνεκέ’ ἕρκος ἀκόντων·

[647] τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ

[648] σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.

[649] Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,

[650] στήθεϊ δ’ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων

[651] κτεῖν’· οἳ δ’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου

[652] χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.

[653] εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι

[654] νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ’ ἐπέχυντο.

[655] Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ

[656] τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν

[657] ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς

[658] καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.

[659] Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

[660] λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·

[661] ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ’ ἐνὶ θυμῷ

[662] ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος

[663] παίδων ἠδ’ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,

[664] ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·

[665] τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων

[666] ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.

[667] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[668] τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη

[669] θεσπέσιον· μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν

[670] ἠμὲν πρὸς νηῶν καὶ ὁμοιί̈ου πολέμοιο.

[671] Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,

[672] ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,

[673] ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.

[674] οὐδ’ ἄρ’ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ

[675] ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·

[676] ἀλλ’ ὅ γε νηῶν ἴκρι’ ἐπῴχετο μακρὰ βιβάσθων,

[677] νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι

[678] κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.

[679] ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν ἐὺ̈ εἰδώς,

[680] ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,

[681] σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται

[682] λαοφόρον καθ’ ὁδόν· πολέες τέ ἑ θηήσαντο

[683] ἀνέρες ἠδὲ γυναῖκες· ὁ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ

[684] θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·

[685] ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν

[686] φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ’ ἵκανεν,

[687] αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε

[688] νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ

[689] μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·

[690] ἀλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων

[691] ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων

[692] χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,

[693] ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο

[694] ἀντίος ἀί̈ξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε

[695] χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ.

[696] αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·

[697] φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν

[698] ἄντεσθ’ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.

[699] τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν νόος· ἤτοι Ἀχαιοὶ

[700] οὐκ ἔφασαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ, ἀλλ’ ὀλέεσθαι,

[701] Τρωσὶν δ’ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου

[702] νῆας ἐνιπρήσειν κτενέειν θ’ ἥρωας Ἀχαιούς.

[703] οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·

[704] Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο

[705] καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν

[706] ἐς Τροίην, οὐδ’ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.

[707] τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε

[708] δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ’ ἄρα τοί γε

[709] τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ’ ἔτ’ ἀκόντων,

[710] ἀλλ’ οἵ γ’ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες

[711] ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο

[712] καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.

[713] πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα

[714] ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ’ ἀπ’ ὤμων

[715] ἀνδρῶν μαρναμένων· ῥέε δ’ αἵματι γαῖα μέλαινα.

[716] Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει

[717] ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·

[718] οἴσετε πῦρ, ἅμα δ’ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀϋτήν·

[719] νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε

[720] νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι

[721] ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,

[722] οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν

[723] αὐτόν τ’ ἰσχανάασκον ἐρητύοντό τε λαόν·

[724] ἀλλ’ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς

[725] ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.

[726] ὣς ἔφαθ’, οἳ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν.

[727] Αἴας δ’ οὐκέτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·

[728] ἀλλ’ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι

[729] θρῆνυν ἐφ’ ἑπταπόδην, λίπε δ’ ἴκρια νηὸς ἐί̈σης.

[730] ἔνθ’ ἄρ’ ὅ γ’ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ’ αἰεὶ

[731] Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·

[732] αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·

[733] ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

[734] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

[735] ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,

[736] ἦέ τι τεῖχος ἄρειον, ὅ κ’ ἀνδράσι λοιγὸν ἀμύναι;

[737] οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,

[738] ᾗ κ’ ἀπαμυναίμεσθ’ ἑτεραλκέα δῆμον ἔχοντες·

[739] ἀλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων

[740] πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·

[741] τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.

[742] ἦ, καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι.

[743] ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο

[744] σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,

[745] τὸν δ’ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·

[746] δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.