Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Τ


ΙΛΙΑΔΟΣ Τ

Μήνιδος ἀπόρρησις

[1] Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων

[2] ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·

[3] ἣ δ’ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.

[4] εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν

[5] κλαίοντα λιγέως· πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι

[6] μύρονθ’· ἣ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων,

[7] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[8] τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ

[9] κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·

[10] τύνη δ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο

[11] καλὰ μάλ’, οἷ’ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.

[12] ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε’ ἔθηκε

[13] πρόσθεν Ἀχιλλῆος· τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα.

[14] Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη

[15] ἄντην εἰσιδέειν, ἀλλ’ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς

[16] ὡς εἶδ’, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε

[17] δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·

[18] τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.

[19] αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων

[20] αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·

[21] μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ’ ἐπιεικὲς

[22] ἔργ’ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.

[23] νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ’ αἰνῶς

[24] δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμονυἱὸν

[25] μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς

[26] εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,

[27] ἐκ δ’ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.

[28] τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·

[29] τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

[30] τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα

[31] μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·

[32] ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,

[33] αἰεὶ τῷ γ’ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.

[34] ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς

[35] μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν

[36] αἶψα μάλ’ ἐς πόλεμον θωρήσσεο, δύσεο δ’ ἀλκήν.

[37] ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,

[38] Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν

[39] στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.

[40] αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς

[41] σμερδαλέα ἰάχων, ὦρσεν δ’ ἥρωας Ἀχαιούς.

[42] καί ῥ’ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον

[43] οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν

[44] καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,

[45] καὶ μὴν οἳ τότε γ’ εἰς ἀγορὴν ἴσαν, οὕνεκ’ Ἀχιλλεὺς

[46] ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς.

[47] τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε

[48] Τυδεί̈δης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς

[49] ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·

[50] κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.

[51] αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[52] ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ

[53] οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.

[54] αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,

[55] τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[56] Ἀτρεί̈δη ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον

[57] ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶί̈ περ ἀχνυμένω κῆρ

[58] θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;

[59] τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ

[60] ἤματι τῷ ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·

[61] τώ κ’ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας

[62] δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.

[63] Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς

[64] δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀί̈ω.

[65] ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ

[66] θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·

[67] νῦν δ’ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ

[68] ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ’ ἄγε θᾶσσον

[69] ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,

[70] ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν

[71] αἴ κ’ ἐθέλως’ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν’ οἴω

[72] ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι

[73] δηί̈ου ἐκ πολέμοιο ὑπ’ ἔγχεος ἡμετέροιο.

[74] ὣς ἔφαθ’, οἳ δ’ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ

[75] μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεί̈ωνος.

[76] τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[77] αὐτόθεν ἐξ ἕδρης, οὐδ’ ἐν μέσσοισιν ἀναστάς·

[78] ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

[79] ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν

[80] ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.

[81] ἀνδρῶν δ’ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι

[82] ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.

[83] Πηλεί̈δῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι

[84] σύνθεσθ’ Ἀργεῖοι, μῦθόντ’ εὖ γνῶτε ἕκαστος.

[85] πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον

[86] καί τέ με νεικείεσκον· ἐγὼ δ’ οὐκ αἴτιός εἰμι,

[87] ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,

[88] οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,

[89] ἤματι τῷ ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.

[90] ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.

[91] πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,

[92] οὐλομένη· τῇ μέν θ’ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ’ οὔδει

[93] πίλναται, ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνει

[94] βλάπτους’ ἀνθρώπους· κατὰ δ’ οὖν ἕτερόν γε πέδησε.

[95] καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον

[96] ἀνδρῶν ἠδὲ θεῶν φας’ ἔμμεναι· ἀλλ’ ἄρα καὶ τὸν

[97] Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,

[98] ἤματι τῷ ὅτ’ ἔμελλε βίην Ἡρακληείην

[99] Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.

[100] ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·

[101] κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,

[102] ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.

[103] σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια

[104] ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,

[105] τῶν ἀνδρῶν γενεῆς οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσί.

[106] τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

[107] ψευστήσεις, οὐδ’ αὖτε τέλος μύθῳ ἐπιθήσεις.

[108] εἰ δ’ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,

[109] ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν

[110] ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς

[111] τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.

[112] ὣς ἔφατο· Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν,

[113] ἀλλ’ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.

[114] Ἥρη δ’ ἀί̈ξασα λίπεν ῥίον Οὐλύμποιο,

[115] καρπαλίμως δ’ ἵκετ’ Ἄργος Ἀχαιικόν, ἔνθ’ ἄρα ᾔδη

[116] ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.

[117] ἣ δ’ ἐκύει φίλον υἱόν, ὁ δ’ ἕβδομος ἑστήκει μείς·

[118] ἐκ δ’ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,

[119] Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον, σχέθε δ’ Εἰλειθυίας.

[120] αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·

[121] Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·

[122] ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει

[123] Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο

[124] σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.

[125] ὣς φάτο, τὸν δ’ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·

[126] αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο

[127] χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον

[128] μή ποτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα

[129] αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.

[130] ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος

[131] χειρὶ περιστρέψας· τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων.

[132] τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο

[133] ἔργον ἀεικὲς ἔχοντα ὑπ’ Εὐρυσθῆος ἀέθλων.

[134] ὣς καὶ ἐγών, ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ

[135] Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,

[136] οὐ δυνάμην λελαθέσθ’ Ἄτης ᾗ πρῶτον ἀάσθην.

[137] ἀλλ’ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,

[138] ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ’ ἀπερείσι’ ἄποινα·

[139] ἀλλ’ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.

[140] δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν

[141] χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.

[142] εἰ δ’ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,

[143] δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες

[144] οἴσους’, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.

[145] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[146] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[147] δῶρα μὲν αἴ κ’ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,

[148] ἤ τ’ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης

[149] αἶψα μάλ’· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας

[150] οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·

[151] ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται

[152] ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.

[153] ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.

[154] τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

[155] μὴ δ’ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ

[156] νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν

[157] Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται

[158] φύλοπις, εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες

[159] ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.

[160] ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς

[161] σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.

[162] οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

[163] ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·

[164] εἴ περ γὰρ θυμῷ γε μενοινάαι πολεμίζειν,

[165] ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲκιχάνει

[166] δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ’ ἰόντι.

[167] ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς

[168] ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,

[169] θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα

[170] πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.

[171] ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι

[172] ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[173] οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ

[174] ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.

[175] ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς

[176] μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·

[177] ἣ θέμις ἐστὶν ἄναξ ἤ τ’ ἀνδρῶν ἤ τε γυναικῶν·

[178] καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.

[179] αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω

[180] πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.

[181] Ἀτρεί̈δη σὺ δ’ ἔπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ

[182] ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα

[183] ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.

[184] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[185] χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·

[186] ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.

[187] ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,

[188] οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς

[189] μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·

[190] μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα

[191] ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.

[192] σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·

[193] κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν

[194] δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσς’ Ἀχιλῆϊ

[195] χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.

[196] Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

[197] κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε.

[198] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[199] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

[200] ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,

[201] ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται

[202] καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.

[203] νῦν δ’ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν

[204] Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,

[205] ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον· ἦ τ’ ἂν ἔγωγε

[206] νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν

[207] νήστιας ἀκμήνους, ἅμα δ’ ἠελίῳ καταδύντι

[208] τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.

[209] πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη

[210] οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος

[211] ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ

[212] κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ’ ἑταῖροι

[213] μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,

[214] ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.

[215] τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

[216] ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν,

[217] κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ

[218] ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην

[219] πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.

[220] τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.

[221] αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,

[222] ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,

[223] ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα

[224] Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.

[225] γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·

[226] λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα

[227] πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;

[228] ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι

[229] νηλέα θυμὸν ἔχοντας ἐπ’ ἤματι δακρύσαντας·

[230] ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται

[231] μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον

[232] ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ

[233] ἑσσάμενοι χροὶ̈ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην

[234] λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·

[235] ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται

[236] νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι ὁρμηθέντες

[237] Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.

[238] ἦ, καὶ Νέστορος υἷασὀπάσσατο κυδαλίμοιο

[239] Φυλεί̈δην τε Μέγητα Θόαντά τε Μηριόνην τε

[240] καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·

[241] βὰν δ’ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεί̈δαο.

[242] αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·

[243] ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,

[244] αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ’ ἵππους·

[245] ἐκ δ’ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας

[246] ἕπτ’, ἀτὰρ ὀγδοάτην Βρισηί̈δα καλλιπάρῃον.

[247] χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα

[248] ἦρχ’, ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.

[249] καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ’ Ἀγαμέμνων

[250] ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν

[251] κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

[252] Ἀτρεί̈δης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,

[253] ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,

[254] κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν

[255] εὔχετο· τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ

[256] Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.

[257] εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

[258] ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος

[259] Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ’ ὑπὸ γαῖαν

[260] ἀνθρώπους τίνυνται, ὅτις κ’ ἐπίορκον ὀμόσσῃ,

[261] μὴ μὲν ἐγὼ κούρῃ Βρισηί̈δι χεῖρ’ ἐπένεικα,

[262] οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.

[263] ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.

[264] εἰ δέ τι τῶνδ’ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν

[265] πολλὰ μάλ’, ὅσσα διδοῦσιν ὅτίς σφ’ ἀλίτηται ὀμόσσας.

[266] ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.

[267] τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα

[268] ῥῖψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς

[269] ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·

[270] Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·

[271] οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν

[272] Ἀτρεί̈δης ὤρινε διαμπερές, οὐδέ κε κούρην

[273] ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς

[274] ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.

[275] νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.

[276] ὣς ἄρ’ ἐφώνησεν, λῦσεν δ’ ἀγορὴν αἰψηρήν.

[277] οἳ μὲν ἄρ’ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,

[278] δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,

[279] βὰν δ’ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.

[280] καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,

[281] ἵππους δ’ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.

[282] Βρισηὶ̈ς δ’ ἄρ’ ἔπειτ’ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ

[283] ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,

[284] ἀμφ’ αὐτῷ χυμένη λίγ’ ἐκώκυε, χερσὶ δ’ ἄμυσσε

[285] στήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.

[286] εἶπε δ’ ἄρα κλαίουσαγυνὴ ἐϊκυῖα θεῇσι·

[287] Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ

[288] ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,

[289] νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν

[290] ἂψ ἀνιοῦς’· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.

[291] ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ

[292] εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,

[293] τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,

[294] κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.

[295] οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς

[296] ἔκτεινεν, πέρσεν δὲ πόλινθείοιο Μύνητος,

[297] κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο

[298] κουριδίην ἄλοχον θήσειν, ἄξειν τ’ ἐνὶ νηυσὶν

[299] ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.

[300] τώ ς’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.

[301] ὣς ἔφατο κλαίους’, ἐπὶ δὲ στενάχοντο γυναῖκες

[302] Πάτροκλον πρόφασιν, σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη.

[303] αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο

[304] λισσόμενοι δειπνῆσαι· ὁ δ’ ἠρνεῖτο στεναχίζων·

[305] λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρων,

[306] μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος

[307] ἄσασθαι φίλον ἦτορ, ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει·

[308] δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.

[309] ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,

[310] δοιὼ δ’ Ἀτρεί̈δα μενέτην καὶ δῖος Ὀδυσσεὺς

[311] Νέστωρ Ἰδομενεύς τε γέρων θ’ ἱππηλάτα Φοῖνιξ

[312] τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ

[313] τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.

[314] μνησάμενος δ’ ἁδινῶς ἀνενείκατο φώνησέν τε·

[315] ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ’ ἑταίρων

[316] αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας

[317] αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ’ Ἀχαιοὶ

[318] Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

[319] νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ

[320] ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων

[321] σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,

[322] οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,

[323] ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει

[324] χήτεϊ τοιοῦδ’ υἷος· ὁ δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳ

[325] εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·

[326] ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,

[327] εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.

[328] πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

[329] οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱπποβότοιο

[330] αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,

[331] ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηὶ̈ μελαίνῃ

[332] Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα

[333] κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.

[334] ἤδη γὰρ Πηλῆά γ’ ὀί̈ομαι ἢ κατὰ πάμπαν

[335] τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαι

[336] γήραί̈ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ

[337] λυγρὴν ἀγγελίην, ὅτ’ ἀποφθιμένοιο πύθηται.

[338] ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,

[339] μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·

[340] μυρομένους δ’ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,

[341] αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

[342] τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.

[343] ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’ Ἀχιλλεύς;

[344] κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων

[345] ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι

[346] οἴχονται μετὰ δεῖπνον, ὁ δ’ ἄκμηνος καὶ ἄπαστος.

[347] ἀλλ’ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν

[348] στάξον ἐνὶ στήθεσς’, ἵνα μή μιν λιμὸς ἵκηται.

[349] ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·

[350] ἣ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ

[351] οὐρανοῦ ἐκκατεπᾶλτο δι’ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ

[352] αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ’ Ἀχιλῆϊ

[353] νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν

[354] στάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο·

[355] αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ

[356] ᾤχετο, τοὶ δ’ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.

[357] ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται

[358] ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

[359] ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι

[360] νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι

[361] θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.

[362] αἴγλη δ’ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν

[363] χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν

[364] ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.

[365] τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε

[366] λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ

[367] δῦν’ ἄχος ἄτλητον· ὁ δ’ ἄρα Τρωσὶν μενεαίνων

[368] δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.

[369] κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

[370] καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·

[371] δεύτερον αὖ θώρηκα περὶστήθεσσιν ἔδυνεν.

[372] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

[373] χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε

[374] εἵλετο, τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ ἠύ̈τε μήνης.

[375] ὡς δ’ ὅτ’ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ

[376] καιομένοιο πυρός, τό τε καίεται ὑψόθ’ ὄρεσφι

[377] σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ’ οὐκ ἐθέλοντας ἄελλαι

[378] πόντον ἐπ’ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·

[379] ὣς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ἵκανε

[380] καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας

[381] κρατὶ θέτο βριαρήν· ἣ δ’ ἀστὴρ ὣς ἀπέλαμπεν

[382] ἵππουρις τρυφάλεια, περισσείοντο δ’ ἔθειραι

[383] χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.

[384] πειρήθη δ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,

[385] εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·

[386] τῷ δ’ εὖτε πτερὰ γίγνετ’, ἄειρε δὲ ποιμένα λαῶν.

[387] ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχος

[388] βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν

[389] πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·

[390] Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων

[391] Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·

[392] ἵππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες

[393] ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν’ ἕσαν, ἐν δὲ χαλινοὺς

[394] γαμφηλῇς ἔβαλον, κατὰ δ’ ἡνία τεῖναν ὀπίσσω

[395] κολλητὸν ποτὶ δίφρον. ὁ δὲ μάστιγα φαεινὴν

[396] χειρὶ λαβὼν ἀραρυῖαν ἐφ’ ἵπποιιν ἀνόρουσεν

[397] Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς

[398] τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ Ὑπερίων,

[399] σμερδαλέον δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·

[400] Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης

[401] ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα

[402] ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ’ ἕωμεν πολέμοιο,

[403] μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα.

[404] τὸν δ’ ἄρ’ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος

[405] Ξάνθος, ἄφαρ δ’ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη

[406] ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·

[407] αὐδήεντα δ’ ἔθηκε θεὰ λευκώλενος Ἥρη·

[408] καὶ λίην ς’ ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ·

[409] ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς

[410] αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.

[411] οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε

[412] Τρῶες ἀπ’ ὤμοιιν Πατρόκλου τεύχε’ ἕλοντο·

[413] ἀλλὰ θεῶν ὤριστος, ὃν ἠύ̈κομος τέκε Λητώ,

[414] ἔκταν’ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.

[415] νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,

[416] ἥν περ ἐλαφροτάτην φάς’ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ

[417] μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.

[418] ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.

[419] τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[420] Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.

[421] εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ’ ὀλέσθαι

[422] νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰκαὶ ἔμπης

[423] οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.

[424] ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.