Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ξ


ΙΛΙΑΔΟΣ Ξ

Διὸς ἀπάτη

[1] Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,

[2] ἀλλ’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·

[3] φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·

[4] μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.

[5] ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον

[6] εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη

[7] θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·

[8] αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

[9] ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο

[10] κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο

[11] χαλκῷ παμφαῖνον· ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο.

[12] εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

[13] στῆ δ’ ἐκτὸς κλισίης, τάχα δ’ εἴσιδεν ἔργον ἀεικὲς

[14] τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε

[15] Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.

[16] ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ

[17] ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα

[18] αὔτως, οὐδ’ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,

[19] πρίντινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,

[20] ὣς ὁ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν

[21] διχθάδι’, ἢ μεθ’ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,

[22] ἦε μετ’ Ἀτρεί̈δην Ἀγαμέμνονα ποιμένα λαῶν.

[23] ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

[24] βῆναι ἐπ’ Ἀτρεί̈δην. οἳ δ’ ἀλλήλους ἐνάριζον

[25] μαρνάμενοι· λάκε δέ σφι περὶ χροὶ̈ χαλκὸς ἀτειρὴς

[26] νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

[27] Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες

[28] πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ

[29] Τυδεί̈δης Ὀδυσεύς τε καὶ Ἀτρεί̈δης Ἀγαμέμνων.

[30] πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆες

[31] θῖν’ ἔφ’ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ

[32] εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.

[33] οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας

[34] αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·

[35] τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης

[36] ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.

[37] τώ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο

[38] ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι

[39] θυμὸς ἐνὶ στήθεσσιν. ὁ δὲ ξύμβλητο γεραιὸς

[40] Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

[41] τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·

[42] ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

[43] τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ἀφικάνεις;

[44] δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,

[45] ὥς ποτ’ ἐπηπείλησεν ἐνὶ Τρώεσς’ ἀγορεύων

[46] μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι

[47] πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.

[48] κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

[49] ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

[50] ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς

[51] οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.

[52] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

[53] ἦ δὴ ταῦτά γ’ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως

[54] Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.

[55] τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν

[56] ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

[57] οἳ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι

[58] νωλεμές· οὐδ’ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων

[59] ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,

[60] ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ’ οὐρανὸν ἵκει.

[61] ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα

[62] εἴ τι νόος ῥέξει· πόλεμον δ’ οὐκ ἄμμε κελεύω

[63] δύμεναι· οὐ γάρ πωσβεβλημένον ἐστὶ μάχεσθαι.

[64] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[65] Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,

[66] τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,

[67] ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ

[68] ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

[69] οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι

[70] νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς.

[71] ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,

[72] οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

[73] κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.

[74] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

[75] νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης

[76] ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,

[77] ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ

[78] νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο

[79] Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.

[80] οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ’ ἀνὰ νύκτα.

[81] βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.

[82] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

[83] Ἀτρεί̈δη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·

[84] οὐλόμεν’ αἴθ’ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου

[85] σημαίνειν, μὴ δ’ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς

[86] ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν

[87] ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.

[88] οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν

[89] καλλείψειν, ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά;

[90] σίγα, μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ

[91] μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο

[92] ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν

[93] σκηπτοῦχός τ’ εἴη, καί οἱ πειθοίατο λαοὶ

[94] τοσσοίδ’ ὅσσοισιν σὺ μετ’ Ἀργείοισιν ἀνάσσεις·

[95] νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·

[96] ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς

[97] νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν, ὄφρ’ ἔτι μᾶλλον

[98] Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

[99] ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ

[100] σχήσουσιν πόλεμον νηῶν ἅλα δ’ ἑλκομενάων,

[101] ἀλλ’ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.

[102] ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.

[103] τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[104] ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ

[105] ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα

[106] νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν.

[107] νῦν δ’ εἴη ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι

[108] ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.

[109] τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

[110] ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ’ ἐθέλητε

[111] πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος

[112] οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ ὑμῖν·

[113] πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

[114] Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.

[115] πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,

[116] οἴκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

[117] Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ’ ἦν ἱππότα Οἰνεὺς

[118] πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν.

[119] ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε, πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη

[120] πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.

[121] Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα

[122] ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι

[123] πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,

[124] πολλὰ δέ οἱ πρόβατ’ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς

[125] ἐγχείῃ· τὰ δὲ μέλλετ’ ἀκουέμεν, εἰ ἐτεόν περ.

[126] τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες

[127] μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ’ ἐὺ̈ εἴπω.

[128] δεῦτ’ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.

[129] ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

[130] ἐκ βελέων, μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται·

[131] ἄλλους δ’ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ

[132] θυμῷ ἦρα φέροντες ἀφεστᾶς’ οὐδὲ μάχονται.

[133] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

[134] βὰν δ’ ἴμεν, ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

[135] οὐδ’ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,

[136] ἀλλὰ μετ’ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,

[137] δεξιτερὴν δ’ ἕλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρεί̈δαο,

[138] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[139] Ἀτρεί̈δη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ

[140] γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν

[141] δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί.

[142] ἀλλ’ ὁ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·

[143] σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,

[144] ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες

[145] εὐρὺ κονίσουσιν πεδίον, σὺ δ’ ἐπόψεαι αὐτὸς

[146] φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

[147] ὣς εἰπὼν μέγ’ ἄϋσενἐπεσσύμενος πεδίοιο.

[148] ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι

[149] ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,

[150] τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων

[151] ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ

[152] καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

[153] Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι

[154] στᾶς’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ’ ἔγνω

[155] τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν

[156] αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·

[157] Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης

[158] ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.

[159] μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη

[160] ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·

[161] ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

[162] ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,

[163] εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι

[164] ᾗ χροιῇ, τῷ δ’ ὕπνον ἀπήμονά τε λιαρόν τε

[165] χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.

[166] βῆ δ’ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν

[167] Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε

[168] κληῖ̈δι κρυπτῇ, τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν·

[169] ἔνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.

[170] ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος

[171] λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ

[172] ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·

[173] τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ

[174] ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀϋτμή.

[175] τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας

[176] πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς

[177] καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.

[178] ἀμφὶ δ’ ἄρ’ ἀμβρόσιον ἑανὸν ἕσαθ’, ὅν οἱ Ἀθήνη

[179] ἔξυς’ ἀσκήσασα, τίθει δ’ ἐνὶ δαίδαλα πολλά·

[180] χρυσείῃς δ’ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.

[181] ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,

[182] ἐν δ’ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

[183] τρίγληνα μορόεντα· χάρις δ’ ἀπελάμπετο πολλή.

[184] κρηδέμνῳ δ’ ἐφύπερθε καλύψατο δῖα θεάων

[185] καλῷ νηγατέῳ· λευκὸν δ’ ἦν ἠέλιος ὥς·

[186] ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.

[187] αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ θήκατο κόσμον

[188] βῆ ῥ’ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ’ Ἀφροδίτην

[189] τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·

[190] ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,

[191] ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,

[192] οὕνεκ’ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;

[193] τὴν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

[194] Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

[195] αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

[196] εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

[197] τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

[198] δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας

[199] δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.

[200] εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,

[201] Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

[202] οἵ μ’ ἐν σφοῖσι δόμοισιν ἐὺ̈ τρέφον ἠδ’ ἀτίταλλον

[203] δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς

[204] γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·

[205] τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω·

[206] ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

[207] εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

[208] εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ

[209] εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,

[210] αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.

[211] τὴν δ’ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·

[212] οὐκ ἔστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·

[213] Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.

[214] ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα

[215] ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·

[216] ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστὺς

[217] πάρφασις, ἥ τ’ ἔκλεψε νόον πύκα περ φρονεόντων.

[218] τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[219] τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ

[220] ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι

[221] ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.

[222] ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,

[223] μειδήσασα δ’ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.

[224] ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,

[225] Ἥρη δ’ ἀί̈ξασα λίπεν ῥίον Οὐλύμποιο,

[226] Πιερίην δ’ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν

[227] σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα

[228] ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·

[229] ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,

[230] Λῆμνον δ’ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.

[231] ἔνθ’ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,

[232] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·

[233] Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων,

[234] ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες, ἠδ’ ἔτι καὶ νῦν

[235] πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.

[236] κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν ὄσσε φαεινὼ

[237] αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.

[238] δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ

[239] χρύσεον· Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις

[240] τεύξει’ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,

[241] τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.

[242] τὴν δ’ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·

[243] Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

[244] ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων

[245] ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα

[246] Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·

[247] Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην

[248] οὐδὲ κατευνήσαιμ’, ὅτε μὴ αὐτός γε κελεύοι.

[249] ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ

[250] ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς

[251] ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.

[252] ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο

[253] νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ

[254] ὄρσας’ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,

[255] καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας

[256] νόσφι φίλων πάντων. ὁ δ’ ἐπεγρόμενος χαλέπαινε

[257] ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ’ ἔξοχα πάντων

[258] ζήτει· καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ,

[259] εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·

[260] τὴν ἱκόμην φεύγων, ὁ δ’ ἐπαύσατο χωόμενός περ.

[261] ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.

[262] νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.

[263] τὸν δ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·

[264] Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;

[265] ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν

[266] ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;

[267] ἀλλ’ ἴθ’, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων

[268] δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.

[269] * * * [σπυριυς] * * *

[270] ὣς φάτο, χήρατο δ’ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·

[271] ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,

[272] χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,

[273] τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες

[274] μάρτυροι ὦς’ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,

[275] ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων

[276] Πασιθέην, ἧς τ’ αὐτὸς ἐέλδομαι ἤματα πάντα.

[277] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

[278] ὄμνυε δ’ ὡς ἐκέλευε, θεοὺς δ’ ὀνόμηνεν ἅπαντας

[279] τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.

[280] αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

[281] τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε

[282] ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.

[283] Ἴδην δ’ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν

[284] Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ’ ἐπὶ χέρσου

[285] βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.

[286] ἔνθ’ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι

[287] εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδῃ

[288] μακροτάτη πεφυυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν·

[289] ἔνθ’ ἧστ’ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν

[290] ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ’ ἐν ὄρεσσι

[291] χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.

[292] Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον

[293] Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.

[294] ὡς δ’ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,

[295] οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι

[296] εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.

[297] στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·

[298] Ἥρη πῇ μεμαυῖα κατ’ Οὐλύμπου τόδ’ ἱκάνεις;

[299] ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίης.

[300] τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

[301] ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,

[302] Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

[303] οἵ με σφοῖσι δόμοισιν ἐὺ̈ τρέφον ἠδ’ ἀτίταλλον·

[304] τοὺς εἶμ’ ὀψομένη, καί σφ’ ἄκριτα νείκεα λύσω·

[305] ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται

[306] εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.

[307] ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης

[308] ἑστᾶς’, οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.

[309] νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ἱκάνω,

[310] μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ

[311] οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.

[312] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

[313] Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,

[314] νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.

[315] οὐ γάρ πώ ποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς

[316] θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,

[317] οὐδ’ ὁπότ’ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,

[318] ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ’ ἀτάλαντον·

[319] οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,

[320] ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·

[321] οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,

[322] ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·

[323] οὐδ’ ὅτε περ Σεμέλης οὐδ’ Ἀλκμήνης ἐνὶ Θήβῃ,

[324] ἥ ῥ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·

[325] ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·

[326] οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,

[327] οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,

[328] ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

[329] τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

[330] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

[331] εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι

[332] Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·

[333] πῶς κ’ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων

[334] εὕδοντ’ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν

[335] πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην

[336] ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.

[337] ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,

[338] ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν

[339] Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·

[340] ἔνθ’ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.

[341] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

[342] Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν’ ἀνδρῶν

[343] ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω

[344] χρύσεον· οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,

[345] οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.

[346] ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·

[347] τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,

[348] λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον

[349] πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργε.

[350] τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο

[351] καλὴν χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.

[352] ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,

[353] ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ’ ἀγκὰς ἄκοιτιν·

[354] βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος

[355] ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·

[356] ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

[357] πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,

[358] καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδει

[359] Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ’ ἐκάλυψα·

[360] Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.

[361] ὣς εἰπὼν ὁ μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνθρώπων,

[362] τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.

[363] αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·

[364] Ἀργεῖοι καὶ δ’ αὖτε μεθίεμεν Ἕκτορι νίκην

[365] Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;

[366] ἀλλ’ ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ’ Ἀχιλλεὺς

[367] νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·

[368] κείνου δ’ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι

[369] ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν.

[370] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

[371] ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται

[372] ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι

[373] κρύψαντες, χερσίν τε τὰ μακρότατ’ ἔγχε’ ἑλόντες

[374] ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ’ ἔτι φημὶ

[375] Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.

[376] ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, ἔχει δ’ ὀλίγον σάκος ὤμῳ,

[377] χείρονι φωτὶ δότω, ὁ δ’ ἐν ἀσπίδι μείζονι δύτω.

[378] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

[379] τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ

[380] Τυδεί̈δης Ὀδυσεύς τε καὶ Ἀτρεί̈δης Ἀγαμέμνων·

[381] οἰχόμενοι δ’ ἐπὶ πάντας ἀρήϊα τεύχε’ ἄμειβον·

[382] ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.

[383] αὐτὰρ ἐπεί ῥ’ ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκὸν

[384] βάν ῥ’ ἴμεν· ἦρχε δ’ ἄρά σφι Ποσειδάων ἐνοσίχθων

[385] δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ

[386] εἴκελον ἀστεροπῇ· τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι

[387] ἐν δαὶ̈ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.

[388] Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.

[389] δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν

[390] κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,

[391] ἤτοι ὁ μὲν Τρώεσσιν, ὁ δ’ Ἀργείοισιν ἀρήγων.

[392] ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε

[393] Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

[394] οὔτε θαλάσσης κῦμα τόσον βοάαι ποτὶ χέρσον

[395] ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·

[396] οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο

[397] οὔρεος ἐν βήσσῃς, ὅτε τ’ ὤρετο καιέμεν ὕλην·

[398] οὔτ’ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι

[399] ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,

[400] ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ

[401] δεινὸν ἀϋσάντων, ὅτ’ ἐπ’ἀλλήλοισιν ὄρουσαν.

[402] Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

[403] ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ’ ἀφάμαρτε,

[404] τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,

[405] ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου·

[406] τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ’ Ἕκτωρ,

[407] ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

[408] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.

[409] τὸν μὲν ἔπειτ’ ἀπιόντα μέγας Τελαμώνιος Αἴας

[410] χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν

[411] πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας

[412] στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,

[413] στρόμβον δ’ ὣς ἔσσευε βαλών, περὶ δ’ ἔδραμε πάντῃ.

[414] ὡς δ’ ὅθ’ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς

[415] πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ

[416] ἐξ αὐτῆς, τὸν δ’ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται

[417] ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,

[418] ὣς ἔπες’ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·

[419] χειρὸς δ’ ἔκβαλεν ἔγχος, ἐπ’ αὐτῷ δ’ ἀσπὶς ἑάφθη

[420] καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

[421] οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν

[422] ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

[423] αἰχμάς· ἀλλ’ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν

[424] οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι

[425] Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ

[426] Σαρπηδών τ’ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.

[427] τῶν δ’ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν

[428] ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ’ ἄρ’ ἑταῖροι

[429] χερσὶν ἀείραντες φέρονἐκ πόνου, ὄφρ’ ἵκεθ’ ἵππους

[430] ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

[431] ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·

[432] οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

[433] ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

[434] Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

[435] ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ

[436] χεῦαν· ὁ δ’ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,

[437] ἑζόμενος δ’ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ’ ἀπέμεσσεν·

[438] αὖτις δ’ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε

[439] νὺξ ἐκάλυψε μέλαινα· βέλος δ’ ἔτιθυμὸν ἐδάμνα.

[440] Ἀργεῖοι δ’ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα

[441] μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

[442] ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας

[443] Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

[444] Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηὶ̈ς ἀμύμων

[445] Ἤνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος.

[446] τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

[447] οὖτα κατὰ λαπάρην· ὁ δ’ ἀνετράπετ’, ἀμφὶ δ’ ἄρ’ αὐτῷ

[448] Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

[449] τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ

[450] Πανθοί̈δης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον

[451] υἱὸν Ἀρηϊλύκοιο, δι’ ὤμου δ’ ὄβριμον ἔγχος

[452] ἔσχεν, ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

[453] Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας·

[454] οὐ μὰν αὖτ’ ὀί̈ω μεγαθύμου Πανθοί̈δαο

[455] χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,

[456] ἀλλά τις Ἀργείων κόμισε χροί̈, καί μιν ὀί̈ω

[457] αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

[458] ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·

[459] Αἴαντι δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινε

[460] τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.

[461] καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.

[462] Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν

[463] λικριφὶς ἀί̈ξας, κόμισεν δ’ Ἀντήνορος υἱὸς

[464] Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.

[465] τόν ῥ’ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,

[466] νείατον ἀστράγαλον, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε·

[467] τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε

[468] οὔδεϊ πλῆντ’ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.

[469] Αἴας δ’ αὖτ’ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·

[470] φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες

[471] ἦ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι

[472] ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,

[473] ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο

[474] ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

[475] ἦ ῥ’ εὖ γιγνώσκων,Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν.

[476] ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ

[477] ἀμφὶ κασιγνήτῳ βεβαώς· ὁ δ’ ὕφελκε ποδοῖιν.

[478] τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας·

[479] Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι

[480] οὔ θην οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺς

[481] ἡμῖν, ἀλλά ποθ’ ὧδε κατακτενέεσθε καὶ ὔμμες.

[482] φράζεσθ’ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει

[483] ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

[484] δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ

[485] γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.

[486] ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο·

[487] Πηνέλεῳ δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινεν·

[488] ὁρμήθη δ’ Ἀκάμαντος· ὁ δ’ οὐχ ὑπέμεινεν ἐρωὴν

[489] Πηνελέωο ἄνακτος· ὁ δ’ οὔτασεν Ἰλιονῆα

[490] υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα

[491] Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·

[492] τῷ δ’ ἄρ’ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.

[493] τὸν τόθ’ ὑπ’ ὀφρύος οὖτα κατ’ ὀφθαλμοῖο θέμεθλα,

[494] ἐκ δ’ ὦσε γλήνην· δόρυ δ’ ὀφθαλμοῖο διὰ πρὸ

[495] καὶ διὰ ἰνίου ἦλθεν, ὁ δ’ ἕζετο χεῖρε πετάσσας

[496] ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ

[497] αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε

[498] αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ’ ὄβριμον ἔγχος

[499] ἦεν ἐν ὀφθαλμῷ· ὁ δὲ φὴ κώδειαν ἀνασχὼν

[500] πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·

[501] εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος

[502] πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·

[503] οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο

[504] ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ

[505] ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.

[506] ὣς φάτο, τοὺς δ’ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,

[507] πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

[508] ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι

[509] ὅς τις δὴ πρῶτος βροτόεντ’ ἀνδράγρι’ Ἀχαιῶν

[510] ἤρατ’, ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.

[511] Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα

[512] Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·

[513] Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·

[514] Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,

[515] Τεῦκρος δὲ Προθόωνά τ’ ἐνήρατο καὶ Περιφήτην·

[516] Ἀτρεί̈δης δ’ ἄρ’ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν

[517] οὖτα κατὰ λαπάρην, διὰ δ’ ἔντερα χαλκὸς ἄφυσσε

[518] δῃώσας· ψυχὴ δὲ κατ’ οὐταμένην ὠτειλὴν

[519] ἔσσυτ’ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.

[520] πλείστους δ’ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·

[521] οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν

[522] ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.