Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ν


ΙΛΙΑΔΟΣ Ν

Μάχη ἐπὶ ταῖς ναυσίν

[1] Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,

[2] τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ’ ἐχέμεν καὶ ὀϊζὺν

[3] νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ

[4] νόσφιν ἐφ’ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν

[5] Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν

[6] γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.

[7] ἐς Τροίην δ’ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·

[8] οὐ γὰρ ὅ γ’ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν

[9] ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.

[10] οὐδ’ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·

[11] καὶ γὰρ ὁ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε

[12] ὑψοῦ ἐπ’ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης

[13] Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,

[14] φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.

[15] ἔνθ’ ἄρ’ ὅ γ’ ἐξ ἁλὸς ἕζετ’ ἰών, ἐλέαιρε δ’ Ἀχαιοὺς

[16] Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

[17] αὐτίκαδ’ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος

[18] κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη

[19] ποσσὶν ὑπ’ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.

[20] τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ

[21] Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης

[22] χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.

[23] ἔνθ’ ἐλθὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω

[24] ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

[25] χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροί̈, γέντο δ’ ἱμάσθλην

[26] χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου,

[27] βῆ δ’ ἐλάαν ἐπὶ κύματ’·ἄταλλε δὲ κήτε’ ὑπ’ αὐτοῦ

[28] πάντοθεν ἐκ κευθμῶν, οὐδ’ ἠγνοίησεν ἄνακτα·

[29] γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο

[30] ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων·

[31] τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐύ̈σκαρθμοι φέρον ἵπποι.

[32] ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης

[33] μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·

[34] ἔνθ’ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων

[35] λύσας ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ

[36] ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας

[37] ἀρρήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν

[38] νοστήσαντα ἄνακτα· ὁ δ’ ἐς στρατὸν ᾤχετ’ Ἀχαιῶν.

[39] Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ

[40] Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο

[41] ἄβρομοι αὐί̈αχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν

[42] αἱρήσειν, κτενέειν δὲ παρ’ αὐτόθι πάντας ἀρίστους.

[43] ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος

[44] Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν

[45] εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·

[46] Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·

[47] Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν

[48] ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.

[49] ἄλλῃ μὲν γὰρ ἔγωγ’ οὐ δείδια χεῖρας ἀάπτους

[50] Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·

[51] ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·

[52] τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,

[53] ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει

[54] Ἕκτωρ, ὃς Διὸς εὔχετ’ ἐρισθενέος πάϊς εἶναι.

[55] σφῶϊν δ’ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν

[56] αὐτώ θ’ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·

[57] τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ’ ἀπὸ νηῶν

[58] ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.

[59] ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος

[60] ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,

[61] γυῖα δ’ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.

[62] αὐτὸς δ’ ὥς τ’ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,

[63] ὅς ῥά τ’ ἀπ’ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς

[64] ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,

[65] ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.

[66] τοῖιν δ’ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,

[67] αἶψα δ’ ἄρ’ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·

[68] Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι

[69] μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,

[70] οὐδ’ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·

[71] ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων

[72] ῥεῖ’ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·

[73] καὶ δ’ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι

[74] μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,

[75] μαιμώωσι δ’ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.

[76] τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·

[77] οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι

[78] μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν

[79] ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος

[80] Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.

[81] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον

[82] χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλεθυμῷ·

[83] τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,

[84] οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.

[85] τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,

[86] καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι

[87] Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.

[88] τοὺς οἵ γ’ εἰσορόωντες ὑπ’ ὀφρύσι δάκρυα λεῖβον·

[89] οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ· ἀλλ’ ἐνοσίχθων

[90] ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.

[91] Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων

[92] Πηνέλεών θ’ ἥρωα Θόαντά τε Δηί̈πυρόν τε

[93] Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·

[94] τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

[95] αἰδὼςἈργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε

[96] μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·

[97] εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,

[98] νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.

[99] ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι

[100] δεινόν, ὁ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον,

[101] Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ

[102] φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ’ ὕλην

[103] θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται

[104] αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ’ ἔπι χάρμη·

[105] ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν

[106] μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ’ ἠβαιόν·

[107] νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται

[108] ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,

[109] οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι

[110] νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν’ αὐτάς.

[111] ἀλλ’ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν

[112] ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

[113] οὕνεκ’ ἀπητίμησε ποδώκεα Πηλεί̈ωνα,

[114] ἡμέας γ’ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.

[115] ἀλλ’ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.

[116] ὑμεῖς δ’ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς

[117] πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ’ ἂν ἔγωγε

[118] ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη

[119] λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.

[120] ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον

[121] τῇδε μεθημοσύνῃ· ἀλλ’ ἐν φρεσὶ θέσθε ἕκαστος

[122] αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.

[123] Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει

[124] καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.

[125] ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.

[126] ἀμφὶ δ’ ἄρ’ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες

[127] καρτεραί, ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν

[128] οὔτε κ’ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι

[129] κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,

[130] φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·

[131] ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ·

[132] ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι

[133] νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·

[134] ἔγχεα δ’ ἐπτύσσοντο θρασειάων ἀπὸχειρῶν

[135] σειόμεν’· οἳ δ’ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.

[136] Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ’ ἄρ’ Ἕκτωρ

[137] ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,

[138] ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ

[139] ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·

[140] ὕψι δ’ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ’ ὑπ’ αὐτοῦ

[141] ὕλη· ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται

[142] ἰσόπεδον, τότε δ’ οὔ τι κυλίνδεται ἐσσύμενός περ·

[143] ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης

[144] ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν

[145] κτείνων· ἀλλ’ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι

[146] στῆ ῥα μάλ’ ἐγχριμφθείς· οἳ δ’ ἀντίοι υἷες Ἀχαιῶν

[147] νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν

[148] ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.

[149] ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·

[150] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

[151] παρμένετ’· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ

[152] καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,

[153] ἀλλ’ ὀί̈ω χάσσονται ὑπ’ ἔγχεος, εἰ ἐτεόν με

[154] ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.

[155] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[156] Δηί̈φοβος δ’ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει

[157] Πριαμίδης, πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντος’ ἐί̈σην

[158] κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.

[159] Μηριόνης δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ

[160] καὶ βάλεν, οὐδ’ ἀφάμαρτε, κατ’ ἀσπίδα πάντος’ ἐί̈σην

[161] ταυρείην· τῆς δ’ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν

[162] ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηί̈φοβος δὲ

[163] ἀσπίδα ταυρείην σχέθ’ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ

[164] ἔγχος Μηριόναο δαί̈φρονος· αὐτὰρ ὅ γ’ ἥρως

[165] ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ’ αἰνῶς

[166] ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὁ ξυνέαξε.

[167] βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

[168] οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.

[169] οἳ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.

[170] Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα

[171] Ἴμβριον αἰχμητὴν πολυί̈ππου Μέντορος υἱόν·

[172] ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,

[173] κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·

[174] αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

[175] ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,

[176] ναῖε δὲ πὰρ Πριάμῳ· ὁ δέ μιν τίεν ἶσα τέκεσσι.

[177] τόν ῥ’ υἱὸς Τελαμῶνος ὑπ’ οὔατος ἔγχεϊ μακρῷ

[178] νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ αὖτ’ ἔπεσεν μελίη ὣς

[179] ἥ τ’ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο

[180] χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·

[181] ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

[182] Τεῦκρος δ’ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·

[183] Ἕκτωρ δ’ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.

[184] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

[185] τυτθόν· ὁ δ’ Ἀμφίμαχον Κτεάτου υἷ’ Ἀκτορίωνος

[186] νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·

[187] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.

[188] Ἕκτωρ δ’ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν

[189] κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·

[190] Αἴας δ’ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ

[191] Ἕκτορος· ἀλλ’ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ’ ἄρα χαλκῷ

[192] σμερδαλέῳ κεκάλυφθ’· ὁ δ’ ἄρ’ ἀσπίδος ὀμφαλὸν οὖτα,

[193] ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὁ δὲ χάσσατ’ ὀπίσσω

[194] νεκρῶν ἀμφοτέρων, τοὺς δ’ ἐξείρυσσαν Ἀχαιοί.

[195] Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς

[196] ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·

[197] Ἴμβριον αὖτ’ Αἴαντε μεμαότε θούριδος ἀλκῆς

[198] ὥς τε δύ’ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων

[199] ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ

[200] ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,

[201] ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ

[202] τεύχεα συλήτην· κεφαλὴν δ’ ἁπαλῆς ἀπὸ δειρῆς

[203] κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,

[204] ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι’ ὁμίλου·

[205] Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.

[206] καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη

[207] υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,

[208] βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

[209] ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.

[210] Ἰδομενεὺς δ’ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν

[211] ἐρχόμενος παρ’ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο

[212] ἦλθε κατ’ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.

[213] τὸν μὲν ἑταῖροι ἔνεικαν, ὁ δ’ ἰητροῖς ἐπιτείλας

[214] ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα

[215] ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων

[216] εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι

[217] ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι

[218] Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ’ ὣς τίετο δήμῳ·

[219] Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ

[220] οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;

[221] τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

[222] ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ’ αἴτιος, ὅσσον ἔγωγε

[223] γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.

[224] οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ

[225] εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω

[226] μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι

[227] νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς.

[228] ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,

[229] ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·

[230] τὼ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.

[231] τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

[232] Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν

[233] ἐκ Τροίης, ἀλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο,

[234] ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.

[235] ἀλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ’ ἅμα χρὴ

[236] σπεύδειν, αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε.

[237] συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,

[238] νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.

[239] ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·

[240] Ἰδομενεὺς δ’ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε

[241] δύσετο τεύχεα καλὰ περὶ χροί̈, γέντο δὲ δοῦρε,

[242] βῆ δ’ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων

[243] χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου

[244] δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·

[245] ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.

[246] Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐὺ̈ς ἀντεβόλησεν

[247] ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει

[248] οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·

[249] Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ’ ἑταίρων

[250] τίπτ’ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;

[251] ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,

[252] ἦέ τευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες; οὐδέ τοι αὐτὸς

[253] ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.

[254] τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·

[255] Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,

[256] ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται

[257] οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὁ πρὶν ἔχεσκον

[258] ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.

[259] τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

[260] δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις

[261] ἑσταότ’ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα

[262] Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀί̈ω

[263] ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.

[264] τώ μοι δούρατά τ’ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι

[265] καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.

[266] τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·

[267] καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

[268] πόλλ’ ἔναρα Τρώων· ἀλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι.

[269] οὐδὲ γὰρ οὐδ’ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,

[270] ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν

[271] ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.

[272] ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων

[273] λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀί̈ω.

[274] τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

[275] οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;

[276] εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι

[277] ἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν,

[278] ἔνθ’ ὅ τε δειλὸς ἀνὴρ ὅς τ’ ἄλκιμος ἐξεφαάνθη·

[279] τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,

[280] οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμός,

[281] ἀλλὰ μετοκλάζει καὶ ἐπ’ ἀμφοτέρους πόδας ἵζει,

[282] ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει

[283] κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ’ ὀδόντων·

[284] τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην

[285] ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,

[286] ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαὶ̈ λυγρῇ·

[287] οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.

[288] εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης

[289] οὐκ ἂν ἐν αὐχέν’ ὄπισθε πέσοι βέλος οὐδ’ ἐνὶ νώτῳ,

[290] ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε

[291] πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.

[292] ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

[293] ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·

[294] ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.

[295] ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

[296] καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,

[297] βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

[298] οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,

[299] τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς

[300] ἕσπετο, ὅς τ’ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·

[301] τὼ μὲν ἄρ’ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,

[302] ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδ’ ἄρα τώ γε

[303] ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·

[304] τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν

[305] ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.

[306] τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·

[307] Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;

[308] ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,

[309] ἦ ἐπ’ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω

[310] δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.

[311] τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

[312] νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι

[313] Αἴαντές τε δύω Τεῦκρός θ’, ὃς ἄριστος Ἀχαιῶν

[314] τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·

[315] οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο

[316] Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.

[317] αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι

[318] κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους

[319] νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων

[320] ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.

[321] ἀνδρὶ δέ κ’ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,

[322] ὃς θνητός τ’ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν

[323] χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.

[324] οὐδ’ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν

[325] ἔν γ’ αὐτοσταδίῃ· ποσὶ δ’ οὔ πως ἔστιν ἐρίζειν.

[326] νῶϊν δ’ ὧδ’ ἐπ’ ἀριστέρ’ ἔχε στρατοῦ, ὄφρα τάχιστα

[327] εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.

[328] ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

[329] ἦρχ’ ἴμεν, ὄφρ’ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,

[330] οἳ δ’ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν

[331] αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,

[332] κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν·

[333] τῶν δ’ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.

[334] ὡς δ’ ὅθ’ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι

[335] ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,

[336] οἵ τ’ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,

[337] ὣς ἄρα τῶν ὁμός’ ἦλθε μάχη, μέμασαν δ’ ἐνὶ θυμῷ

[338] ἀλλήλους καθ’ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.

[339] ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι

[340] μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ’ ἄμερδεν

[341] αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων

[342] θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν

[343] ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη

[344] ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ’ ἀκάχοιτο.

[345] τὼ δ’ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ

[346] ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.

[347] Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην

[348] κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν

[349] ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,

[350] ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.

[351] Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν

[352] λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα

[353] Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.

[354] ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη,

[355] ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.

[356] τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,

[357] λάθρῃ δ’ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.

[358] τοὶ δ’ ἔριδος κρατερῆς καὶ ὁμοιί̈ου πτολέμοιο

[359] πεῖραρ ἐπαλλάξαντες ἐπ’ ἀμφοτέροισι τάνυσσαν

[360] ἄρρηκτόν τ’ ἄλυτόν τε, τὸ πολλῶν γούνατ’ ἔλυσεν.

[361] ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας

[362] Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.

[363] πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,

[364] ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,

[365] ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην

[366] Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,

[367] ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.

[368] τῷ δ’ ὁ γέρων Πρίαμος ὑπό τ’ ἔσχετο καὶ κατένευσε

[369] δωσέμεναι· ὁ δὲ μάρναθ’ ὑποσχεσίῃσι πιθήσας.

[370] Ἰδομενεὺς δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,

[371] καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ’ ἤρκεσε θώρηξ

[372] χάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξε.

[373] δούπησεν δὲ πεσών· ὁ δ’ ἐπεύξατο φώνησέν τε·

[374] Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ’ ἁπάντων

[375] εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅς’ ὑπέστης

[376] Δαρδανίδῃ Πριάμῳ· ὁ δ’ ὑπέσχετο θυγατέρα ἥν.

[377] καί κέ τοι ἡμεῖς ταῦτά γ’ ὑποσχόμενοι τελέσαιμεν,

[378] δοῖμεν δ’ Ἀτρεί̈δαο θυγατρῶν εἶδος ἀρίστην

[379] Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν

[380] Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.

[381] ἀλλ’ ἕπε’, ὄφρ’ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν

[382] ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.

[383] ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην

[384] ἥρως Ἰδομενεύς· τῷ δ’ Ἄσιος ἦλθ’ ἐπαμύντωρ

[385] πεζὸς πρόσθ’ ἵππων· τὼ δὲ πνείοντε κατ’ ὤμων

[386] αἰὲν ἔχ’ ἡνίοχος θεράπων· ὁ δὲ ἵετο θυμῷ

[387] Ἰδομενῆα βαλεῖν· ὁ δέ μιν φθάμενος βάλε δουρὶ

[388] λαιμὸν ὑπ’ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸνἔλασσεν.

[389] ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωὶ̈ς

[390] ἠὲ πίτυς βλωθρή, τήν τ’ οὔρεσι τέκτονες ἄνδρες

[391] ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·

[392] ὣς ὁ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς

[393] βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.

[394] ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,

[395] οὐδ’ ὅ γ’ ἐτόλμησεν δηί̈ων ὑπὸ χεῖρας ἀλύξας

[396] ἂψ ἵππους στρέψαι, τὸν δ’ Ἀντίλοχος μενεχάρμης

[397] δουρὶ μέσον περόνησε τυχών· οὐδ’ ἤρκεσε θώρηξ

[398] χάλκεος ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξεν.

[399] αὐτὰρ ὁ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,

[400] ἵππους δ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς

[401] ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.

[402] Δηί̈φοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος

[403] Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.

[404] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος

[405] Ἰδομενεύς· κρύφθη γὰρ ὑπ’ ἀσπίδι πάντος’ ἐί̈σῃ,

[406] τὴν ἄρ’ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ

[407] δινωτὴν φορέεσκε, δύω κανόνεσς’ ἀραρυῖαν·

[408] τῇ ὕπο πᾶς ἐάλη, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,

[409] καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν

[410] ἔγχεος· οὐδ’ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,

[411] ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν

[412] ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε.

[413] Δηί̈φοβος δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας·

[414] οὐ μὰν αὖτ’ ἄτιτος κεῖτ’ Ἄσιος, ἀλλά ἕ φημι

[415] εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο

[416] γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.

[417] ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο,

[418] Ἀντιλόχῳ δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινεν·

[419] ἀλλ’ οὐδ’ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,

[420] ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

[421] τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

[422] Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,

[423] νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

[424] Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα, ἵετο δ’ αἰεὶ

[425] ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι

[426] ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.

[427] ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν

[428] ἥρω’ Ἀλκάθοον, γαμβρὸς δ’ ἦν Ἀγχίσαο,

[429] πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν

[430] τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ

[431] ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο

[432] κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν

[433] γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·

[434] τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε

[435] θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·

[436] οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι,

[437] ἀλλ’ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον

[438] ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ

[439] ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα

[440] χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·

[441] δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.

[442] δούπησεν δὲ πεσών, δόρυ δ’ ἐν κραδίῃ ἐπεπήγει,

[443] ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν

[444] ἔγχεος· ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης·

[445] Ἰδομενεὺς δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας

[446] Δηί̈φοβ’ ἦ ἄρα δή τι ἐί̈σκομεν ἄξιον εἶναι

[447] τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.

[448] δαιμόνι’ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστας’ ἐμεῖο,

[449] ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ’ ἱκάνω,

[450] ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·

[451] Μίνως δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Δευκαλίωνα,

[452] Δευκαλίων δ’ ἐμὲ τίκτε πολέσς’ ἄνδρεσσιν ἄνακτα

[453] Κρήτῃ ἐν εὐρείῃ· νῦν δ’ ἐνθάδε νῆες ἔνεικαν

[454] σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.

[455] ὣς φάτο, Δηί̈φοβος δὲ διάνδιχα μερμήριξεν

[456] ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων

[457] ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.

[458] ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι

[459] βῆναι ἐπ’ Αἰνείαν· τὸν δ’ ὕστατον εὗρεν ὁμίλου

[460] ἑσταότ’· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ

[461] οὕνεκ’ ἄρ’ ἐσθλὸν ἐόντα μετ’ ἀνδράσιν οὔ τι τίεσκεν.

[462] ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

[463] Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ

[464] γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.

[465] ἀλλ’ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε

[466] γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·

[467] τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.

[468] ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,

[469] βῆ δὲ μετ’ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.

[470] ἀλλ’ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,

[471] ἀλλ’ ἔμεν’ ὡς ὅτετις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,

[472] ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν

[473] χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·

[474] ὀφθαλμὼ δ’ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας

[475] θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·

[476] ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ’ ὑπεχώρει,

[477] Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ’ ἑταίρους

[478] Ἀσκάλαφόν τ’ ἐσορῶν Ἀφαρῆά τε Δηί̈πυρόν τε

[479] Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·

[480] τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·

[481] δεῦτε φίλοι, καί μ’ οἴῳ ἀμύνετε· δείδια δ’ αἰνῶς

[482] Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,

[483] ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·

[484] καὶ δ’ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.

[485] εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ’ ἐπὶ θυμῷ

[486] αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.

[487] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες

[488] πλησίοι ἔστησαν, σάκε’ ὤμοισι κλίναντες.

[489] Αἰνείας δ’ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι

[490] Δηί̈φοβόν τε Πάριν τ’ ἐσορῶν καὶ Ἀγήνορα δῖον,

[491] οἵ οἱ ἅμ’ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα

[492] λαοὶ ἕπονθ’, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα

[493] πιόμεν’ ἐκ βοτάνης· γάνυται δ’ ἄρα τε φρένα ποιμήν·

[494] ὣς Αἰνείαι θυμὸς ἐνὶ στήθεσσι γεγήθει

[495] ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.

[496] οἳ δ’ ἀμφ’ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν

[497] μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς

[498] σμερδαλέον κονάβιζε τιτυσκομένων καθ’ ὅμιλον

[499] ἀλλήλων· δύο δ’ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων

[500] Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ

[501] ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.

[502] Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·

[503] ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,

[504] αἰχμὴ δ’ Αἰνείαο κραδαινομένη κατὰ γαίης

[505] ᾤχετ’, ἐπεί ῥ’ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.

[506] Ἰδομενεὺς δ’ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,

[507] ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ’ ἔντερα χαλκὸς

[508] ἤφυς’· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

[509] Ἰδομενεὺς δ’ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος

[510] ἐσπάσατ’, οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ

[511] ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.

[512] οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,

[513] οὔτ’ ἄρ’ ἐπαί̈ξαι μεθ’ ἑὸν· βέλος οὔτ’ ἀλέασθαι.

[514] τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,

[515] τρέσσαι δ’ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.

[516] τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ

[517] Δηί̈φοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.

[518] ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτεν, ὁ δ’ Ἀσκάλαφον βάλε δουρὶ

[519] υἱὸν Ἐνυαλίοιο· δι’ ὤμου δ’ ὄβριμον ἔγχος

[520] ἔσχεν· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

[521] οὐδ’ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης

[522] υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,

[523] ἀλλ’ ὅ γ’ ἄρ’ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν

[524] ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι

[525] ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.

[526] .οἳ δ’ ἀμφ’ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·

[527] Δηί̈φοβος μὲν ἀπ’ Ἀσκαλάφου πήληκα φαεινὴν

[528] ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

[529] δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ’ ἄρα χειρὸς

[530] αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.

[531] Μηριόνης δ’ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς

[532] ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,

[533] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης

[534] αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας

[535] ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ’ ἵκεθ’ ἵππους

[536] ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

[537] ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες·

[538] οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα

[539] τειρόμενον· κατὰ δ’ αἷμα νεουτάτου ἔρρεε χειρός.

[540] οἳ δ’ ἄλλοι μάρναντο, βοὴ δ’ ἄσβεστος ὀρώρει.

[541] ἔνθ’ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας

[542] λαιμὸν τύψ’ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·

[543] ἐκλίνθη δ’ ἑτέρωσε κάρη, ἐπὶ δ’ ἀσπὶς ἑάφθη

[544] καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.

[545] Ἀντίλοχοσδὲ Θόωνα μεταστρεφθέντα δοκεύσας

[546] οὔτας’ ἐπαί̈ξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,

[547] ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει·

[548] τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὁ δ’ ὕπτιος ἐν κονίῃσι

[549] κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.

[550] Ἀντίλοχος δ’ ἐπόρουσε, καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων

[551] παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος

[552] οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο

[553] εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ

[554] Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων

[555] Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.

[556] οὐ μὲν γάρ ποτ’ ἄνευ δηί̈ων ἦν, ἀλλὰ κατ’ αὐτοὺς

[557] στρωφᾶτ’· οὐδέ οἱ ἔγχος ἔχ’ ἀτρέμας, ἀλλὰ μάλ’ αἰεὶ

[558] σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν

[559] ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.

[560] ἀλλ’ οὐ λῆθ’ Ἀδάμαντα τιτυσκόμενος καθ’ ὅμιλον

[561] Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ

[562] ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν

[563] κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.

[564] καὶ τὸ μὲν αὐτοῦ μεῖν’ ὥς τε σκῶλος πυρίκαυστος

[565] ἐν σάκει Ἀντιλόχοιο, τὸ δ’ ἥμισυ κεῖτ’ ἐπὶ γαίης·

[566] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων·

[567] Μηριόνης δ’ ἀπιόντα μετασπόμενος βάλε δουρὶ

[568] αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα

[569] γίγνετ’ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.

[570] ἔνθά οἱ ἔγχος ἔπηξεν· ὁ δ’ ἑσπόμενος περὶ δουρὶ

[571] ἤσπαιρ’ ὡς ὅτε βοῦς τόν τ’ οὔρεσι βουκόλοι ἄνδρες

[572] ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·

[573] ὣς ὁ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,

[574] ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ’ ἐγγύθεν ἐλθὼν

[575] ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.

[576] Δηί̈πυρον δ’ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην

[577] Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.

[578] ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν

[579] μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·

[580] τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.

[581] Ἀτρεί̈δην δ’ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·

[582] βῆ δ’ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι

[583] ὀξὺ δόρυ κραδάων· ὁ δὲ τόξου πῆχυν ἄνελκε.

[584] τὼ δ’ ἄρ’ ὁμαρτήδην ὁ μὲν ἔγχεϊ ὀξυόεντι

[585] ἵετ’ ἀκοντίσσαι, ὁ δ’ ἀπὸ νευρῆφιν ὀϊστῷ.

[586] Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ

[587] θώρηκος γύαλον, ἀπὸ δ’ ἔπτατο πικρὸς ὀϊστός.

[588] ὡς δ’ ὅτ’ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωὴν

[589] θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι

[590] πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,

[591] ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο

[592] πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.

[593] Ἀτρεί̈δης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος

[594] τὴν βάλεν ᾗ ῥ’ ἔχε τόξον ἐύ̈ξοον· ἐν δ’ ἄρα τόξῳ

[595] ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.

[596] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων

[597] χεῖρα παρακρεμάσας· τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος.

[598] καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,

[599] αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ

[600] σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.

[601] Πείσανδρος δ’ ἰθὺς Μενελάου κυδαλίμοιο

[602] ἤϊε· τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ

[603] σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.

[604] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες

[605] Ἀτρεί̈δης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος,

[606] Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο

[607] οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·

[608] ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ’ ἐνὶ καυλῷ

[609] ἔγχος· ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.

[610] Ἀτρεί̈δης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον

[611] ἆλτ’ ἐπὶ Πεισάνδρῳ· ὁ δ’ ὑπ’ ἀσπίδος εἵλετο καλὴν

[612] ἀξίνην εὔχαλκον ἐλαί̈νῳ ἀμφὶ πελέκκῳ

[613] μακρῷ ἐϋξέστῳ· ἅμα δ’ ἀλλήλων ἐφίκοντο.

[614] ἤτοι ὁ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης

[615] ἄκρον ὑπὸ λόφον αὐτόν, ὁ δὲ προσιόντα μέτωπον

[616] ῥινὸς ὕπερ πυμάτης· λάκε δ’ ὀστέα, τὼ δέ οἱ ὄσσε

[617] πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,

[618] ἰδνώθη δὲ πεσών· ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων

[619] τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·

[620] λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων

[621] Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,

[622] ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς

[623] ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ

[624] Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν

[625] ξεινίου, ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν·

[626] οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ

[627] μὰψ οἴχεσθ’ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ’ αὐτῇ·

[628] νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι

[629] πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ’ ἥρωας Ἀχαιούς.

[630] ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.

[631] Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων

[632] ἀνδρῶν ἠδὲ θεῶν· σέο δ’ ἐκ τάδε πάντα πέλονται·

[633] οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι

[634] Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται

[635] φυλόπιδος κορέσασθαι ὁμοιί̈ου πτολέμοιο.

[636] πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος

[637] μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,

[638] τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι

[639] ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.

[640] ὣς εἰπὼν τὰ μὲν ἔντε’ ἀπὸ χροὸς αἱματόεντα

[641] συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,

[642] αὐτὸς δ’ αὖτ’ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

[643] ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος

[644] Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων

[645] ἐς τροίην, οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν·

[646] ὅς ῥα τότ’ Ἀτρεί̈δαο μέσον σάκος οὔτασε δουρὶ

[647] ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι

[648] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων

[649] πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.

[650] Μηριόνης δ’ ἀπιόντος ἵει χαλκήρε’ ὀϊστόν,

[651] καί ῥ’ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς

[652] ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἐξεπέρησεν.

[653] ἑζόμενος δὲ κατ’ αὖθι φίλων ἐν χερσὶν ἑταίρων

[654] θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ

[655] κεῖτο ταθείς· ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.

[656] τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,

[657] ἐς δίφρον δ’ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν

[658] ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,

[659] ποινὴ δ’ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.

[660] τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·

[661] ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·

[662] τοῦ ὅ γε χωόμενος προί̈ει χαλκήρε’ ὀϊστόν.

[663] ἦν δέ τις Εὐχήνωρ Πολυί̈δου μάντιος υἱὸς

[664] ἀφνειός τ’ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,

[665] ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·

[666] πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος

[667] νούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,

[668] ἢ μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·

[669] τώ ῥ’ ἅμα τ’ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν

[670] νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.

[671] τὸν βάλ’ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς

[672] ᾤχετ’ ἀπὸ μελέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν.

[673] ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·

[674] Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διὶ̈ φίλος, οὐδέ τι ᾔδη

[675] ὅττί ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο

[676] λαοὶ ὑπ’ Ἀργείων. τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶν

[677] ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος

[678] ὄτρυν’ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·

[679] ἀλλ’ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο

[680] ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,

[681] ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου

[682] θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε

[683] τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα

[684] ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.

[685] ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες

[686] Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ

[687] σπουδῇ ἐπαί̈σσοντα νεῶν ἔχον, οὐδὲ δύναντο

[688] ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον

[689] οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δ’ ἄρα τοῖσιν

[690] ἦρχ’ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ’ ἅμ’ ἕποντο

[691] Φείδας τε Στιχίος τε Βίας τ’ ἐύ̈ς· αὐτὰρ Ἐπειῶν

[692] Φυλεί̈δης τε Μέγης Ἀμφίων τε Δρακίος τε,

[693] πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.

[694] ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

[695] ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν

[696] ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς

[697] γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ’ Ὀϊλεύς·

[698] αὐτὰρ ὁ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.

[699] οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες

[700] ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·

[701] Αἴας δ’ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς

[702] ἵστατ’ ἀπ’ Αἴαντος Τελαμωνίου οὐδ’ ἠβαιόν,

[703] ἀλλ’ ὥς τ’ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον

[704] ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ’ ἄρά σφι

[705] πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·

[706] τὼ μέν τε ζυγὸν οἶον ἐύ̈ξοον ἀμφὶς ἐέργει

[707] ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·

[708] ὣς τὼ παρβεβαῶτε μάλ’ ἕστασαν ἀλλήλοιιν.

[709] ἀλλ’ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ

[710] λαοὶ ἕπονθ’ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο

[711] ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ’ ἵκοιτο.

[712] οὐδ’ ἄρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·

[713] οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·

[714] οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,

[715] οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,

[716] ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ

[717] Ἴλιον εἰς ἅμ’ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα

[718] ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·

[719] δή ῥα τόθ’ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι

[720] μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,

[721] οἳ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης

[722] Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.

[723] ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων

[724] Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,

[725] εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·

[726] Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.

[727] οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα

[728] τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·

[729] ἀλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.

[730] ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,

[731] ἄλλῳ δ’ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,

[732] ἄλλῳ δ’ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς

[733] ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι,

[734] καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.

[735] αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·

[736] πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·

[737] Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν

[738] οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται

[739] παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.

[740] ἀλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·

[741] ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν

[742] ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν

[743] αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα

[744] πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε

[745] δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ

[746] χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο

[747] μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀί̈ω.

[748] ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων,

[749] αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε

[750] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[751] Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,

[752] αὐτὰρ ἐγὼ κεῖς’ εἶμι καὶ ἀντιόω πολέμοιο·

[753] αἶψα δ’ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.

[754] ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς

[755] κεκλήγων, διὰ δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων.

[756] οἳ δ’ ἐς Πανθοί̈δην ἀγαπήνορα Πουλυδάμαντα

[757] πάντες ἐπεσσεύοντ’, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.

[758] αὐτὰρ ὁ Δηί̈φοβόν τε βίην θ’ Ἑλένοιο ἄνακτος

[759] Ἀσιάδην τ’ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν

[760] φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.

[761] τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους·

[762] ἀλλ’ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

[763] χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,

[764] οἳ δ’ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.

[765] τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσης

[766] δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο

[767] θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,

[768] ἀγχοῦ δ’ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·

[769] Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ

[770] ποῦ τοι Δηί̈φοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος

[771] Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός;

[772] ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ’ ἄκρης

[773] Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.

[774] τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

[775] Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,

[776] ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο

[777] μέλλω, ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·

[778] ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,

[779] ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσι

[780] νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.

[781] οἴω Δηί̈φοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος

[782] οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν

[783] ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ’ ἤμυνε Κρονίων.

[784] νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει·

[785] ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημι

[786] ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.

[787] πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.

[788] ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·

[789] βὰν δ’ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν

[790] ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα

[791] Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην

[792] Πάλμύν τ’ Ἀσκάνιόν τε Μόρυν θ’ υἷ’ Ἱπποτίωνος,

[793] οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ

[794] ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.

[795] οἳ δ’ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,

[796] ἥ ῥά θ’ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,

[797] θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ

[798] κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης

[799] κυρτὰ φαληριόωντα, πρὸ μέν τ’ ἄλλ’, αὐτὰρ ἐπ’ ἄλλα·

[800] ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι,

[801] χαλκῷ μαρμαίροντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.

[802] Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ

[803] Πριαμίδης· πρόσθεν δ’ ἔχεν ἀσπίδα πάντος’ ἐί̈σην

[804] ῥινοῖσιν πυκινήν, πολλὸς δ’ ἐπελήλατο χαλκός·

[805] ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.

[806] πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,

[807] εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·

[808] ἀλλ’ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

[809] Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·

[810] δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως

[811] Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,

[812] ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.

[813] ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν

[814] νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.

[815] ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλισὑμὴ

[816] χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

[817] σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων

[818] ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

[819] θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,

[820] οἵ σε πόλιν δ’ οἴσουσι κονίοντες πεδίοιο.

[821] ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις

[822] αἰετὸς ὑψιπέτης· ἐπὶ δ’ ἴαχε λαὸς Ἀχαιῶν

[823] θάρσυνος οἰωνῷ· ὁ δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ·

[824] Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·

[825] εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο

[826] εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,

[827] τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,

[828] ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι

[829] πᾶσι μάλ’, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς

[830] μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα

[831] δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς

[832] δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.

[833] ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ’ ἅμ’ ἕποντο

[834] ἠχῇ θεσπεσίῃ, ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθεν.

[835] Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο

[836] ἀλκῆς, ἀλλ’ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.

[837] ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς.