ΙΛΙΑΔΟΣ Μ
Τειχομαχία
[1] Ὧς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
[2] ἰᾶτ’ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
[3] Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ’ ἄρ’ ἔμελλε
[4] τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
[5] εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
[6] ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
[7] ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληί̈δα πολλὴν
[8] ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ’ ἀέκητι τέτυκτο
[9] ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
[10] ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς
[11] καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
[12] τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
[13] αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
[14] πολλοὶ δ’ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
[15] πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
[16] Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν,
[17] δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
[18] τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
[19] ὅσσοι ἀπ’ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
[20] Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
[21] Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
[22] καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
[23] κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
[24] τῶν πάντων ὁμόσε στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων,
[25] ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόον· ὗε δ’ ἄρα Ζεὺς
[26] συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
[27] αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
[28] ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε
[29] φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
[30] λεῖα δ’ ἐποίησεν παρ’ ἀγάρροον Ἑλλήσποντον,
[31] αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
[32] τεῖχος ἀμαλδύνας· ποταμοὺς δ’ ἔτρεψε νέεσθαι
[33] κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
[34] ὣς ἄρ’ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
[35] θησέμεναι· τότε δ’ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
[36] τεῖχος ἐύ̈δμητον, κανάχιζε δὲ δούρατα πύργων
[37] βαλλόμεν’· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
[38] νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
[39] Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
[40] αὐτὰρ ὅ γ’ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
[41] ὡς δ’ ὅτ’ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
[42] κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
[43] οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
[44] ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
[45] αἰχμὰς ἐκ χειρῶν· τοῦ δ’ οὔ ποτε κυδάλιμον κῆρ
[46] ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
[47] ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
[48] ὅππῃ τ’ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
[49] ὣς Ἕκτωρ ἀν’ ὅμιλον ἰὼν ἐλλίσσεθ’ ἑταίρους
[50] τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
[51] τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ’ ἄκρῳ
[52] χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
[53] εὐρεῖ’, οὔτ’ ἄρ’ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
[54] ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
[55] ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
[56] ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
[57] πυκνοὺς καὶ μεγάλους δηί̈ων ἀνδρῶν ἀλεωρήν.
[58] ἔνθ’ οὔ κεν ῥέα ἵππος ἐύ̈τροχον ἅρμα τιταίνων
[59] ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
[60] δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
[61] Ἕκτορ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
[62] ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
[63] ἣ δὲ μάλ’ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
[64] ὀξέες ἑστᾶσιν, ποτὶ δ’ αὐτοὺς τεῖχος Ἀχαιῶν,
[65] ἔνθ’ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
[66] ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀί̈ω.
[67] εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
[68] Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ’ ἀρήγειν,
[69] ἦ τ’ ἂν ἔγωγ’ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
[70] νωνύμνους ἀπολέσθαι ἀπ’ Ἄργεος ἐνθάδ’ Ἀχαιούς·
[71] εἰ δέ χ’ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
[72] ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
[73] οὐκέτ’ ἔπειτ’ ὀί̈ω οὐδ’ ἄγγελον ἀπονέεσθαι
[74] ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ’ Ἀχαιῶν.
[75] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
[76] ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
[77] αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
[78] Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
[79] οὐ μενέους’ εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται.
[80] ὣς φάτο Πουλυδάμας, ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων,
[81] αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
[82] οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵππων ἠγερέθοντο,
[83] ἀλλ’ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
[84] ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
[85] ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ·
[86] οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
[87] πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο.
[88] οἳ μὲν ἅμ’ Ἕκτορ’ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
[89] οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
[90] τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
[91] καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ’ ἄρ’ ὄχεσφιν
[92] ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
[93] τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
[94] τῶν δὲ τρίτων Ἕλενος καὶ Δηί̈φοβος θεοειδὴς
[95] υἷε δύω Πριάμοιο· τρίτος δ’ ἦν Ἄσιος ἥρως
[96] Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
[97] αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
[98] τῶν δὲ τετάρτων ἦρχεν ἐὺ̈ς πάϊς Ἀγχίσαο
[99] Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
[100] Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
[101] Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων,
[102] πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
[103] οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
[104] τῶν ἄλλων μετά γ’ αὐτόν· ὁ δ’ ἔπρεπε καὶ διὰ πάντων.
[105] οἳ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
[106] βάν ῥ’ ἰθὺς Δαναῶν λελιημένοι, οὐδ’ ἔτ’ ἔφαντο
[107] σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
[108] ἔνθ’ ἄλλοι Τρῶες τηλεκλειτοί τ’ ἐπίκουροι
[109] βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
[110] ἀλλ’ οὐχ Ὑρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν
[111] αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
[112] ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
[113] νήπιος, οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
[114] ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
[115] ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
[116] πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
[117] ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
[118] εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ
[119] ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
[120] τῇ ῥ’ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
[121] εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
[122] ἀλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων
[123] ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
[124] τῇ ῥ’ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντο
[125] ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ’ Ἀχαιοὺς
[126] σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
[127] νήπιοι, ἐν δὲ πύλῃσι δύ’ ἀνέρας εὗρον ἀρίστους
[128] υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
[129] τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
[130] τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
[131] τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
[132] ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
[133] αἵ τ’ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
[134] ῥίζῃσιν μεγάλῃσι διηνεκέεσς’ ἀραρυῖαι·
[135] ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
[136] μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
[137] οἳ δ’ ἰθὺς πρὸς τεῖχος ἐύ̈δμητον βόας αὔας
[138] ὑψός’ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
[139] Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
[140] Ἀσιάδην τ’ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
[141] οἳ δ’ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
[142] ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
[143] αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
[144] Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
[145] ἐκ δὲ τὼ ἀί̈ξαντε πυλάων πρόσθε μαχέσθην
[146] ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ’ ἐν ὄρεσσιν
[147] ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
[148] δοχμώ τ’ ἀί̈σσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
[149] πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
[150] γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
[151] ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
[152] ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
[153] λαοῖσινκαθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
[154] οἳ δ’ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
[155] βάλλον ἀμυνόμενοι σφῶν τ’ αὐτῶν καὶ κλισιάων
[156] νηῶν τ’ ὠκυπόρων· νιφάδες δ’ ὡς πῖπτον ἔραζε,
[157] ἅς τ’ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
[158] ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
[159] ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
[160] ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ’ ἀμφ’ αὖον ἀύ̈τευν
[161] βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
[162] δή ῥα τότ’ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
[163] Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
[164] Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
[165] πάγχυ μάλ’· οὐ γὰρ ἔγωγ’ ἐφάμην ἥρωας Ἀχαιοὺς
[166] σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
[167] οἳ δ’, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
[168] οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
[169] οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
[170] ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
[171] ὣς οἵ γ’ οὐκ ἐθέλουσι πυλάων καὶ δύ’ ἐόντε
[172] χάσσασθαι πρίν γ’ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
[173] ὣς ἔφατ’, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ’ ἀγορεύων·
[174] Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
[175] ἄλλοι δ’ ἀμφ’ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
[176] ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ’ ἀγορεῦσαι·
[177] πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
[178] λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
[179] νηῶν ἠμύνοντο· θεοὶ δ’ ἀκαχήατο θυμὸν
[180] πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
[181] σὺν δ’ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
[182] ἔνθ’ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
[183] δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
[184] οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
[185] αἰχμὴ χαλκείη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ
[186] ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
[187] αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
[188] υἱὸν δ’ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
[189] Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
[190] αὖτις δ’ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
[191] Ἀντιφάτην μὲν πρῶτον ἐπαί̈ξας δι’ ὁμίλου
[192] πλῆξ’ αὐτοσχεδίην· ὁ δ’ ἄρ’ ὕπτιος οὔδει ἐρείσθη·
[193] αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
[194] πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
[195] ὄφρ’ οἳ τοὺς ἐνάριζον ἀπ’ ἔντεα μαρμαίροντα,
[196] τόφρ’ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
[197] οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
[198] τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
[199] οἵ ῥ’ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
[200] ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
[201] αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
[202] φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
[203] ζωὸν ἔτ’ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
[204] κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
[205] ἰδνωθεὶς ὀπίσω· ὁ δ’ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
[206] ἀλγήσας ὀδύνῃσι, μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ,
[207] αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
[208] Τρῶες δ’ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
[209] κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
[210] δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
[211] Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
[212] ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
[213] δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ’ ἐνὶ βουλῇ
[214] οὔτέ ποτ’ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
[215] νῦν αὖτ’ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
[216] μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
[217] ὧδε γὰρ ἐκτελέεσθαι ὀί̈ομαι, εἰ ἐτεόν γε
[218] Τρωσὶν ὅδ’ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
[219] αἰετὸς ὑψιπέτης ἐπ’ ἀριστερὰ λαὸν ἐέργων
[220] φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
[221] ζωόν· ἄφαρ δ’ ἀφέηκε πάρος φίλα οἰκί’ ἱκέσθαι,
[222] οὐδ’ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
[223] ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
[224] ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ’ Ἀχαιοί,
[225] οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ’ αὐτὰ κέλευθα·
[226] πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
[227] χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
[228] ὧδέ χ’ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
[229] εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
[230] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
[231] Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
[232] οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
[233] εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
[234] ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
[235] ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
[236] βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
[237] τύνη δ’ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
[238] πείθεσθαι, τῶν οὔ τι μετατρέπομ’ οὐδ’ ἀλεγίζω
[239] εἴτ’ ἐπὶ δεξί’ ἴωσι πρὸς ἠῶ τ’ ἠέλιόν τε,
[240] εἴτ’ ἐπ’ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
[241] ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
[242] ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
[243] εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
[244] τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
[245] εἴ περ γάρ τ’ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
[246] νηυσὶν ἐπ’ Ἀργείων, σοὶ δ’ οὐ δέος ἔστ’ ἀπολέσθαι·
[247] οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
[248] εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν’ ἄλλον
[249] παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
[250] αὐτίκ’ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
[251] ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ’ ἅμ’ ἕποντο
[252] ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
[253] ὦρσεν ἀπ’ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
[254] ἥ ῥ’ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
[255] θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
[256] τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
[257] ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
[258] κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
[259] στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ’ Ἀχαιοὶ
[260] πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
[261] τὰς οἵ γ’ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
[262] ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
[263] ἀλλ’ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
[264] βάλλον ἀπ’ αὐτάων δηί̈ους ὑπὸ τεῖχος ἰόντας.
[265] ἀμφοτέρω δ’ Αἴαντε κελευτιόωντ’ ἐπὶ πύργων
[266] πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
[267] ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
[268] νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
[269] ὦ φίλοι Ἀργείων ὅς τ’ ἔξοχος ὅς τε μεσήεις
[270] ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
[271] ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
[272] καὶδ’ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
[273] τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
[274] ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
[275] αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
[276] νεῖκος ἀπωσαμένους δηί̈ους προτὶ ἄστυ δίεσθαι.
[277] ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
[278] τῶν δ’, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
[279] ἤματι χειμερίῳ, ὅτε τ’ ὤρετο μητίετα Ζεὺς
[280] νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
[281] κοιμήσας δ’ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
[282] ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
[283] καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
[284] καί τ’ ἐφ’ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
[285] κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
[286] εἴλυται καθύπερθ’, ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·
[287] ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
[288] αἱ μὲν ἄρ’ ἐς Τρῶας, αἱ δ’ ἐκ Τρώων ἐς Ἀχαιούς,
[289] βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
[290] οὐδ’ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
[291] τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
[292] εἰ μὴ ἄρ’ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
[293] ὦρσεν ἐπ’ Ἀργείοισι λέονθ’ ὣς βουσὶν ἕλιξιν.
[294] αὐτίκα δ’ ἀσπίδα μὲν πρόσθ’ ἔσχετο πάντος’ ἐί̈σην
[295] καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
[296] ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
[297] χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
[298] τὴν ἄρ’ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
[299] βῆ ῥ’ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ’ ἐπιδευὴς
[300] δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
[301] μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
[302] εἴ περ γάρ χ’ εὕρῃσι παρ’ αὐτόφι βώτορας ἄνδρας
[303] σὺνκυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
[304] οὔ ῥά τ’ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
[305] ἀλλ’ ὅ γ’ ἄρ’ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
[306] ἔβλητ’ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
[307] ὥς ῥα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
[308] τεῖχος ἐπαί̈ξαι διά τε ῥήξασθαι ἐπάλξεις.
[309] αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ’ Ἱππολόχοιο·
[310] Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
[311] ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
[312] ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
[313] καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ’ ὄχθας
[314] καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
[315] τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
[316] ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
[317] ὄφρά τις ὧδ’ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
[318] οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
[319] ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
[320] οἶνόν τ’ ἔξαιτον μελιηδέα· ἀλλ’ ἄρα καὶ ἲς
[321] ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
[322] ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
[323] αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε
[324] ἔσσεσθ’, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
[325] οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
[326] νῦν δ’ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
[327] μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι,
[328] ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
[329] ὣς ἔφατ’, οὐδὲ Γλαῦκος ἀπετράπετ’ οὐδ’ ἀπίθησε·
[330] τὼ δ’ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
[331] τοὺς δὲ ἰδὼν ῥίγης’ υἱὸς Πετεῶο Μενεσθεύς·
[332] τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
[333] πάπτηνεν δ’ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν’ ἴδοιτο
[334] ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
[335] ἐς δ’ ἐνόης’ Αἴαντε δύω πολέμου ἀκορήτω
[336] ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
[337] ἐγγύθεν· ἀλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
[338] τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ’ οὐρανὸν ἷκε,
[339] βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
[340] καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ’ αὐτὰς
[341] ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
[342] αἶψα δ’ ἐπ’ Αἴαντα προί̈ει κήρυκα Θοώτην·
[343] ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
[344] ἀμφοτέρω μὲν μᾶλλον· ὁ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων
[345] εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
[346] ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
[347] ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
[348] εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
[349] ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
[350] καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώς.
[351] ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
[352] βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
[353] στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
[354] Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
[355] ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
[356] κεῖς’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
[357] ἀμφοτέρω μὲν μᾶλλον· ὁ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων
[358] εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
[359] ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
[360] ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
[361] εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
[362] ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
[363] καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώς.
[364] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
[365] αὐτίκ’ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
[366] Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
[367] ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
[368] αὐτὰρ ἐγὼ κεῖς’ εἶμι καὶ ἀντιόω πολέμοιο·
[369] αἶψα δ’ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
[370] ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
[371] καί οἱ Τεῦκρος ἅμ’ ᾖε κασίγνητος καὶ ὄπατρος·
[372] τοῖς δ’ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
[373] εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
[374] τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ’ ἵκοντο,
[375] οἳ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
[376] ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
[377] σὺν δ’ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ’ ἀϋτή.
[378] Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
[379] Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
[380] μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
[381] κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
[382] χείρεσς’ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν,
[383] οἷοι νῦν βροτοί εἰς’· ὁ δ’ ἄρ’ ὑψόθεν ἔμβαλ’ ἀείρας,
[384] θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ’ ὀστέ’ ἄραξε
[385] πάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς
[386] κάππες’ ἀφ’ ὑψηλοῦ πύργου, λίπε δ’ ὀστέα θυμός.
[387] Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱππολόχοιο
[388] ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
[389] ᾗ ῥ’ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
[390] ἂψ δ’ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
[391] βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι.
[392] Σαρπήδοντι δ’ ἄχος γένετο Γλαύκου ἀπιόντος
[393] αὐτίκ’ἐπεί τ’ ἐνόησεν· ὅμως δ’ οὐ λήθετο χάρμης,
[394] ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
[395] νύξ’, ἐκ δ’ ἔσπασεν ἔγχος· ὁ δ’ ἑσπόμενος πέσε δουρὶ
[396] πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
[397] Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
[398] ἕλχ’, ἣ δ’ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
[399] τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
[400] τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’ ὁ μὲν ἰῷ
[401] βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
[402] ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
[403] παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
[404] Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
[405] ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
[406] χώρησεν δ’ ἄρα τυτθὸν ἐπάλξιος· οὐδ’ ὅ γε πάμπαν
[407] χάζετ’, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
[408] κέκλετο δ’ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
[409] ὦ Λύκιοι τί τ’ ἄρ’ ὧδε μεθίετε θούριδος ἀλκῆς;
[410] ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
[411] μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
[412] ἀλλ’ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
[413] ὣς ἔφαθ’, οἳ δὲ ἄνακτοσὑποδείσαντες ὁμοκλὴν
[414] μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
[415] Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
[416] τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
[417] οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
[418] τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
[419] οὔτέ ποτ’ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
[420] τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
[421] ἀλλ’ ὥς τ’ ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον
[422] μέτρ’ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
[423] ὥ τ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
[424] ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δ’ ὑπὲρ αὐτέων
[425] δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
[426] ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
[427] πολλοὶ δ’ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
[428] ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
[429] μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
[430] πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
[431] ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
[432] ἀλλ’ οὐδ’ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
[433] ἀλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
[434] ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
[435] ἰσάζους’, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
[436] ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
[437] πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
[438] Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
[439] ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
[440] ὄρνυσθ’ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
[441] Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
[442] ὣς φάτ’ ἐποτρύνων, οἳ δ’ οὔασι πάντες ἄκουον,
[443] ἴθυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
[444] κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ’ ἔχοντες,
[445] Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
[446] ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
[447] ὀξὺς ἔην· τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω
[448] ῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν,
[449] οἷοι νῦν βροτοί εἰς’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
[450] τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
[451] ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
[452] χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
[453] ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
[454] αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
[455] δικλίδας ὑψηλάς· δοιοὶ δ’ ἔντοσθεν ὀχῆες
[456] εἶχον ἐπημοιβοί, μία δὲ κληὶ̈ς ἐπαρήρει.
[457] στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
[458] εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
[459] ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
[460] βριθοσύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄρ’ ὀχῆες
[461] ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
[462] λᾶος ὑπὸ ῥιπῆς· ὁ δ’ ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ
[463] νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
[464] σμερδαλέῳ, τὸν ἕεστο περὶ χροί̈, δοιὰ δὲ χερσὶ
[465] δοῦρ’ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
[466] νόσφι θεῶν ὅτ’ ἐσᾶλτο πύλας· πυρὶ δ’ ὄσσε δεδήει.
[467] κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλον
[468] τεῖχος ὑπερβαίνειν· τοὶ δ’ ὀτρύνοντι πίθοντο.
[469] αὐτίκα δ’ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ’ αὐτὰς
[470] ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
[471] νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ’ ἀλίαστος ἐτύχθη.