ΙΛΙΑΔΟΣ Λ
Ἀγαμέμνονος ἀριστεία
[1] Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο
[2] ὄρνυθ’, ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
[3] Ζεὺς δ’ Ἔριδα προί̈αλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
[4] ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
[5] στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηὶ̈ μελαίνῃ,
[6] ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
[7] ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο
[8] ἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐί̈σας
[9] εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
[10] ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε
[11] ὄρθι’, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ
[12] καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
[13] τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
[14] ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
[15] Ἀτρεί̈δης δ’ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
[16] Ἀργείους· ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
[17] κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
[18] καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
[19] δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
[20] τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
[21] πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ’ Ἀχαιοὶ
[22] ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
[23] τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
[24] τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
[25] δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
[26] κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
[27] τρεῖς ἑκάτερθ’ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
[28] ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
[29] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
[30] χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
[31] ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
[32] ἂν δ’ ἕλετ’ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
[33] καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
[34] ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
[35] λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
[36] τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
[37] δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
[38] τῆς δ’ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ’ αὐτοῦ
[39] κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
[40] τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
[41] κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
[42] ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
[43] εἵλετο δ’ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
[44] ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ’ αὐτόφιν οὐρανὸν εἴσω
[45] λάμπ’· ἐπὶ δ’ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
[46] τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
[47] ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
[48] ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ,
[49] αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
[50] ῥώοντ’· ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό.
[51] φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
[52] ἱππῆες δ’ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
[53] ὦρσε κακὸν Κρονίδης, κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσας
[54] αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε
[55] πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
[56] Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
[57] Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
[58] Αἰνείαν θ’, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
[59] τρεῖς τ’ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
[60] ἠί̈θεόν τ’ Ἀκάμαντ’ ἐπιείκελον ἀθανάτοισιν.
[61] Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντος’ ἐί̈σην,
[62] οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
[63] παμφαίνων, τοτὲ δ’ αὖτις ἔδυ νέφεα σκιόεντα,
[64] ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
[65] ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων· πᾶς δ’ ἄρα χαλκῷ
[66] λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
[67] οἳ δ’, ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
[68] ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουραν
[69] πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
[70] ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
[71] δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.
[72] ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
[73] θῦνον· Ἔρις δ’ ἄρ’ ἔχαιρε πολύστονος εἰσορόωσα·
[74] οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
[75] οἳ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
[76] σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
[77] δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
[78] πάντες δ’ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
[79] οὕνεκ’ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
[80] τῶν μὲν ἄρ’ οὐκ ἀλέγιζε πατήρ· ὁ δὲ νόσφι λιασθεὶς
[81] τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
[82] εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
[83] χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ’ ὀλλυμένους τε.
[84] ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
[85] τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός·
[86] ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
[87] οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ’ ἐκορέσσατο χεῖρας
[88] τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
[89] σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
[90] τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
[91] κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ’ Ἀγαμέμνων
[92] πρῶτος ὄρους’, ἕλε δ’ ἄνδρα Βιάνορα ποιμένα λαῶν
[93] αὐτόν, ἔπειτα δ’ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
[94] ἤτοι ὅ γ’ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
[95] τὸν δ’ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
[96] νύξ’, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
[97] ἀλλὰ δι’ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
[98] ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
[99] καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[100] στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
[101] αὐτὰρ ὁ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
[102] υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
[103] εἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μὲν νόθος ἡνιόχευεν,
[104] Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ’ Ἀχιλλεὺς
[105] Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
[106] ποιμαίνοντ’ ἐπ’ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
[107] δὴ τότε γ’ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων
[108] τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
[109] Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ’ ἔβαλ’ ἵππων.
[110] σπερχόμενος δ’ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
[111] γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
[112] εἶδεν, ὅτ’ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
[113] ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
[114] ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
[115] ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ’ ἦτορ ἀπηύρα·
[116] ἣ δ’ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
[117] χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
[118] καρπαλίμως δ’ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
[119] σπεύδους’ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ’ ὁρμῆς·
[120] ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
[121] Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ’ Ἀργείοισι φέβοντο.
[122] αὐτὰρ ὁ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
[123] υἱέας Ἀντιμάχοιο δαί̈φρονος, ὅς ῥα μάλιστα
[124] χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
[125] οὐκ εἴασχ’ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
[126] τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
[127] εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους·
[128] ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
[129] τὼ δὲ κυκηθήτην· ὁ δ’ ἐναντίον ὦρτο λέων ὣς
[130] Ἀτρεί̈δης· τὼ δ’ αὖτ’ ἐκ δίφρου γουναζέσθην·
[131] ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα·
[132] πολλὰ δ’ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
[133] χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
[134] τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα,
[135] εἰ νῶϊ ζωοὺς πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.
[136] ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
[137] μειλιχίοισἐπέεσσιν· ἀμείλικτον δ’ ὄπ’ ἄκουσαν·
[138] εἰ μὲν δὴ Ἀντιμάχοιο δαί̈φρονος υἱέες ἐστόν,
[139] ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
[140] ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
[141] αὖθι κατακτεῖναι μηδ’ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
[142] νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
[143] ἦ, καὶ Πείσανδρον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε
[144] δουρὶ βαλὼν πρὸς στῆθος· ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη.
[145] Ἱππόλοχος δ’ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
[146] χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ’ αὐχένα κόψας,
[147] ὅλμον δ’ ὣς ἔσσευε κυλίνδεσθαι δι’ ὁμίλου.
[148] τοὺς μὲν ἔας’· ὁ δ’ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
[149] τῇ ῥ’ ἐνόρους’, ἅμα δ’ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
[150] πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
[151] ἱππεῖς δ’ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
[152] ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
[153] χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
[154] αἰὲν ἀποκτείνων ἕπετ’ Ἀργείοισι κελεύων.
[155] ὡς δ’ ὅτε πῦρ ἀί̈δηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
[156] πάντῃ τ’ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
[157] πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
[158] ὣς ἄρ’ ὑπ’ Ἀτρεί̈δῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
[159] Τρώων φευγόντων, πολλοὶ δ’ ἐριαύχενες ἵπποι
[160] κείν’ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
[161] ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ’ ἐπὶ γαίῃ
[162] κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
[163] Ἕκτορα δ’ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
[164] ἔκ τ’ ἀνδροκτασίης ἔκ θ’ αἵματος ἔκ τε κυδοιμοῦ·
[165] Ἀτρεί̈δης δ’ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
[166] οἳ δὲ παρ’ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
[167] μέσσον κὰπ πεδίον παρ’ ἐρινεὸν ἐσσεύοντο
[168] ἱέμενοι πόλιος· ὁ δὲ κεκλήγων ἕπετ’ αἰεὶ
[169] Ἀτρεί̈δης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
[170] ἀλλ’ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
[171] ἔνθ’ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
[172] οἳ δ’ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
[173] ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
[174] πάσας· τῇ δέ τ’ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
[175] τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
[176] πρῶτον, ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
[177] ὣς τοὺς Ἀτρεί̈δης ἔφεπε κρείων Ἀγαμέμνων
[178] αἰὲνἀποκτείνων τὸν ὀπίστατον· οἳ δ’ ἐφέβοντο.
[179] πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
[180] Ἀτρεί̈δεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
[181] ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
[182] ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
[183] Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
[184] οὐρανόθεν καταβάς· ἔχε δ’ ἀστεροπὴν μετὰ χερσίν.
[185] Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
[186] βάσκ’ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
[187] ὄφρ’ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
[188] θύνοντ’ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
[189] τόφρ’ ἀναχωρείτω, τὸν δ’ ἄλλον λαὸν ἀνώχθω
[190] μάρνασθαι δηί̈οισι κατὰ κρατερὴν ὑσμίνην.
[191] αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
[192] εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
[193] κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
[194] δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
[195] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
[196] βῆ δὲ κατ’ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
[197] εὗρ’ υἱὸν Πριάμοιο δαί̈φρονος Ἕκτορα δῖον
[198] ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
[199] ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
[200] Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
[201] Ζεύς με πατὴρ προέηκε τεὶ̈ν τάδε μυθήσασθαι.
[202] ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
[203] θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
[204] τόφρ’ ὑπόεικε μάχης, τὸν δ’ ἄλλον λαὸν ἄνωχθι
[205] μάρνασθαι δηί̈οισι κατὰ κρατερὴν ὑσμίνην.
[206] αὐτὰρ ἐπεί κ’ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
[207] εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
[208] κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
[209] δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
[210] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη πόδας ὠκέα Ἶρις,
[211] Ἕκτωρ δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
[212] πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
[213] ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
[214] οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
[215] Ἀργεῖοι δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
[216] ἀρτύνθη δὲ μάχη, στὰν δ’ ἀντίοι· ἐν δ’ Ἀγαμέμνων
[217] πρῶτος ὄρους’, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
[218] ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι
[219] ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
[220] ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
[221] Ἰφιδάμας Ἀντηνορίδης ἠύ̈ς τε μέγας τε
[222] ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
[223] Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
[224] μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
[225] αὐτὰρ ἐπεί ῥ’ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
[226] αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἥν·
[227] γήμας δ’ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ’ Ἀχαιῶν
[228] σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
[229] τὰς μὲν ἔπειτ’ ἐν Περκώτῃ λίπε νῆας ἐί̈σας,
[230] αὐτὰρ ὁ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
[231] ὅς ῥα τότ’ Ἀτρεί̈δεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
[232] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[233] Ἀτρεί̈δης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος,
[234] Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
[235] νύξ’, ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
[236] οὐδ’ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
[237] ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ’ αἰχμή.
[238] καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
[239] ἕλκ’ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ’ ἄρα χειρὸς
[240] σπάσσατο· τὸν δ’ ἄορι πλῆξ’ αὐχένα, λῦσε δὲ γυῖα.
[241] ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
[242] οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
[243] κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ’ ἔδωκε·
[244] πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη
[245] αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
[246] δὴ τότε γ’ Ἀτρεί̈δης Ἀγαμέμνων ἐξενάριξε,
[247] βῆ δὲ φέρων ἀν’ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
[248] τὸν δ’ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
[249] πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
[250] ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
[251] στῆ δ’ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
[252] νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
[253] ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
[254] ῥίγησέν τ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[255] ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
[256] ἀλλ’ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
[257] ἤτοι ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
[258] ἕλκε ποδὸς μεμαώς, καὶ ἀύ̈τει πάντας ἀρίστους·
[259] τὸν δ’ ἕλκοντ’ ἀν’ ὅμιλον ὑπ’ ἀσπίδος ὀμφαλοέσσης
[260] οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
[261] τοῖο δ’ ἐπ’ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
[262] ἔνθ’ Ἀντήνορος υἷες ὑπ’ Ἀτρεί̈δῃ βασιλῆϊ
[263] πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
[264] αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
[265] ἔγχεί̈ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
[266] ὄφρά οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
[267] αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα,
[268] ὀξεῖαι δ’ ὀδύναι δῦνον μένος Ἀτρεί̈δαο.
[269] ὡς δ’ ὅτ’ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
[270] δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
[271] Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
[272] ὣς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρεί̈δαο.
[273] ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
[274] νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
[275] ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
[276] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[277] ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
[278] φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
[279] εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
[280] ὣς ἔφαθ’, ἡνίοχος δ’ ἵμασεν καλλίτριχας ἵππους
[281] νῆας ἔπι γλαφυράς· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην·
[282] ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
[283] τειρόμενον βασιλῆα μάχης ἀπάνευθεφέροντες.
[284] Ἕκτωρ δ’ ὡς ἐνόης’ Ἀγαμέμνονα νόσφι κιόντα
[285] Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀύ̈σας·
[286] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
[287] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
[288] οἴχετ’ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκε
[289] Ζεὺς Κρονίδης· ἀλλ’ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
[290] ἰφθίμων Δαναῶν, ἵν’ ὑπέρτερον εὖχος ἄρησθε.
[291] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
[292] ὡς δ’ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
[293] σεύῃ ἐπ’ ἀγροτέρῳ συὶ̈ καπρίῳ ἠὲ λέοντι,
[294] ὣς ἐπ’ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
[295] Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
[296] αὐτὸς δ’ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
[297] ἐν δ’ ἔπες’ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
[298] ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
[299] ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν
[300] Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
[301] Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
[302] καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’ Ἀγέλαον
[303] Αἴσυμνόν τ’ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
[304] τοὺς ἄρ’ ὅ γ’ ἡγεμόναςΔαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
[305] πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
[306] ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
[307] πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ’ ἄχνη
[308] σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
[309] ὣς ἄρα πυκνὰ καρήαθ’ ὑφ’ Ἕκτορι δάμνατο λαῶν.
[310] ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
[311] καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
[312] εἰ μὴ Τυδεί̈δῃ Διομήδεϊ κέκλετ’ Ὀδυσσεύς·
[313] Τυδεί̈δη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
[314] ἀλλ’ ἄγε δεῦρο πέπον, παρ’ ἔμ’ ἵσταο· δὴ γὰρ ἔλεγχος
[315] ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
[316] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
[317] ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
[318] ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
[319] Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
[320] ἦ καὶ Θυμβραῖον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε
[321] δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
[322] ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
[323] τοὺς μὲν ἔπειτ’ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
[324] τὼ δ’ ἀν’ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
[325] ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
[326] ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
[327] ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
[328] ἔνθ’ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
[329] υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
[330] ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
[331] στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
[332] πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
[333] τοὺς μὲν Τυδεί̈δης δουρικλειτὸς Διομήδης
[334] θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε’ ἀπηύρα·
[335] Ἱππόδαμον δ’ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
[336] ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
[337] ἐξ Ἴδης καθορῶν· τοὶ δ’ ἀλλήλους ἐνάριζον.
[338] ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
[339] Παιονίδην ἥρωα κατ’ ἰσχίον· οὐ δέ οἱ ἵπποι
[340] ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
[341] τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ’ ἔχεν, αὐτὰρ ὁ πεζὸς
[342] θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
[343] Ἕκτωρ δ’ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺς
[344] κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
[345] τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
[346] αἶψα δ’ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
[347] νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
[348] ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
[349] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος
[350] καὶ βάλεν, οὐδ’ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
[351] ἄκρην κὰκ κόρυθα· πλάγχθη δ’ ἀπὸ χαλκόφι χαλκός,
[352] οὐδ’ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
[353] τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
[354] Ἕκτωρ δ’ ὦκ’ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ’ ὁμίλῳ,
[355] στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
[356] γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
[357] ὄφρα δὲ Τυδεί̈δης μετὰ δούρατος ᾤχετ’ ἐρωὴν
[358] τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
[359] τόφρ’ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
[360] ἐξέλας’ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
[361] δουρὶ δ’ ἐπαί̈σσων προσέφη κρατερὸς Διομήδης·
[362] ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
[363] ἦλθε κακόν· νῦν αὖτέ ς’ ἐρύσατο Φοῖβος Ἀπόλλων
[364] ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
[365] ἦ θήν ς’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
[366] εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
[367] νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
[368] ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
[369] αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
[370] Τυδεί̈δῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
[371] στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
[372] Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
[373] ἤτοι ὁ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
[374] αἴνυτ’ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ’ ὤμων
[375] καὶ κόρυθα βριαρήν· ὁ δὲ τόξου πῆχυν ἄνελκε
[376] καὶ βάλεν, οὐδ’ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
[377] ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ’ ἀμπερὲς ἰὸς
[378] ἐν γαίῃ κατέπηκτο· ὁ δὲ μάλα ἡδὺ γελάσσας
[379] ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
[380] βέβληαι οὐδ’ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
[381] νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
[382] οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
[383] οἵ τέ σε πεφρίκασι λέονθ’ ὡς μηκάδες αἶγες.
[384] τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
[385] τοξότα λωβητὴρ κέραι ἀγλαὲ παρθενοπῖπα
[386] εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
[387] οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
[388] νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
[389] οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
[390] κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
[391] ἦ τ’ ἄλλως ὑπ’ ἐμεῖο, καὶ εἴ κ’ ὀλίγον περ ἐπαύρῃ,
[392] ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
[393] τοῦ δὲ γυναικὸς μέν τ’ ἀμφίδρυφοί εἰσι παρειαί,
[394] παῖδες δ’ ὀρφανικοί· ὁ δέ θ’ αἵματι γαῖαν ἐρεύθων
[395] πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
[396] ὣς φάτο, τοῦ δ’ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
[397] ἔστη πρόσθ’· ὁ δ’ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
[398] ἐκ ποδὸς ἕλκ’, ὀδύνη δὲ διὰ χροὸς ἦλθ’ ἀλεγεινή.
[399] ἐς δίφρον δ’ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
[400] νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
[401] οἰώθη δ’ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
[402] Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
[403] ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
[404] ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
[405] πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
[406] μοῦνος· τοὺς δ’ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
[407] ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
[408] οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
[409] ὃς δέ κ’ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
[410] ἑστάμεναι κρατερῶς, ἤ τ’ ἔβλητ’ ἤ τ’ ἔβαλ’ ἄλλον.
[411] εἷος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
[412] τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
[413] ἔλσαν δ’ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
[414] ὡς δ’ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ’ αἰζηοὶ
[415] σεύωνται, ὁ δέ τ’ εἶσι βαθείης ἐκ ξυλόχοιο
[416] θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
[417] ἀμφὶ δέ τ’ ἀί̈σσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
[418] γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
[419] ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα Διὶ̈ φίλον ἐσσεύοντο
[420] Τρῶες· ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
[421] οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
[422] αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
[423] Χερσιδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀί̈ξαντα
[424] δουρὶ κατὰ πρότμησιν ὑπ’ ἀσπίδος ὀμφαλοέσσης
[425] νύξεν· ὁ δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
[426] τοὺς μὲν ἔας’, ὁ δ’ ἄρ’ Ἱππασίδην Χάροπ’ οὔτασε δουρὶ
[427] αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
[428] τῷ δ’ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
[429] στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
[430] ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ’ ἠδὲ πόνοιο
[431] σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
[432] τοιώδ’ ἄνδρε κατακτείνας καὶ τεύχε’ ἀπούρας,
[433] ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
[434] ὣς εἰπὼν οὔτησε κατ’ ἀσπίδα πάντος’ ἐί̈σην.
[435] διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
[436] καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
[437] πάντα δ’ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ’ ἔτ’ ἔασε
[438] Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
[439] γνῶ δ’ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
[440] ἂψ δ’ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
[441] ἆ δείλ’ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
[442] ἤτοι μέν ῥ’ ἔμ’ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
[443] σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
[444] ἤματι τῷδ’ ἔσσεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
[445] εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ.
[446] ἦ, καὶ ὁ μὲν φύγαδ’ αὖτις ὑποστρέψας ἐβεβήκει,
[447] τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
[448] ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
[449] δούπησεν δὲ πεσών· ὁ δ’ ἐπεύξατο δῖος Ὀδυσσεύς·
[450] ὦ Σῶχ’ Ἱππάσου υἱὲ δαί̈φρονος ἱπποδάμοιο
[451] φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ’ ὑπάλυξας.
[452] ἆ δείλ’ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
[453] ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ’ οἰωνοὶ
[454] ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
[455] αὐτὰρ ἔμ’, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
[456] ὣς εἰπὼν Σώκοιο δαί̈φρονος ὄβριμον ἔγχος
[457] ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
[458] αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
[459] Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ’ Ὀδυσῆος
[460] κεκλόμενοι καθ’ ὅμιλον ἐπ’ αὐτῷ πάντες ἔβησαν.
[461] αὐτὰρ ὅ γ’ ἐξοπίσω ἀνεχάζετο, αὖε δ’ ἑταίρους.
[462] τρὶς μὲν ἔπειτ’ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
[463] τρὶς δ’ ἄϊεν ἰάχοντος ἄρῃ φίλος Μενέλαος.
[464] αἶψα δ’ ἄρ’ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
[465] Αἶανδιογενὲς Τελαμώνιε κοίρανε λαῶν
[466] ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετ’ ἀϋτὴ
[467] τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
[468] Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
[469] ἀλλ’ ἴομεν καθ’ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
[470] δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
[471] ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
[472] ὣς εἰπὼν ὁ μὲν ἦρχ’, ὁ δ’ ἅμ’ ἕσπετο ἰσόθεος φώς.
[473] εὗρον ἔπειτ’ Ὀδυσῆα Διὶ̈ φίλον· ἀμφὶ δ’ ἄρ’ αὐτὸν
[474] Τρῶες ἕπονθ’ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
[475] ἀμφ’ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ’ ἔβαλ’ ἀνὴρ
[476] ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ’ ἤλυξε πόδεσσι
[477] φεύγων, ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ·
[478] αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
[479] ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
[480] ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
[481] σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει·
[482] ὥς ῥα τότ’ ἀμφ’ Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην
[483] Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ’ ἥρως
[484] ἀί̈σσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
[485] Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον,
[486] στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
[487] ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ’ ὁμίλου
[488] χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
[489] Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
[490] Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
[491] οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
[492] ὡς δ’ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
[493] χειμάρρους κατ’ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
[494] πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
[495] ἐσφέρεται, πολλὸν δέ τ’ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
[496] ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
[497] δαί̈ζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
[498] πεύθετ’, ἐπεί ῥα μάχης ἐπ’ ἀριστερὰ μάρνατο πάσης
[499] ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
[500] ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ’ ἄσβεστος ὀρώρει
[501] Νέστορά τ’ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
[502] Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
[503] ἔγχεί̈ θ’ ἱπποσύνῃ τε, νέων δ’ ἀλάπαζε φάλαγγας·
[504] οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
[505] εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
[506] παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
[507] ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
[508] τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
[509] μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
[510] αὐτίκα δ’ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
[511] ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
[512] ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
[513] βαινέτω, ἐς νῆας δὲ τάχιστ’ ἔχε μώνυχας ἵππους·
[514] ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
[515] ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν.
[516] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
[517] αὐτίκα δ’ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
[518] βαῖν’ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
[519] μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
[520] νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
[521] Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
[522] Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
[523] Ἕκτορ νῶϊ μὲν ἐνθάδ’ ὁμιλέομεν Δαναοῖσιν
[524] ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
[525] Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
[526] Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
[527] εὐρὺγὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
[528] κεῖς’ ἵππους τε καὶ ἅρμ’ ἰθύνομεν, ἔνθα μάλιστα
[529] ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
[530] ἀλλήλους ὀλέκουσι, βοὴ δ’ ἄσβεστος ὄρωρεν.
[531] ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
[532] μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀί̈οντες
[533] ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
[534] στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξων
[535] νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
[536] ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
[537] αἵ τ’ ἀπ’ ἐπισσώτρων.ὁ δὲ ἵετο δῦναι ὅμιλον
[538] ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
[539] ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
[540] αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
[541] ἔγχεί̈ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
[542] Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο.
[543] * * * [σπυριυς] * * *
[544] Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε·
[545] στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
[546] τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου θηρὶ ἐοικὼς
[547] ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
[548] ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
[549] ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
[550] οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
[551] πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων
[552] ἰθύει, ἀλλ’ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
[553] ἀντίον ἀί̈σσουσι θρασειάων ἀπὸ χειρῶν
[554] καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
[555] ἠῶθεν δ’ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
[556] ὣς Αἴας τότ’ ἀπὸ Τρώων τετιημένος ἦτορ
[557] ἤϊε πόλλ’ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
[558] ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
[559] νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγῃ,
[560] κείρει τ’ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
[561] τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
[562] σπουδῇ τ’ ἐξήλασσαν, ἐπεί τ’ ἐκορέσσατο φορβῆς·
[563] ὣς τότ’ ἔπειτ’ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
[564] Τρῶες ὑπέρθυμοι πολυηγερέες τ’ ἐπίκουροι
[565] νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
[566] Αἴας δ’ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
[567] αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
[568] Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
[569] πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
[570] αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
[571] ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
[572] ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
[573] πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
[574] ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
[575] τὸν δ’ ὡς οὖν ἐνόης’ Εὐαίμονος ἀγλαὸς υἱὸς
[576] Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
[577] στῆ ῥα παρ’ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
[578] καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
[579] ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν·
[580] Εὐρύπυλος δ’ ἐπόρουσε καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων.
[581] τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
[582] τεύχε’ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
[583] ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
[584] δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
[585] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων,
[586] ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
[587] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[588] στῆτ’ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
[589] Αἴανθ’, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
[590] φεύξεσθ’ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ’ ἄντην
[591] ἵστασθ’ ἀμφ’ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
[592] ὣς ἔφατ’ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρ’ αὐτὸν
[593] πλησίοι ἔστησαν σάκε’ ὤμοισι κλίναντες
[594] δούρατ’ ἀνασχόμενοι· τῶν δ’ ἀντίος ἤλυθεν Αἴας.
[595] στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
[596] ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
[597] Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
[598] ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
[599] τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
[600] ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηὶ̈
[601] εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
[602] αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
[603] φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας
[604] ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή.
[605] τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
[606] τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
[607] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
[608] δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
[609] νῦν ὀί̈ω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
[610] λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.
[611] ἀλλ’ ἴθι νῦν Πάτροκλε Διὶ̈ φίλε Νέστορ’ ἔρειο
[612] ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
[613] ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε
[614] τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
[615] ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
[616] ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ,
[617] βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
[618] οἳ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
[619] αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
[620] ἵππους δ’ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
[621] ἐξ ὀχέων· τοὶ δ’ ἱδρῶ ἀπεψύχοντο χιτώνων
[622] στάντε ποτὶ πνοιὴν παρὰ θῖν’ ἁλός· αὐτὰρ ἔπειτα
[623] ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
[624] τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
[625] τὴν ἄρετ’ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
[626] θυγατέρ’ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
[627] ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
[628] ἥ σφωϊν πρῶτον μὲν ἐπιπροί̈ηλε τράπεζαν
[629] καλὴν κυανόπεζαν ἐύ̈ξοον, αὐτὰρ ἐπ’ αὐτῆς
[630] χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
[631] ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν,
[632] πὰρ δὲ δέπας περικαλλές, ὁ οἴκοθεν ἦγ’ ὁ γεραιός,
[633] χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ’ αὐτοῦ
[634] τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
[635] χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν.
[636] ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
[637] πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.
[638] ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
[639] οἴνῳ Πραμνείῳ, ἐπὶδ’ αἴγειον κνῆ τυρὸν
[640] κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνε,
[641] πινέμεναι δ’ ἐκέλευσεν, ἐπεί ῥ’ ὥπλισσε κυκειῶ.
[642] τὼ δ’ ἐπεὶ οὖν πίνοντ’ ἀφέτην πολυκαγκέα δίψαν
[643] μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
[644] Πάτροκλος δὲ θύρῃσιν ἐφίστατοἰσόθεος φώς.
[645] τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
[646] ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαι ἄνωγε.
[647] Πάτροκλος δ’ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
[648] οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
[649] αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
[650] ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
[651] γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
[652] νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ’ Ἀχιλῆϊ.
[653] εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
[654] δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
[655] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
[656] τίπτε τὰρ ὧδ’ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
[657] ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
[658] πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
[659] ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
[660] βέβληται μὲν ὁ Τυδεί̈δης κρατερὸς Διομήδης,
[661] οὔτασται δ’ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ’ Ἀγαμέμνων·
[662] βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
[663] τοῦτον δ’ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
[664] ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
[665] ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ’ ἐλεαίρει.
[666] ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
[667] Ἀργείων ἀέκητι πυρὸς δηί̈οιο θέρωνται,
[668] αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
[669] ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
[670] εἴθ’ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
[671] ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
[672] ἀμφὶ βοηλασίῃ, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα
[673] ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
[674] ῥύσι’ ἐλαυνόμενος· ὁ δ’ ἀμύνων ᾗσι βόεσσιν
[675] ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
[676] κὰδ δ’ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
[677] ληί̈δα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθαπολλὴν
[678] πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
[679] τόσσα συῶν συβόσια, τός’ αἰπόλια πλατέ’ αἰγῶν,
[680] ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
[681] πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
[682] καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
[683] ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
[684] οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
[685] κήρυκες δ’ ἐλίγαινον ἅμ’ ἠοῖ φαινομένηφι
[686] τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ ἐν Ἤλιδι δίῃ·
[687] οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
[688] δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
[689] ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
[690] ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείη
[691] τῶν προτέρων ἐτέων, κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι·
[692] δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
[693] τῶν οἶος λιπόμην, οἳ δ’ ἄλλοι πάντες ὄλοντο.
[694] ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
[695] ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
[696] ἐκ δ’ ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ’ οἰῶν
[697] εἵλετο κρινάμενος τριηκόσι’ ἠδὲ νομῆας.
[698] καὶ γὰρ τῷ χρεῖος μέγ’ ὀφείλετ’ ἐν Ἤλιδι δίῃ
[699] τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
[700] ἐλθόντες μετ’ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
[701] θεύσεσθαι· τοὺς δ’ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
[702] κάσχεθε, τὸν δ’ ἐλατῆρ’ ἀφίει ἀκαχήμενον ἵππων.
[703] τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
[704] ἐξέλετ’ ἄσπετα πολλά· τὰ δ’ ἄλλ’ ἐς δῆμον ἔδωκε
[705] δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
[706] ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
[707] ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
[708] ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
[709] πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
[710] παῖδ’ ἔτ’ ἐόντ’, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
[711] ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
[712] τηλοῦ ἐπ’ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
[713] τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
[714] ἀλλ’ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ’ Ἀθήνη
[715] ἄγγελος ἦλθε θέους’ ἀπ’ Ὀλύμπου θωρήσσεσθαι
[716] ἔννυχος, οὐδ’ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
[717] ἀλλὰ μάλ’ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
[718] εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
[719] οὐ γάρ πώ τί μ’ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
[720] ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
[721] καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
[722] ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
[723] ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
[724] ἱππῆες Πυλίων, τὰ δ’ ἐπέρρεον ἔθνεα πεζῶν.
[725] ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
[726] ἔνδιοι ἱκόμεσθ’ ἱερὸν ῥόον Ἀλφειοῖο.
[727] ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
[728] ταῦρον δ’ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
[729] αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
[730] δόρπον ἔπειθ’ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
[731] καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
[732] ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
[733] ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
[734] ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
[735] εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
[736] συμφερόμεσθα μάχῃ Διί τ’ εὐχόμενοι καὶ Ἀθήνῃ.
[737] ἀλλ’ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
[738] πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
[739] Μούλιον αἰχμητήν· γαμβρὸς δ’ ἦν Αὐγείαο,
[740] πρεσβυτάτην δὲ θύγατρ’ εἶχε ξανθὴν Ἀγαμήδην,
[741] ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
[742] τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
[743] ἤριπε δ’ ἐν κονίῃσιν· ἐγὼ δ’ ἐς δίφρον ὀρούσας
[744] στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
[745] ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
[746] ἡγεμόν’ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
[747] αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
[748] πεντήκοντα δ’ ἕλον δίφρους, δύο δ’ ἀμφὶς ἕκαστον
[749] φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
[750] καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ’ ἀλάπαξα,
[751] εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
[752] ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
[753] ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
[754] τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
[755] κτείνοντές τ’ αὐτοὺς ἀνά τ’ ἔντεα καλὰ λέγοντες,
[756] ὄφρ’ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
[757] πέτρης τ’ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
[758] κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
[759] ἔνθ’ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
[760] ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ ἔχον ὠκέας ἵππους,
[761] πάντες δ’ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ’ ἀνδρῶν.
[762] ὣς ἔον, εἴ ποτ’ ἔον γε, μετ’ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
[763] οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
[764] πολλὰ μετακλαύσεσθαι ἐπεί κ’ ἀπὸ λαὸς ὄληται.
[765] ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ’ ἐπέτελλεν
[766] ἤματι τῷ ὅτε ς’ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
[767] νῶϊ δέ τ’ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
[768] πάντα μάλ’ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
[769] Πηλῆος δ’ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
[770] λαὸν ἀγείροντες κατ’ Ἀχαιί̈δα πουλυβότειραν.
[771] ἔνθα δ’ ἔπειθ’ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
[772] ἠδὲ σέ, πὰρ δ’ Ἀχιλῆα· γέρων δ’ ἱππηλάτα Πηλεὺς
[773] πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
[774] αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
[775] σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοις ἱεροῖσι.
[776] σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ’ ἔπειτα
[777] στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεύς,
[778] ἐς δ’ ἄγε χειρὸς ἑλών, κατὰ δ’ ἑδριάασθαιἄνωγε,
[779] ξείνιά τ’ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
[780] αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
[781] ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι·
[782] σφὼ δὲ μάλ’ ἠθέλετον, τὼ δ’ ἄμφω πόλλ’ ἐπέτελλον.
[783] Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ
[784] αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
[785] σοὶ δ’ αὖθ’ ὧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
[786] τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
[787] πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων.
[788] ἀλλ’ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι
[789] καί οἱ σημαίνειν· ὁ δὲ πείσεται εἰς ἀγαθόν περ.
[790] ὣς ἐπέτελλ’ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ’ ἔτι καὶ νῦν
[791] ταῦτ’ εἴποις Ἀχιλῆϊ δαί̈φρονι αἴ κε πίθηται.
[792] τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
[793] παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
[794] εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
[795] καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
[796] ἀλλὰ σέ περ προέτω, ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω
[797] Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
[798] καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
[799] αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
[800] Τρῶες, ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν
[801] τειρόμενοι· ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο.
[802] ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
[803] ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
[804] ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
[805] βῆ δὲ θέειν παρὰ νῆας ἐπ’ Αἰακίδην Ἀχιλῆα.
[806] ἀλλ’ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
[807] ἷξε θέων Πάτροκλος, ἵνά σφ’ ἀγορή τε θέμις τε
[808] ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
[809] ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
[810] διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
[811] σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
[812] ὤμων καὶ κεφαλῆς, ἀπὸ δ’ ἕλκεος ἀργαλέοιο
[813] αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
[814] τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
[815] καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
[816] ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
[817] ὣς ἄρ’ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
[818] ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
[819] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ’ ἥρως,
[820] ἤ ῥ’ ἔτι που σχήσουσι πελώριον Ἕκτορ’ Ἀχαιοί,
[821] ἦ ἤδη φθίσονται ὑπ’ αὐτοῦ δουρὶ δαμέντες;
[822] τὸν δ’ αὖτ’ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
[823] οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
[824] ἔσσεται, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
[825] οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
[826] ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
[827] χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
[828] ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
[829] μηροῦ δ’ ἔκταμ’ ὀϊστόν, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν
[830] νίζ’ ὕδατι λιαρῷ, ἐπὶ δ’ ἤπια φάρμακα πάσσε
[831] ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
[832] ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
[833] ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
[834] τὸν μὲν ἐνὶ κλισίῃσιν ὀί̈ομαι ἕλκος ἔχοντα
[835] χρηί̈ζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
[836] κεῖσθαι· ὁ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
[837] τὸν δ’ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
[838] πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ’ ἥρως;
[839] ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαί̈φρονι μῦθον ἐνίσπω
[840] ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
[841] ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
[842] ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
[843] ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
[844] ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
[845] ὀξὺ βέλος περιπευκές, ἀπ’ αὐτοῦ δ’ αἷμα κελαινὸν
[846] νίζ’ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
[847] χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
[848] ἔσχ’ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα.