ΙΛΙΑΔΟΣ Κ
Δολώνεια
[1] Ἀλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
[2] εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
[3] ἀλλ’ οὐκ Ἀτρεί̈δην Ἀγαμέμνονα ποιμένα λαῶν
[4] ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
[5] ὡς δ’ ὅτ’ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
[6] τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
[7] ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
[8] ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
[9] ὣς πυκίν’ ἐν στήθεσσιν ἀνεστενάχιζ’ Ἀγαμέμνων
[10] νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
[11] ἤτοι ὅτ’ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
[12] θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
[13] αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων.
[14] αὐτὰρ ὅτ’ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
[15] πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
[16] ὑψόθ’ ἐόντι Διί, μέγα δ’ ἔστενε κυδάλιμον κῆρ.
[17] ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
[18] Νέστορ’ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
[19] εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
[20] ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
[21] ὀρθωθεὶς δ’ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
[22] ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
[23] ἀμφὶ δ’ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
[24] αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος.
[25] ὣς δ’ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
[26] ὕπνος ἐπὶ βλεφάροισινἐφίζανε· μή τι πάθοιεν
[27] Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ’ ὑγρὴν
[28] ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
[29] παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
[30] ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
[31] θήκατο χαλκείην, δόρυ δ’ εἵλετο χειρὶ παχείῃ.
[32] βῆ δ’ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
[33] Ἀργείων ἤνασσε, θεὸς δ’ ὣς τίετο δήμῳ.
[34] τὸν δ’ εὗρ’ ἀμφ’ ὤμοισιτιθήμενον ἔντεα καλὰ
[35] νηὶ̈ πάρα πρύμνῃ· τῷ δ’ ἀσπάσιος γένετ’ ἐλθών.
[36] τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
[37] τίφθ’ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν’ ἑταίρων
[38] ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ’ αἰνῶς
[39] δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
[40] ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
[41] νύκτα δι’ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
[42] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
[43] χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
[44] κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
[45] Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
[46] Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ’ ἱεροῖσιν·
[47] οὐ γάρ πω ἰδόμην, οὐδ’ ἔκλυον αὐδήσαντος
[48] ἄνδρ’ ἕνα τοσσάδε μέρμερ’ ἐπ’ ἤματι μητίσασθαι,
[49] ὅσς’ Ἕκτωρ ἔρρεξε Διὶ̈ φίλος υἷας Ἀχαιῶν
[50] αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
[51] ἔργα δ’ ἔρεξ’ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
[52] δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς.
[53] ἀλλ’ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
[54] ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ’ ἐπὶ Νέστορα δῖον
[55] εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ’ ἐθέλῃσιν
[56] ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ’ ἐπιτεῖλαι.
[57] κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
[58] σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
[59] Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
[60] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
[61] πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
[62] αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
[63] ἦε θέω μετὰ ς’ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
[64] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[65] αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
[66] ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
[67] φθέγγεο δ’ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
[68] πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
[69] πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
[70] ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
[71] Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
[72] ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
[73] αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
[74] τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ
[75] εὐνῇ ἔνι μαλακῇ· παρὰ δ’ ἔντεα ποικίλ’ ἔκειτο
[76] ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
[77] πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ’ ὁ γεραιὸς
[78] ζώννυθ’ ὅτ’ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
[79] λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
[80] ὀρθωθεὶς δ’ ἄρ’ ἐπ’ ἀγκῶνος κεφαλὴν ἐπαείρας
[81] Ἀτρεί̈δην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
[82] τίς δ’ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
[83] νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι,
[84] ἠέ τιν’ οὐρήων διζήμενος, ἤ τιν’ ἑταίρων;
[85] φθέγγεο, μηδ’ ἀκέων ἐπ’ ἔμ’ ἔρχεο· τίπτε δέ σε χρεώ;
[86] τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[87] ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
[88] γνώσεαι Ἀτρεί̈δην Ἀγαμέμνονα, τὸν περὶ πάντων
[89] Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ’ ἀϋτμὴ
[90] ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ.
[91] πλάζομαι ὧδ’ ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος
[92] ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν.
[93] αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
[94] ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
[95] στηθέων ἐκθρῴσκει, τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα.
[96] ἀλλ’ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ’ ὕπνος ἱκάνει,
[97] δεῦρ’ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
[98] μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
[99] κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
[100] δυσμενέες δ’ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
[101] μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
[102] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
[103] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
[104] οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
[105] ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
[106] κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
[107] ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
[108] σοὶ δὲ μάλ’ ἕψομ’ ἐγώ· ποτὶ δ’ αὖ καὶ ἐγείρομεν ἄλλους
[109] ἠμὲν Τυδεί̈δην δουρὶ κλυτὸν ἠδ’ Ὀδυσῆα
[110] ἠδ’ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
[111] ἀλλ’ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
[112] ἀντίθεόν τ’ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
[113] τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ’ ἐγγύς.
[114] ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
[115] νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ’ ἐπικεύσω
[116] ὡς εὕδει, σοὶ δ’ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
[117] νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
[118] λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός.
[119] τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[120] ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
[121] πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
[122] οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο,
[123] ἀλλ’ ἐμέ τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
[124] νῦν δ’ ἐμέο πρότερος μάλ’ ἐπέγρετο καί μοι ἐπέστη·
[125] τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
[126] ἀλλ’ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
[127] ἐν φυλάκεσς’, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
[128] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
[129] οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ’ ἀπιθήσει
[130] Ἀργείων, ὅτε κέν τιν’ ἐποτρύνῃ καὶ ἀνώγῃ.
[131] ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
[132] ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
[133] ἀμφὶ δ’ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
[134] διπλῆν ἐκταδίην, οὔλη δ’ ἐπενήνοθε λάχνη.
[135] εἵλετο δ’ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
[136] βῆ δ’ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
[137] πρῶτον ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
[138] ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
[139] φθεγξάμενος· τὸν δ’ αἶψα περὶ φρένας ἤλυθ’ ἰωή,
[140] ἐκ δ’ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
[141] τίφθ’ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
[142] νύκτα δι’ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
[143] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
[144] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
[145] μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
[146] ἀλλ’ ἕπε’, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ’ ἐπέοικε
[147] βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
[148] ὣς φάθ’, ὁ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
[149] ποικίλον ἀμφ’ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ’ αὐτούς.
[150] βὰν δ’ ἐπὶ Τυδεί̈δην Διομήδεα· τὸν δὲ κίχανον
[151] ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ’ ἑταῖροι
[152] εὗδον, ὑπὸ κρασὶν δ’ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
[153] ὄρθ’ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
[154] λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ’ ἥρως
[155] εὗδ’, ὑπὸ δ’ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
[156] αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
[157] τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
[158] λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ’ ἄντην·
[159] ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
[160] οὐκ ἀί̈εις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
[161] εἵαται ἄγχι νεῶν, ὀλίγος δ’ ἔτι χῶρος ἐρύκει;
[162] ὣς φάθ’, ὁ δ’ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
[163] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[164] σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
[165] οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
[166] οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
[167] πάντῃ ἐποιχόμενοι; σὺ δ’ ἀμήχανός ἐσσι γεραιέ.
[168] τὸν δ’ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
[169] ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
[170] εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
[171] καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
[172] ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
[173] νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
[174] ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
[175] ἀλλ’ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
[176] ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ’ ἐλεαίρεις.
[177] ὣς φάθ’, ὁ δ’ ἀμφ’ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
[178] αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ’ ἔγχος.
[179] βῆ δ’ ἰέναι, τοὺς δ’ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
[180] οἳ δ’ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
[181] οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
[182] ἀλλ’ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
[183] ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
[184] θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ’ ὕλην
[185] ἔρχηται δι’ ὄρεσφι· πολὺς δ’ ὀρυμαγδὸς ἐπ’ αὐτῷ
[186] ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
[187] ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
[188] νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
[189] τετράφαθ’, ὁππότ’ ἐπὶ Τρώων ἀί̈οιεν ἰόντων.
[190] τοὺς δ’ ὁ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
[191] καί σφεας φωνήσας ἔπεαπτερόεντα προσηύδα·
[192] οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν’ ὕπνος
[193] αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
[194] ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ’ ἅμ’ ἕποντο
[195] Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
[196] τοῖς δ’ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
[197] ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
[198] τάφρον δ’ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
[199] ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετοχῶρος
[200] πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ’ ὄβριμος Ἕκτωρ
[201] ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
[202] ἔνθα καθεζόμενοι ἔπε’ ἀλλήλοισι πίφαυσκον·
[203] τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
[204] ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ’ ἑῷ αὐτοῦ
[205] θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
[206] ἐλθεῖν, εἴ τινά που δηί̈ων ἕλοι ἐσχατόωντα,
[207] ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
[208] ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
[209] αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
[210] ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς.
[211] ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
[212] ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
[213] πάντας ἐπ’ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
[214] ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
[215] τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
[216] θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
[217] αἰεὶ δ’ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
[218] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
[219] τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
[220] Νέστορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
[221] ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
[222] Τρώων· ἀλλ’ εἴ τίς μοι ἀνὴρ ἅμ’ ἕποιτο καὶ ἄλλος
[223] μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
[224] σύν τε δύ’ ἐρχομένω καί τε πρὸ ὁ τοῦ ἐνόησεν
[225] ὅππως κέρδος ἔῃ· μοῦνος δ’ εἴ πέρ τε νοήσῃ
[226] ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
[227] ὣς ἔφαθ’, οἳ δ’ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
[228] ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
[229] ἤθελε Μηριόνης, μάλα δ’ ἤθελε Νέστορος υἱός,
[230] ἤθελε δ’ Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος,
[231] ἤθελε δ’ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
[232] Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
[233] τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[234] Τυδεί̈δη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
[235] τὸν μὲν δὴ ἕταρόν γ’ αἱρήσεαι ὅν κ’ ἐθέλῃσθα,
[236] φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
[237] μηδὲ σύ γ’ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
[238] καλλείπειν, σὺ δὲ χείρον’ ὀπάσσεαι αἰδοῖ εἴκων
[239] ἐς γενεὴν ὁρόων, μηδ’ εἰ βασιλεύτερός ἐστιν.
[240] ὣς ἔφατ’, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
[241] τοῖς δ’ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
[242] εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέσθαι,
[243] πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
[244] οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
[245] ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
[246] τούτου γ’ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
[247] ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
[248] τὸν δ’ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
[249] Τυδεί̈δη μήτ’ ἄρ με μάλ’ αἴνεε μήτέ τι νείκει·
[250] εἰδόσι γάρ τοι ταῦτα μετ’ Ἀργείοις ἀγορεύεις.
[251] ἀλλ’ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ’ ἠώς,
[252] ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
[253] τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται.
[254] ὣς εἰπόνθ’ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
[255] Τυδεί̈δῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
[256] φάσγανον ἄμφηκες· τὸ δ’ ἑὸν παρὰ νηὶ̈ λέλειπτο·
[257] καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
[258] ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
[259] κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
[260] Μηριόνης δ’ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
[261] καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
[262] ῥινοῦ ποιητήν· πολέσιν δ’ ἔντοσθεν ἱμᾶσιν
[263] ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
[264] ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
[265] εὖ καὶ ἐπισταμένως· μέσσῃ δ’ ἐνὶ πῖλος ἀρήρει.
[266] τήν ῥά ποτ’ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
[267] ἐξέλετ’ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
[268] Σκάνδειαν δ’ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
[269] Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
[270] αὐτὰρ ὁ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
[271] δὴ τότ’ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
[272] τὼ δ’ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
[273] βάν ῥ’ ἰέναι, λιπέτην δὲ κατ’ αὐτόθι πάντας ἀρίστους.
[274] τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
[275] Παλλὰς Ἀθηναίη· τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσι
[276] νύκτα δι’ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
[277] χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς, ἠρᾶτο δ’ Ἀθήνῃ·
[278] κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
[279] ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
[280] κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
[281] δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
[282] ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
[283] δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
[284] κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
[285] σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳ
[286] ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
[287] τοὺς δ’ ἄρ’ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
[288] αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε Καδμείοισι
[289] κεῖς’· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
[290] σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
[291] ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
[292] σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
[293] ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
[294] τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
[295] ὣς ἔφαν εὐχόμενοι, τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη.
[296] οἳ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃμεγάλοιο,
[297] βάν ῥ’ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
[298] ἂμ φόνον, ἂν νέκυας, διά τ’ ἔντεα καὶ μέλαν αἷμα.
[299] οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
[300] εὕδειν, ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
[301] ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
[302] τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
[303] τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
[304] δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
[305] δώσω γὰρ δίφρόν τε δύω τ’ ἐριαύχενας ἵππους
[306] οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
[307] ὅς τίς κε τλαίη, οἷ τ’ αὐτῷ κῦδος ἄροιτο,
[308] νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
[309] ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
[310] ἦ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
[311] φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσι
[312] νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
[313] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
[314] ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
[315] κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
[316] ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
[317] αὐτὰρ ὁ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
[318] ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
[319] Ἕκτορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
[320] νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
[321] ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
[322] ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
[323] δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεί̈ωνα,
[324] σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπὸ δόξης·
[325] τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ ἂν ἵκωμαι
[326] νῆ’ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
[327] βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
[328] ὣς φάθ’, ὁ δ’ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
[329] ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
[330] μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
[331] Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
[332] ὣς φάτο καί ῥ’ ἐπίορκον ἐπώμοσε, τὸν δ’ ὀρόθυνεν·
[333] αὐτίκα δ’ ἀμφ’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
[334] ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
[335] κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην, ἕλε δ’ ὀξὺν ἄκοντα,
[336] βῆ δ’ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ’ ἄρ’ ἔμελλεν
[337] ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
[338] ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον,
[339] βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
[340] διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
[341] οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
[342] οὐκ οἶδ’ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
[343] ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
[344] ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
[345] τυτθόν· ἔπειτα δέ κ’ αὐτὸν ἐπαί̈ξαντες ἕλοιμεν
[346] καρπαλίμως· εἰ δ’ ἄμμε παραφθαίησι πόδεσσιν,
[347] αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
[348] ἔγχει ἐπαί̈σσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
[349] ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
[350] κλινθήτην· ὁ δ’ ἄρ’ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
[351] ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσόν τ’ ἐπὶ οὖρα πέλονται
[352] ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
[353] ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
[354] τὼ μὲν ἐπεδραμέτην, ὁ δ’ ἄρ’ ἔστη δοῦπον ἀκούσας.
[355] ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
[356] ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
[357] ἀλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
[358] γνῶ ῥ’ ἄνδρας δηί̈ους, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα
[359] φευγέμεναι· τοὶ δ’ αἶψα διώκειν ὁρμήθησαν.
[360] ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
[361] ἢ κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
[362] χῶρον ἀν’ ὑλήενθ’, ὁ δέ τε προθέῃσι μεμηκώς,
[363] ὣς τὸν Τυδεί̈δης ἠδ’ ὁ πτολίπορθος Ὀδυσσεὺς
[364] λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
[365] ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
[366] φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ’ Ἀθήνη
[367] Τυδεί̈δῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
[368] φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθοι.
[369] δουρὶ δ’ ἐπαί̈σσων προσέφη κρατερὸς Διομήδης·
[370] ἠὲ μέν’ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
[371] δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
[372] ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ’ ἡμάρτανε φωτός·
[373] δεξιτερὸν δ’ ὑπὲρ ὦμον ἐύ̈ξου δουρὸς ἀκωκὴ
[374] ἐν γαίῃ ἐπάγη· ὁ δ’ ἄρ’ ἔστη τάρβησέν τε
[375] βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετ’ ὀδόντων·
[376] χλωρὸς ὑπαὶ δείους· τὼ δ’ ἀσθμαίνοντε κιχήτην,
[377] χειρῶν δ’ ἁψάσθην· ὁ δὲ δακρύσας ἔπος ηὔδα·
[378] ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
[379] χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
[380] τῶν κ’ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
[381] εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.
[382] τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
[383] θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
[384] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
[385] πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος
[386] νύκτα δι’ ὀρφναίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;
[387] ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
[388] ἦ ς’ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
[389] νῆας ἔπι γλαφυράς; ἦ ς’ αὐτὸν θυμὸς ἀνῆκε;
[390] τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων, ὑπὸ δ’ ἔτρεμε γυῖα·
[391] πολλῇσίν μ’ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
[392] ὅς μοι Πηλεί̈ωνος ἀγαυοῦ μώνυχας ἵππους
[393] δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
[394] ἠνώγει δέ μ’ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
[395] ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
[396] ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
[397] ἦ ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
[398] φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ’ ἐθέλουσι
[399] νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
[400] τὸν δ’ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
[401] ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
[402] ἵππων Αἰακίδαο δαί̈φρονος· οἳ δ’ ἀλεγεινοὶ
[403] ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι
[404] ἄλλῳ γ’ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
[405] ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
[406] ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
[407] ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
[408] πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
[409] ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
[410] αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
[411] ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ’ Ἀχαιούς.
[412] τὸν δ’ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
[413] τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.
[414] Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
[415] βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
[416] νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ’ ἃς εἴρεαι ἥρως
[417] οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
[418] ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
[419] οἷ δ’ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
[420] ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
[421] εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
[422] οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
[423] τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
[424] πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
[425] εὕδους’ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
[426] τὸν δ’ ἠμείβετ’ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
[427] τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ’ ἀτρεκέως καταλέξω.
[428] πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
[429] καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
[430] πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι Μυσοί τ’ ἀγέρωχοι
[431] καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
[432] ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
[433] εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
[434] Θρήϊκες οἷδ’ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
[435] ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
[436] τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
[437] λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι·
[438] ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
[439] τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
[440] ἤλυθ’ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
[441] ἄνδρεσσιν φορέειν, ἀλλ’ ἀθανάτοισι θεοῖσιν.
[442] ἀλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
[443] ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ,
[444] ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
[445] ἠὲ κατ’ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
[446] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
[447] μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
[448] ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
[449] εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
[450] ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
[451] ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
[452] εἰ δέ κ’ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
[453] οὐκέτ’ ἔπειτα σὺ πῆμά ποτ’ ἔσσεαι Ἀργείοισιν.
[454] ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
[455] ἁψάμενος λίσσεσθαι, ὁ δ’ αὐχένα μέσσον ἔλασσε
[456] φασγάνῳ ἀί̈ξας, ἀπὸ δ’ ἄμφω κέρσε τένοντε·
[457] φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
[458] τοῦ δ’ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
[459] καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
[460] καὶ τά γ’ Ἀθηναίῃ ληί̈τιδι δῖος Ὀδυσσεὺς
[461] ὑψός’ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
[462] χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
[463] πάντων ἀθανάτων ἐπιδωσόμεθ’· ἀλλὰ καὶ αὖτις
[464] πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
[465] ὣς ἄρ’ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψός’ ἀείρας
[466] θῆκεν ἀνὰ μυρίκην· δέελον δ’ ἐπὶ σῆμά τ’ ἔθηκε
[467] συμμάρψας δόνακας μυρίκης τ’ ἐριθηλέας ὄζους,
[468] μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
[469] τὼ δὲ βάτην προτέρω διά τ’ ἔντεα καὶ μέλαν αἷμα,
[470] αἶψα δ’ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
[471] οἳ δ’ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
[472] καλὰ παρ’ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
[473] τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
[474] Ῥῆσος δ’ ἐν μέσῳ εὗδε, παρ’ αὐτῷ δ’ ὠκέες ἵπποι
[475] ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
[476] τὸν δ’ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
[477] οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
[478] οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
[479] ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
[480] ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ’ ἵππους·
[481] ἠὲ σύ γ’ ἄνδρας ἔναιρε, μελήσουσιν δ’ ἐμοὶ ἵπποι.
[482] ὣς φάτο, τῷ δ’ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
[483] κτεῖνε δ’ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ’ ἀεικὴς
[484] ἄορι θεινομένων, ἐρυθαίνετο δ’ αἵματι γαῖα.
[485] ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
[486] αἴγεσιν ἢ ὀί̈εσσι κακὰ φρονέων ἐνορούσῃ,
[487] ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
[488] ὄφρα δυώδεκ’ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
[489] ὅν τινα Τυδεί̈δης ἄορι πλήξειε παραστὰς
[490] τὸν δ’ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
[491] τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
[492] ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
[493] νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ’ αὐτῶν.
[494] ἀλλ’ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
[495] τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
[496] ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
[497] τὴν νύκτ’ Οἰνεί̈δαο πάϊς διὰ μῆτιν Ἀθήνης.
[498] τόφρα δ’ ἄρ’ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
[499] σὺν δ’ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
[500] τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
[501] ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
[502] ῥοίζησεν δ’ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
[503] αὐτὰρ ὁ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
[504] ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε’ ἔκειτο,
[505] ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψός’ ἀείρας,
[506] ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
[507] εἷος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα, τόφρα δ’ Ἀθήνη
[508] ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
[509] νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
[510] νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
[511] μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
[512] ὣς φάθ’, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
[513] καρπαλίμως δ’ ἵππων ἐπεβήσετο· κόψε δ’ Ὀδυσσεὺς
[514] τόξῳ· τοὶ δ’ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
[515] οὐδ’ ἀλαοσκοπιὴν εἶχ’ ἀργυρότοξος Ἀπόλλων
[516] ὡς ἴδ’ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
[517] τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
[518] ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
[519] Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ’ ἐξ ὕπνου ἀνορούσας
[520] ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ’ ἕστασαν ὠκέες ἵπποι,
[521] ἄνδράς τ’ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
[522] ᾤμωξέν τ’ ἄρ’ ἔπειτα φίλον τ’ ὀνόμηνεν ἑταῖρον.
[523] Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
[524] θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
[525] ὅσς’ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
[526] οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
[527] ἔνθ’ Ὀδυσεὺς μὲν ἔρυξε Διὶ̈ φίλος ὠκέας ἵππους,
[528] Τυδεί̈δης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
[529] ἐν χείρεσς’ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ’ ἵππων·
[530] μάστιξεν δ’ ἵππους, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
[531] νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
[532] Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
[533] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[534] ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
[535] ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
[536] αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης
[537] ὧδ’ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
[538] ἀλλ’ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
[539] Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
[540] οὔ πω πᾶν εἴρητο ἔπος ὅτ’ ἄρ’ ἤλυθον αὐτοί.
[541] καί ῥ’ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
[542] δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
[543] πρῶτος δ’ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
[544] εἴπ’ ἄγε μ’ ὦ πολύαιν’ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
[545] ὅππως τοῦσδ’ ἵππους λάβετον καταδύντες ὅμιλον
[546] Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
[547] αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
[548] αἰεὶ μὲν Τρώεσς’ ἐπιμίσγομαι, οὐδέ τί φημι
[549] μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
[550] ἀλλ’ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
[551] ἀλλά τιν’ ὔμμ’ ὀί̈ω δόμεναι θεὸν ἀντιάσαντα·
[552] ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
[553] κούρη τ’ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
[554] τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
[555] ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
[556] ῥεῖα θεός γ’ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
[557] ἵππους δωρήσαιτ’, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
[558] ἵπποι δ’ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
[559] Θρηί̈κιοι· τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸς Διομήδης
[560] ἔκτανε, πὰρ δ’ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
[561] τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
[562] τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
[563] Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
[564] ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
[565] καγχαλόων· ἅμα δ’ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
[566] οἳ δ’ ὅτε Τυδεί̈δεω κλισίην εὔτυκτον ἵκοντο,
[567] ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
[568] φάτνῃ ἐφ’ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
[569] ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
[570] νηὶ̈ δ’ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
[571] θῆκ’ Ὀδυσεύς, ὄφρ’ ἱρὸν ἑτοιμασσαίατ’ Ἀθήνῃ.
[572] αὐτοὶ δ’ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
[573] ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
[574] αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
[575] νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
[576] ἔς ῥ’ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
[577] τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ’ ἐλαίῳ
[578] δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
[579] πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.