Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Θ


ΙΛΙΑΔΟΣ Θ

Κόλος μάχη

[1] Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν,

[2] Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

[3] ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

[4] αὐτὸς δέ σφ’ ἀγόρευε, θεοὶ δ’ ὑπὸ πάντες ἄκουον·

[5] κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,

[6] ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

[7] μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

[8] πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’ ἅμα πάντες

[9] αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

[10] ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω

[11] ἐλθόντ’ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

[12] πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

[13] ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

[14] τῆλε μάλ’, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

[15] ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,

[16] τόσσον ἔνερθ’ Ἀί̈δεω ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·

[17] γνώσετ’ ἔπειθ’ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

[18] εἰ δ’ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·

[19] σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

[20] πάντές τ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

[21] ἀλλ’ οὐκ ἂν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲ

[22] Ζῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε.

[23] ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

[24] αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ·

[25] σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο

[26] δησαίμην, τὰ δέ κ’ αὖτε μετήορα πάντα γένοιτο.

[27] τόσσον ἐγὼ περί τ’ εἰμὶ θεῶν περί τ’ εἴμ’ ἀνθρώπων.

[28] ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

[29] μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

[30] ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

[31] ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

[32] εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·

[33] ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων,

[34] οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

[35] ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’ ὡς σὺ κελεύεις·

[36] βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει,

[37] ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

[38] τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

[39] θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

[40] πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.

[41] ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω

[42] ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

[43] χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροί̈, γέντο δ’ ἱμάσθλην

[44] χρυσείην εὔτυκτον, ἑοῦ δ’ ἐπεβήσετο δίφρου,

[45] μάστιξεν δ’ ἐλάαν· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην

[46] μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

[47] Ἴδην δ’ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

[48] Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

[49] ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

[50] λύσας ἐξ ὀχέων, κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν.

[51] αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

[52] εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

[53] οἳ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

[54] ῥίμφα κατὰ κλισίας, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.

[55] Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο

[56] παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

[57] χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

[58] πᾶσαι δ’ ὠί̈γνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαός,

[59] πεζοί θ’ ἱππῆές τε· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.

[60] οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο

[61] σύν ῥ’ ἔβαλον ῥινούς,σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν

[62] χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

[63] ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.

[64] ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

[65] ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.

[66] ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

[67] τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο, πῖπτε δὲ λαός.

[68] ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

[69] καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

[70] ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο

[71] Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

[72] ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ αἴσιμον ἦμαρ Ἀχαιῶν.

[73] αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

[74] ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

[75] αὐτὸς δ’ ἐξ Ἴδης μεγάλ’ ἔκτυπε, δαιόμενον δὲ

[76] ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

[77] θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

[78] ἔνθ’ οὔτ’ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ’ Ἀγαμέμνων,

[79] οὔτε δύ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

[80] Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν

[81] οὔ τι ἑκών, ἀλλ’ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

[82] δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

[83] ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

[84] κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

[85] ἀλγήσας δ’ ἀνέπαλτο, βέλος δ’ εἰς ἐγκέφαλον δῦ,

[86] σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

[87] ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

[88] φασγάνῳ ἀί̈σσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποι

[89] ἦλθον ἀν’ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

[90] Ἕκτορα· καί νύ κεν ἔνθ’ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν

[91] εἰ μὴ ἄρ’ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

[92] σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

[93] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ

[94] πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;

[95] μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·

[96] ἀλλὰ μέν’ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

[97] ὣς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

[98] ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

[99] Τυδεί̈δης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

[100] στῆ δὲ πρόσθ’ ἵππων Νηληϊάδαο γέροντος,

[101] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[102] ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

[103] σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

[104] ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

[105] ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι

[106] οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

[107] κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

[108] οὕς ποτ’ ἀπ’ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

[109] τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

[110] Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ

[111] εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.

[112] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

[113] Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην

[114] ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

[115] τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·

[116] Νέστωρ δ’ ἐν χείρεσσι λάβ’ ἡνία σιγαλόεντα,

[117] μάστιξεν δ’ ἵππους· τάχα δ’ Ἕκτορος ἄγχι γένοντο.

[118] τοῦ δ’ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·

[119] καὶ τοῦ μέν ῥ’ ἀφάμαρτεν, ὁ δ’ ἡνίοχον θεράποντα

[120] υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα

[121] ἵππων ἡνί’ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

[122] ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

[123] ὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.

[124] Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

[125] τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου

[126] κεῖσθαι, ὁ δ’ ἡνίοχον μέθεπε θρασύν· οὐδ’ ἄρ’ ἔτι δὴν

[127] ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν

[128] Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ’ ἵππων

[129] ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

[130] ἔνθάκε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,

[131] καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠύ̈τε ἄρνες,

[132] εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

[133] βροντήσας δ’ ἄρα δεινὸν ἀφῆκ’ ἀργῆτα κεραυνόν,

[134] κὰδ δὲ πρόσθ’ ἵππων Διομήδεος ἧκε χαμᾶζε·

[135] δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,

[136] τὼ δ’ ἵππω δείσαντε καταπτήτην ὑπ’ ὄχεσφι·

[137] Νέστορα δ’ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

[138] δεῖσε δ’ ὅ γ’ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·

[139] Τυδεί̈δη ἄγε δ’ αὖτε φόβον δ’ ἔχε μώνυχας ἵππους.

[140] ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ’ ἀλκή;

[141] νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

[142] σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ’ ἐθέλῃσι,

[143] δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

[144] οὐδὲ μάλ’ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

[145] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·

[146] ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

[147] ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

[148] Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσς’ ἀγορεύων·

[149] Τυδεί̈δης ὑπ’ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

[150] ὥς ποτ’ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.

[151] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

[152] ὤ μοι Τυδέος υἱὲ δαί̈φρονος, οἷον ἔειπες.

[153] εἴ περ γάρ ς’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

[154] ἀλλ’ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

[155] καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,

[156] τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

[157] ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

[158] αὖτις ἀν’ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

[159] ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

[160] τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·

[161] Τυδεί̈δη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

[162] ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

[163] νῦν δέ ς’ ἀτιμήσουσι· γυναικὸς ἄρ’ ἀντὶ τέτυξο.

[164] ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

[165] πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας

[166] ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

[167] ὣς φάτο, Τυδεί̈δης δὲ διάνδιχα μερμήριξεν

[168] ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

[169] τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

[170] τρὶς δ’ ἄρ’ ἀπ’ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς

[171] σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

[172] Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[173] Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

[174] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

[175] γιγνώσκω δ’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων

[176] νίκην καὶ μέγα κῦδος, ἀτὰρΔαναοῖσί γε πῆμα·

[177] νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

[178] ἀβλήχρ’ οὐδενόσωρα· τὰ δ’ οὐ μένος ἁμὸν ἐρύξει·

[179] ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

[180] ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,

[181] μνημοσύνη τις ἔπειτα πυρὸς δηί̈οιο γενέσθω,

[182] ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

[183] Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

[184] ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

[185] Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε

[186] νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

[187] Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

[188] ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

[189] οἶνόν τ’ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

[190] ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.

[191] ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

[192] ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

[193] πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

[194] αὐτὰρ ἀπ’ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

[195] δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.

[196] εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

[197] αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

[198] ὣς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

[199] σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

[200] καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·

[201] ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οὐδέ νυ σοί περ

[202] ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

[203] οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι

[204] πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

[205] εἴ περ γάρ κ’ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,

[206] Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

[207] αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

[208] τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

[209] Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

[210] οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι

[211] ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

[212] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

[213] τῶν δ’ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

[214] πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

[215] εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ

[216] Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

[217] καί νύ κ’ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐί̈σας,

[218] εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη

[219] αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

[220] βῆ δ’ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν

[221] πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,

[222] στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηὶ̈ μελαίνῃ,

[223] ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

[224] ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο

[225] ἠδ’ ἐπ’ Ἀχιλλῆος, τοί ῥ’ ἔσχατα νῆας ἐί̈σας

[226] εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·

[227] ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

[228] αἰδὼς Ἀργεῖοι, κάκ’ ἐλέγχεα, εἶδος ἀγητοί·

[229] πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

[230] ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,

[231] ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων

[232] πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

[233] Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος

[234] στήσεσθ’ ἐν πολέμῳ· νῦν δ’ οὐδ’ ἑνὸς ἄξιοί εἰμεν

[235] Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.

[236] Ζεῦ πάτερ, ἦ ῥά τιν’ ἤδη ὑπερμενέων βασιλήων

[237] τῇδ’ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;

[238] οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν

[239] νηὶ̈ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,

[240] ἀλλ’ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί’ ἔκηα

[241] ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.

[242] ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·

[243] αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,

[244] μηδ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

[245] ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,

[246] νεῦσε δέ οἱ λαὸν σόονἔμμεναι οὐδ’ ἀπολέσθαι.

[247] αὐτίκα δ’ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,

[248] νεβρὸν ἔχοντ’ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·

[249] πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,

[250] ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.

[251] οἳ δ’ ὡς οὖν εἴδονθ’ ὅ τ’ ἄρ’ ἐκ Διὸς ἤλυθεν ὄρνις,

[252] μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

[253] ἔνθ’ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων

[254] εὔξατοΤυδεί̈δαο πάρος σχέμεν ὠκέας ἵππους

[255] τάφρου τ’ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,

[256] ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν

[257] Φραδμονίδην Ἀγέλαον· ὁ μὲν φύγαδ’ ἔτραπεν ἵππους·

[258] τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

[259] ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·

[260] ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.

[261] τὸν δὲ μετ’ Ἀτρεί̈δαι Ἀγαμέμνων καὶ Μενέλαος,

[262] τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

[263] τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

[264] Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

[265] τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·

[266] Τεῦκρος δ’ εἴνατος ἦλθε παλίντονα τόξατιταίνων,

[267] στῆ δ’ ἄρ’ ὑπ’ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.

[268] ἔνθ’ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ’ ἥρως

[269] παπτήνας, ἐπεὶ ἄρ τιν’ ὀϊστεύσας ἐν ὁμίλῳ

[270] βεβλήκοι, ὁ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,

[271] αὐτὰρ ὁ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν

[272] εἰς Αἴανθ’· ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.

[273] ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;

[274] Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ’ Ὀφελέστην

[275] Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην

[276] καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,

[277] πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

[278] τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[279] τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·

[280] στῆ δὲ παρ’ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·

[281] Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν

[282] βάλλ’ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι

[283] πατρί τε σῷ Τελαμῶνι, ὅ ς’ ἔτρεφε τυτθὸν ἐόντα,

[284] καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·

[285] τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον.

[286] σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·

[287] αἴ κέν μοι δώῃ Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη

[288] Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,

[289] πρώτῳ τοι μετ’ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,

[290] ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν

[291] ἠὲ γυναῖχ’, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

[292] τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·

[293] Ἀτρεί̈δη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν

[294] ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι

[295] παύομαι, ἀλλ’ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ’ αὐτοὺς

[296] ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.

[297] ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,

[298] πάντες δ’ ἐν χροὶ̈ πῆχθεν ἀρηϊθόων αἰζηῶν·

[299] τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.

[300] ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

[301] Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·

[302] καὶ τοῦ μέν ῥ’ ἀφάμαρθ’, ὁ δ’ ἀμύμονα Γοργυθίωνα

[303] υἱὸν ἐὺ̈ν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,

[304] τόν ῥ’ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ

[305] καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.

[306] μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ’ ἐνὶ κήπῳ

[307] καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,

[308] ὣς ἑτέρως’ ἤμυσε κάρη πήληκι βαρυνθέν.

[309] Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

[310] Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.

[311] ἀλλ’ ὅ γε καὶ τόθ’ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·

[312] ἀλλ’ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα

[313] ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·

[314] ἤριπε δ’ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

[315] ὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.

[316] Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

[317] τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,

[318] Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα

[319] ἵππων ἡνί’ ἑλεῖν· ὁ δ’ ἄρ’ οὐκ ἀπίθησεν ἀκούσας.

[320] αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος

[321] σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρί,

[322] βῆ δ’ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.

[323] ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,

[324] θῆκε δ’ ἐπὶ νευρῇ· τὸν δ’ αὖ κορυθαίολος Ἕκτωρ

[325] αὐερύοντα παρ’ ὦμον, ὅθι κληὶ̈ς ἀποέργει

[326] αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,

[327] τῇ ῥ’ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,

[328] ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,

[329] στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.

[330] Αἴας δ’ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

[331] ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

[332] τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

[333] Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ

[334] νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

[335] ἂψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·

[336] οἳ δ’ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·

[337] Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.

[338] ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος

[339] ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων

[340] ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,

[341] ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,

[342] αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.

[343] αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

[344] φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,

[345] οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

[346] ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

[347] χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος·

[348] Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους

[349] Γοργοῦς ὄμματ’ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.

[350] τοὺς δὲ ἰδοῦς’ ἐλέησε θεὰ λευκώλενος Ἥρη,

[351] αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

[352] ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ

[353] ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ;

[354] οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται

[355] ἀνδρὸς ἑνὸς ῥιπῇ, ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς

[356] Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

[357] τὴν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

[358] καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε

[359] χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·

[360] ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι

[361] σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·

[362] οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν

[363] τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων.

[364] ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρἐμὲ Ζεὺς

[365] τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προί̈αλλεν.

[366] εἰ γὰρ ἐγὼ τάδε ᾔδε’ ἐνὶ φρεσὶ πευκαλίμῃσιν

[367] εὖτέ μιν εἰς Ἀί̈δαο πυλάρταο προὔπεμψεν

[368] ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀί̈δαο,

[369] οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.

[370] νῦν δ’ ἐμὲ μὲν στυγέει, Θέτιδος δ’ ἐξήνυσε βουλάς,

[371] ἥ οἱ γούνατ’ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,

[372] λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

[373] ἔσται μὰν ὅτ’ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.

[374] ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,

[375] ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο

[376] τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι

[377] ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ

[378] γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,

[379] ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ’ οἰωνοὺς

[380] δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.

[381] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.

[382] ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους

[383] Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·

[384] αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

[385] πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει

[386] ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,

[387] ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο

[388] τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

[389] ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχος

[390] βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν

[391] ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.

[392] Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·

[393] αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

[394] τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε

[395] ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.

[396] τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.

[397] Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ’ ἄρ’ αἰνῶς,

[398] Ἶριν δ’ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·

[399] βάσκ’ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ’ ἔα ἄντην

[400] ἔρχεσθ’· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.

[401] ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

[402] γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,

[403] αὐτὰς δ’ ἐκ δίφρου βαλέω κατά θ’ ἅρματα ἄξω·

[404] οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

[405] ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·

[406] ὄφρα ἰδῇ γλαυκῶπις ὅτ’ ἂν ᾧ πατρὶ μάχηται.

[407] Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·

[408] αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.

[409] ὣς ἔφατ’, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

[410] βῆ δ’ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

[411] πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο

[412] ἀντομένη κατέρυκε, Διὸς δέ σφ’ ἔννεπε μῦθον·

[413] πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;

[414] οὐκ ἐάαι Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.

[415] ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,

[416] γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους,

[417] αὐτὰς δ’ ἐκ δίφρου βαλέειν κατά θ’ ἅρματα ἄξειν·

[418] οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

[419] ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·

[420] ὄφρα ἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι.

[421] Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·

[422] αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·

[423] ἀλλὰ σύ γ’ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε

[424] τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.

[425] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη πόδας ὠκέα Ἶρις,

[426] αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

[427] ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ’ ἔγωγε

[428] νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·

[429] τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,

[430] ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ

[431] Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.

[432] ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·

[433] τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,

[434] καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν,

[435] ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·

[436] αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον

[437] μίγδ’ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.

[438] Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐύ̈τροχον ἅρμα καὶ ἵππους

[439] Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ ἐξίκετο θώκους.

[440] τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,

[441] ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·

[442] αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς

[443] ἕζετο, τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος.

[444] αἳδ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

[445] ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·

[446] αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

[447] τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;

[448] οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ

[449] ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.

[450] πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,

[451] οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ.

[452] σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα

[453] πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.

[454] ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·

[455] οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ

[456] ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν’ ἀθανάτων ἕδος ἐστίν.

[457] ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·

[458] πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

[459] ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

[460] σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·

[461] Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·

[462] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

[463] εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·

[464] ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’αἰχμητάων,

[465] οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

[466] ἀλλ’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, εἰ σὺ κελεύεις·

[467] βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’ ἥ τις ὀνήσει,

[468] ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

[469] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

[470] ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα

[471] ὄψεαι, αἴ κ’ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη

[472] ὀλλύντ’ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

[473] οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ

[474] πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεί̈ωνα,

[475] ἤματι τῷ ὅτ’ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται

[476] στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·

[477] ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω

[478] χωομένης, οὐδ’ εἴ κε τὰ νείατα πείραθ’ ἵκηαι

[479] γαίης καὶ πόντοιο, ἵν’ Ἰάπετός τε Κρόνος τε

[480] ἥμενοι οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο

[481] τέρποντ’ οὔτ’ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·

[482] οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε

[483] σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

[484] ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη.

[485] ἐν δ’ ἔπες’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο

[486] ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.

[487] Τρωσὶν μέν ῥ’ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς

[488] ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

[489] Τρώων αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ

[490] νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,

[491] ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

[492] ἐξ ἵππων δ’ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον

[493] τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διὶ̈ φίλος· ἐν δ’ ἄρα χειρὶ

[494] ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

[495] αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,

[496] τῷ ὅ γ’ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·

[497] κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·

[498] νῦν ἐφάμην νῆάς τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς

[499] ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·

[500] ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα

[501] Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.

[502] ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

[503] δόρπά τ’ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους

[504] λύσαθ’ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν·

[505] ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴφια μῆλα

[506] καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε

[507] σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

[508] ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης

[509] καίωμεν πυρὰ πολλά, σέλας δ’ εἰς οὐρανὸν ἵκῃ,

[510] μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ

[511] φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης.

[512] μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,

[513] ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ

[514] βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι

[515] νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος

[516] Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

[517] κήρυκες δ’ ἀνὰ ἄστυ Διὶ̈ φίλοι ἀγγελλόντων

[518] παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

[519] λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·

[520] θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη

[521] πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω

[522] μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.

[523] ὧδ’ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·

[524] μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,

[525] τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω.

[526] ἔλπομαι εὐχόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσιν

[527] ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,

[528] οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.

[529] ἀλλ’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέασαὐτούς,

[530] πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες

[531] νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

[532] εἴσομαι εἴ κέ μ’ ὁ Τυδεί̈δης κρατερὸς Διομήδης

[533] πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν

[534] χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.

[535] αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ’ ἐμὸν ἔγχος

[536] μείνῃ ἐπερχόμενον· ἀλλ’ ἐν πρώτοισιν ὀί̈ω

[537] κείσεται οὐτηθείς, πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι

[538] ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς

[539] εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,

[540] τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων,

[541] ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.

[542] ὣς Ἕκτωρ ἀγόρευ’, ἐπὶ δὲ Τρῶες κελάδησαν.

[543] οἳ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

[544] δῆσαν δ’ ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος·

[545] ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴφια μῆλα

[546] καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

[547] σῖτόν τ’ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

[548] * * * [σπυριυς] * * *

[549] κνίσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.

[550] * * * [σπυριυς] * * *

[551] * * * [σπυριυς] * * *

[552] * * * [σπυριυς] * * *

[553] οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας

[554] εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.

[555] ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην

[556] φαίνετ’ ἀριπρεπέα, ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ·

[557] ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

[558] καὶ νάπαι· οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετος αἰθήρ,

[559] πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·

[560] τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων

[561] Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.

[562] χίλι’ ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ

[563] εἴατο πεντήκοντα σέλαι πυρὸς αἰθομένοιο.

[564] ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας

[565] ἑσταότες παρ’ ὄχεσφιν ἐύ̈θρονον Ἠῶ μίμνον.