ΙΛΙΑΔΟΣ Η
Ἕκτορος καὶ Αἴαντος μονομαχία· νεκρῶν ἀναίρεσις
[1] Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
[2] τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός· ἐν δ’ ἄρα θυμῷ
[3] ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
[4] ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
[5] οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
[6] πόντον ἐλαύνοντες, καμάτῳ δ’ ὑπὸ γυῖα λέλυνται,
[7] ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
[8] ἔνθ’ ἑλέτην ὁ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
[9] Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
[10] γείνατ’ Ἀρηί̈θοος καὶ Φυλομέδουσα βοῶπις·
[11] Ἕκτωρ δ’ Ἠϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντι
[12] αὐχέν’ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
[13] Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
[14] Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
[15] Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
[16] ὦμον· ὁ δ’ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
[17] τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
[18] Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
[19] βῆ ῥα κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα
[20] Ἴλιον εἰς ἱερήν· τῇ δ’ ἀντίος ὄρνυτ’ Ἀπόλλων
[21] Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
[22] ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
[23] τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
[24] τίπτε σὺ δ’ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
[25] ἦλθες ἀπ’ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
[26] ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
[27] δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
[28] ἀλλ’ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
[29] νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
[30] σήμερον· ὕστερον αὖτε μαχήσοντ’ εἰς ὅ κε τέκμωρ
[31] Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
[32] ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
[33] τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
[34] ὧδ’ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
[35] ἦλθον ἀπ’ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
[36] ἀλλ’ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
[37] τὴν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
[38] Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
[39] ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
[40] ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
[41] οἳ δέ κ’ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
[42] οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
[43] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
[44] τῶν δ’ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
[45] βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
[46] στῆ δὲ παρ’ Ἕκτορ’ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
[47] Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
[48] ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
[49] ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
[50] αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
[51] ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
[52] οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
[53] ὣς γὰρ ἐγὼ ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων.
[54] ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
[55] καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
[56] μέσσου δουρὸς ἑλών· οἳ δ’ ἱδρύνθησαν ἅπαντες.
[57] κὰδ δ’ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
[58] κὰδ δ’ ἄρ’ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
[59] ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
[60] φηγῷ ἐφ’ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
[61] ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
[62] ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
[63] οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
[64] ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ’ αὐτῆς,
[65] τοῖαι ἄρα στίχες εἵατ’ Ἀχαιῶν τε Τρώων τε
[66] ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε·
[67] κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
[68] ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
[69] ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
[70] ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
[71] εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
[72] ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
[73] ὑμῖν δ’ ἐν γὰρ ἔασινἀριστῆες Παναχαιῶν·
[74] τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
[75] δεῦρ’ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
[76] ὧδε δὲ μυθέομαι, Ζεὺς δ’ ἄμμ’ ἐπιμάρτυρος ἔστω·
[77] εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
[78] τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
[79] σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
[80] Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
[81] εἰ δέ κ’ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
[82] τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
[83] καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
[84] τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
[85] ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
[86] σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
[87] καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
[88] νηὶ̈ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
[89] ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
[90] ὅν ποτ’ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
[91] ὥς ποτέ τις ἐρέει· τὸ δ’ ἐμὸν κλέος οὔ ποτ’ ὀλεῖται.
[92] ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
[93] αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι·
[94] ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
[95] νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
[96] ὤ μοι ἀπειλητῆρες Ἀχαιί̈δες οὐκέτ’ Ἀχαιοί·
[97] ἦ μὲν δὴ λώβη τάδε γ’ ἔσσεται αἰνόθεν αἰνῶς
[98] εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
[99] ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
[100] ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
[101] τῷδε δ’ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
[102] νίκης πείρατ’ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
[103] ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
[104] ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
[105] Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
[106] εἰ μὴ ἀναί̈ξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
[107] αὐτός τ’ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων
[108] δεξιτερῆς ἕλε χειρὸς ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
[109] ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
[110] ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
[111] μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
[112] Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
[113] καὶ δ’ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
[114] ἔρριγ’ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
[115] ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
[116] τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
[117] εἴ περ ἀδειής τ’ ἐστὶ καὶ εἰ μόθου ἔστ’ ἀκόρητος,
[118] φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
[119] δηί̈ου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
[120] ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
[121] αἴσιμα παρειπών, ὁ δ’ ἐπείθετο· τοῦ μὲν ἔπειτα
[122] γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο·
[123] Νέστωρ δ’ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
[124] ὢ πόποι ἦ μέγα πένθος Ἀχαιί̈δα γαῖαν ἱκάνει.
[125] ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
[126] ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ’ ἀγορητής,
[127] ὅς ποτέ μ’ εἰρόμενοσμέγ’ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
[128] πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
[129] τοὺς νῦν εἰ πτώσσοντας ὑφ’ Ἕκτορι πάντας ἀκούσαι,
[130] πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
[131] θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
[132] αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
[133] ἡβῷμ’ ὡς ὅτ’ ἐπ’ ὠκυρόῳ Κελάδοντι μάχοντο
[134] ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
[135] Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
[136] τοῖσι δ’ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
[137] τεύχε’ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
[138] δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
[139] ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
[140] οὕνεκ’ ἄρ’ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
[141] ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
[142] τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεί̈ γε,
[143] στεινωπῷ ἐν ὁδῷ ὅθ’ ἄρ’ οὐ κορύνη οἱ ὄλεθρον
[144] χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
[145] δουρὶ μέσον περόνησεν, ὁ δ’ ὕπτιος οὔδει ἐρείσθη·
[146] τεύχεα δ’ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
[147] καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
[148] αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
[149] δῶκε δ’ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
[150] τοῦ ὅ γε τεύχε’ ἔχων προκαλίζετο πάντας ἀρίστους.
[151] οἳ δὲ μάλ’ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
[152] ἀλλ’ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
[153] θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
[154] καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
[155] τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
[156] πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
[157] εἴθ’ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
[158] τώ κε τάχ’ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
[159] ὑμέων δ’ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
[160] οὐδ’ οἳ προφρονέως μέμαθ’ Ἕκτορος ἀντίον ἐλθεῖν.
[161] ὣς νείκεσς’ ὁ γέρων, οἳ δ’ ἐννέα πάντες ἀνέσταν.
[162] ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[163] τῷ δ’ ἐπὶ Τυδεί̈δης ὦρτο κρατερὸς Διομήδης,
[164] τοῖσι δ’ ἐπ’ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
[165] τοῖσι δ’ ἐπ’ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
[166] Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
[167] τοῖσι δ’ ἐπ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
[168] ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
[169] πάντες ἄρ’ οἵ γ’ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
[170] τοῖς δ’ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
[171] κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
[172] οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
[173] καὶ δ’ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
[174] δηί̈ου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
[175] ὣς ἔφαθ’, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
[176] ἐν δ’ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο.
[177] λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
[178] ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
[179] Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
[180] ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
[181] ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
[182] ἐκ δ’ ἔθορε κλῆρος κυνέης ὃν ἄρ’ ἤθελον αὐτοὶ
[183] Αἴαντος· κῆρυξ δὲ φέρων ἀν’ ὅμιλον ἁπάντῃ
[184] δεῖξ’ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
[185] οἳ δ’ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
[186] ἀλλ’ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν’ ὅμιλον ἁπάντῃ
[187] ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
[188] ἤτοι ὑπέσχεθε χεῖρ’, ὁ δ’ ἄρ’ ἔμβαλεν ἄγχι παραστάς,
[189] γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
[190] τὸν μὲν πὰρ πόδ’ ἑὸν χαμάδις βάλε φώνησέν τε·
[191] ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
[192] θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
[193] ἀλλ’ ἄγετ’ ὄφρ’ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
[194] τόφρ’ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
[195] σιγῇ ἐφ’ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
[196] ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
[197] οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
[198] οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως
[199] ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
[200] ὣς ἔφαθ’, οἳ δ’ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
[201] ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
[202] Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
[203] δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
[204] εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
[205] ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
[206] ὣς ἄρ’ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
[207] αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροὶ̈ ἕσσατο τεύχεα,
[208] σεύατ’ ἔπειθ’ οἷός τε πελώριος ἔρχεται Ἄρης,
[209] ὅς τ’ εἶσιν πόλεμον δὲ μετ’ ἀνέρας οὕς τε Κρονίων
[210] θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
[211] τοῖος ἄρ’ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
[212] μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
[213] ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
[214] τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
[215] Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
[216] Ἕκτορί τ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
[217] ἀλλ’ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ’ ἀναδῦναι
[218] ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
[219] Αἴας δ’ ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον
[220] χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
[221] σκυτοτόμων ὄχ’ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
[222] ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
[223] ταύρων ζατρεφέων, ἐπὶ δ’ ὄγδοον ἤλασε χαλκόν.
[224] τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
[225] στῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
[226] Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
[227] οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
[228] καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
[229] ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
[230] κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
[231] ἡμεῖς δ’ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
[232] καὶ πολέες· ἀλλ’ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
[233] τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
[234] Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
[235] μή τί μευ ἠύ̈τε παιδὸς ἀφαυροῦ πειρήτιζε
[236] ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
[237] αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ ἀνδροκτασίας τε·
[238] οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν
[239] ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
[240] οἶδα δ’ ἐπαί̈ξαι μόθον ἵππων ὠκειάων·
[241] οἶδα δ’ ἐνὶ σταδίῃ δηί̈ῳ μέλπεσθαι Ἄρηϊ.
[242] ἀλλ’ οὐ γάρ ς’ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
[243] λάθρῃ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι.
[244] ἦ ῥα, καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,
[245] καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
[246] ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ’ αὐτῷ.
[247] ἓξ δὲ διὰ πτύχας ἦλθε δαί̈ζων χαλκὸς ἀτειρής,
[248] ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
[249] Αἴας διογενὴς προί̈ει δολιχόσκιον ἔγχος,
[250] καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντος’ ἐί̈σην.
[251] διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
[252] καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
[253] ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
[254] ἔγχος· ὁ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
[255] τὼ δ’ ἐκσπασσαμένω δολίχ’ ἔγχεα χερσὶν ἅμ’ ἄμφω
[256] σύν ῥ’ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
[257] ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
[258] Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
[259] οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
[260] Αἴας δ’ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
[261] ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
[262] τμήδην δ’ αὐχέν’ ἐπῆλθε, μέλαν δ’ ἀνεκήκιεν αἷμα,
[263] ἀλλ’ οὐδ’ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
[264] ἀλλ’ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
[265] κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
[266] τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
[267] μέσσον ἐπομφάλιον· περιήχησεν δ’ ἄρα χαλκός.
[268] δεύτερος αὖτ’ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
[269] ἧκ’ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον,
[270] εἴσω δ’ ἀσπίδ’ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
[271] βλάψε δέ οἱ φίλα γούναθ’· ὁ δ’ ὕπτιος ἐξετανύσθη
[272] ἀσπίδι ἐγχριμφθείς· τὸν δ’ αἶψ’ ὤρθωσεν Ἀπόλλων.
[273] καί νύ κε δὴ ξιφέεσς’ αὐτοσχεδὸν οὐτάζοντο,
[274] εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
[275] ἦλθον, ὁ μὲν Τρώων, ὁ δ’ Ἀχαιῶν χαλκοχιτώνων,
[276] Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
[277] μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
[278] κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
[279] μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
[280] ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
[281] ἄμφω δ’ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
[282] νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
[283] τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
[284] Ἰδαῖ’ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
[285] αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
[286] ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
[287] τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
[288] Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
[289] καὶ πινυτήν, περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
[290] νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
[291] σήμερον· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
[292] ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.
[293] νὺξ δ’ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
[294] ὡς σύ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
[295] σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
[296] αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
[297] Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
[298] αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
[299] δῶρα δ’ ἄγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
[300] ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
[301] ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
[302] ἠδ’ αὖτ’ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
[303] ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
[304] σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
[305] Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
[306] τὼ δὲ διακρινθέντε ὁ μὲν μετὰ λαὸν Ἀχαιῶν
[307] ἤϊ’, ὁ δ’ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
[308] ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
[309] Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
[310] καί ῥ’ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
[311] Αἴαντ’ αὖθ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
[312] εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
[313] οἳ δ’ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεί̈δαο γένοντο,
[314] τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[315] ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
[316] τὸν δέρον ἀμφί θ’ ἕπον, καί μιν διέχευαν ἅπαντα,
[317] μίστυλλόν τ’ ἄρ’ ἐπισταμένως πεῖράν τ’ ὀβελοῖσιν,
[318] ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
[319] αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
[320] δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης·
[321] νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρεν
[322] ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων.
[323] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
[324] τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
[325] Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
[326] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
[327] Ἀτρεί̈δη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
[328] πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
[329] τῶν νῦν αἷμα κελαινὸν ἐύ̈ρροον ἀμφὶ Σκάμανδρον
[330] ἐσκέδας’ ὀξὺς Ἄρης, ψυχαὶ δ’ Ἄϊδος δὲ κατῆλθον·
[331] τώ σε χρὴ πόλεμον μὲν ἅμ’ ἠοῖ παῦσαι Ἀχαιῶν,
[332] αὐτοὶ δ’ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
[333] βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
[334] τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ’ ὀστέα παισὶν ἕκαστος
[335] οἴκαδ’ ἄγῃ ὅτ’ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
[336] τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
[337] ἄκριτον ἐκ πεδίου· ποτὶ δ’ αὐτὸν δείμομεν ὦκα
[338] πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
[339] ἐν δ’ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
[340] ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
[341] ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
[342] ἥ χ’ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
[343] μή ποτ’ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
[344] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
[345] Τρώων αὖτ’ ἀγορὴ γένετ’ Ἰλίου ἐν πόλει ἄκρῃ
[346] δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
[347] τοῖσιν δ’ Ἀντήνωρ πεπνυμένος ἦρχ’ ἀγορεύειν·
[348] κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
[349] ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
[350] δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
[351] δώομεν Ἀτρεί̈δῃσιν ἄγειν· νῦν δ’ ὅρκια πιστὰ
[352] ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
[353] ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
[354] ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη
[355] δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
[356] ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
[357] Ἀντῆνορ σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·
[358] οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
[359] εἰ δ’ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
[360] ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
[361] αὐτὰρ ἐγὼ Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω·
[362] ἀντικρὺ δ’ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
[363] κτήματα δ’ ὅσς’ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
[364] πάντ’ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι.
[365] ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη
[366] Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
[367] ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
[368] κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι,
[369] ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
[370] νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
[371] καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
[372] ἠῶθεν δ’ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
[373] εἰπέμεν Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
[374] μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
[375] καὶ δὲ τόδ’ εἰπέμεναιπυκινὸν ἔπος, αἴ κ’ ἐθέλωσι
[376] παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
[377] κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
[378] ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.
[379] ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο·
[380] δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
[381] ἠῶθεν δ’ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
[382] τοὺς δ’ εὗρ’ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
[383] νηὶ̈ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὁ τοῖσι
[384] στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
[385] Ἀτρεί̈δη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
[386] ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
[387] εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
[388] μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
[389] κτήματα μὲν ὅς’ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
[390] ἠγάγετο Τροίηνδ’· ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι·
[391] πάντ’ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι·
[392] κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιο
[393] οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
[394] καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ’ ἐθέλητε
[395] παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
[396] κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
[397] ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.
[398] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
[399] ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
[400] μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω
[401] μήθ’ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
[402] ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται.
[403] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
[404] μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
[405] καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
[406] Ἰδαῖ’ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
[407] ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ’ ἐπιανδάνει οὕτως
[408] ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
[409] οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
[410] γίγνετ’ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
[411] ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
[412] ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
[413] ἄψορρον δ’ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
[414] οἳ δ’ ἕατ’ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
[415] πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοι
[416] Ἰδαῖος· ὁ δ’ ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
[417] στὰς ἐν μέσσοισιν· τοὶ δ’ ὁπλίζοντο μάλ’ ὦκα,
[418] ἀμφότερον νέκυάς τ’ ἀγέμεν ἕτεροι δὲ μεθ’ ὕλην·
[419] Ἀργεῖοι δ’ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
[420] ὀτρύνοντο νέκυς τ’ ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην.
[421] Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
[422] ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
[423] οὐρανὸν εἰσανιών· οἳ δ’ ἤντεον ἀλλήλοισιν.
[424] ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
[425] ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
[426] δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
[427] οὐδ’ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
[428] νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
[429] ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
[430] ὣς δ’ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
[431] νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
[432] ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
[433] ἦμος δ’ οὔτ’ ἄρ πω ἠώς, ἔτι δ’ ἀμφιλύκη νύξ,
[434] τῆμος ἄρ’ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
[435] τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
[436] ἄκριτον ἐκ πεδίου, ποτὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν
[437] πύργους θ’ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
[438] ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
[439] ὄφρα δι’ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
[440] ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αὐτῷ τάφρον ὄρυξαν
[441] εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
[442] ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
[443] οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
[444] θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
[445] τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
[446] Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν
[447] ὅς τις ἔτ’ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
[448] οὐχ ὁράαις ὅτι δ’ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
[449] τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
[450] ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
[451] τοῦ δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς·
[452] τοῦ δ’ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
[453] ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
[454] τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
[455] ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οἷον ἔειπες.
[456] ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
[457] ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
[458] σὸν δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς.
[459] ἄγρει μὰν ὅτ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
[460] οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
[461] τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
[462] αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
[463] ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
[464] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
[465] δύσετο δ’ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
[466] βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
[467] νῆες δ’ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
[468] πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
[469] τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰήσονι ποιμένι λαῶν.
[470] χωρὶς δ’ Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
[471] δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
[472] ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
[473] ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ,
[474] ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτῇσι βόεσσιν,
[475] ἄλλοι δ’ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
[476] παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
[477] δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι·
[478] παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
[479] σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
[480] οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
[481] πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
[482] κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.