ΙΛΙΑΔΟΣ Ε
Διομήδους ἀριστεία
[1] Ἔνθ’ αὖ Τυδεί̈δῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
[2] δῶκε μένος καὶ θάρσος, ἵν’ ἔκδηλος μετὰ πᾶσιν
[3] Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
[4] δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
[5] ἀστέρ’ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
[6] λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
[7] τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
[8] ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
[9] ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
[10] ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
[11] Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
[12] τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
[13] τὼ μὲν ἀφ’ ἵπποιιν, ὁ δ’ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
[14] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
[15] Φηγεύς ῥα πρότερος προί̈ει δολιχόσκιον ἔγχος·
[16] Τυδεί̈δεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ
[17] ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν· ὁ δ’ ὕστερος ὄρνυτο χαλκῷ
[18] Τυδεί̈δης· τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
[19] ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ’ ἀφ’ ἵππων.
[20] Ἰδαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
[21] οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
[22] οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
[23] ἀλλ’ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
[24] ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
[25] ἵππους δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
[26] δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
[27] Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
[28] τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ’ ὄχεσφι,
[29] πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
[30] χειρὸς ἑλοῦς’ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
[31] Ἄρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
[32] οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
[33] μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
[34] νῶϊ δὲ χαζώμεσθα, Διὸς δ’ ἀλεώμεθα μῆνιν;
[35] ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
[36] τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ,
[37] Τρῶας δ’ ἔκλιναν Δαναοί· ἕλε δ’ ἄνδρα ἕκαστος
[38] ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[39] ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
[40] πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
[41] ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
[42] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[43] Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
[44] Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
[45] τὸν μὲν ἄρ’ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
[46] νύξ’ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
[47] ἤριπε δ’ ἐξ ὀχέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε.
[48] τὸν μὲν ἄρ’ Ἰδομενῆος ἐσύλευον θεράποντες·
[49] υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
[50] Ἀτρεί̈δης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι
[51] ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
[52] βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
[53] ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα,
[54] οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
[55] ἀλλά μιν Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος
[56] πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
[57] ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
[58] ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[59] Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
[60] Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
[61] τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
[62] ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐί̈σας
[63] ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
[64] οἷ τ’ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
[65] τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
[66] βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
[67] ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή·
[68] γνὺξ δ’ ἔριπ’ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
[69] Πήδαιον δ’ ἄρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
[70] ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ
[71] ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
[72] τὸν μὲν Φυλεί̈δης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
[73] βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
[74] ἀντικρὺ δ’ ἀν’ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
[75] ἤριπε δ’ ἐν κονίῃ, ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν.
[76] Εὐρύπυλος δ’ Εὐαιμονίδης Ὑψήνορα δῖον
[77] υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
[78] ἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ ὣς τίετο δήμῳ,
[79] τὸν μὲν ἄρ’ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
[80] πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλας’ ὦμον
[81] φασγάνῳ ἀί̈ξας, ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν·
[82] αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ’ ὄσσε
[83] ἔλλαβεπορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
[84] ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
[85] Τυδεί̈δην δ’ οὐκ ἂν γνοίης ποτέροισι μετείη
[86] ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ’ Ἀχαιοῖς.
[87] θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
[88] χειμάρρῳ, ὅς τ’ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
[89] τὸν δ’ οὔτ’ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
[90] οὔτ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
[91] ἐλθόντ’ ἐξαπίνης ὅτ’ ἐπιβρίσῃ Διὸς ὄμβρος·
[92] πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰζηῶν·
[93] ὣς ὑπὸ Τυδεί̈δῃ πυκιναὶ κλονέοντοφάλαγγες
[94] Τρώων, οὐδ’ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
[95] τὸν δ’ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
[96] θύνοντ’ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
[97] αἶψ’ ἐπὶ Τυδεί̈δῃ ἐτιταίνετο καμπύλα τόξα,
[98] καὶ βάλ’ ἐπαί̈σσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
[99] θώρηκος γύαλον· διὰ δ’ ἔπτατο πικρὸς ὀϊστός,
[100] ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ’ αἵματι θώρηξ.
[101] τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
[102] ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
[103] βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
[104] δήθ’ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
[105] ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
[106] ὣς ἔφατ’ εὐχόμενος· τὸν δ’ οὐ βέλος ὠκὺ δάμασσεν,
[107] ἀλλ’ ἀναχωρήσας πρόσθ’ ἵπποιιν καὶ ὄχεσφιν
[108] ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
[109] ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
[110] ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
[111] ὣς ἄρ’ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ἆλτο χαμᾶζε,
[112] πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυς’ ὤμου·
[113] αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
[114] δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
[115] κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
[116] εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
[117] δηί̈ῳ ἐν πολέμῳ, νῦν αὖτ’ ἐμὲ φῖλαι Ἀθήνη·
[118] δὸς δέ τέ μ’ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
[119] ὅς μ’ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
[120] δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
[121] ὣς ἔφατ’ εὐχόμενος· τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,
[122] γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
[123] ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[124] θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
[125] ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
[126] ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
[127] ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
[128] ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
[129] τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται
[130] μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
[131] τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
[132] ἔλθῃς’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.
[133] ἣ μὲν ἄρ’ ὣς εἰποῦς’ ἀπέβη γλαυκῶπις Ἀθήνη,
[134] Τυδεί̈δης δ’ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
[135] καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
[136] δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
[137] ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ’ εἰροπόκοις ὀί̈εσσι
[138] χραύσῃ μέν τ’ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
[139] τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ’ οὐ προσαμύνει,
[140] ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ’ ἐρῆμα φοβεῖται·
[141] αἳ μέν τ’ ἀγχιστῖναιἐπ’ ἀλλήλῃσι κέχυνται,
[142] αὐτὰρ ὁ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
[143] ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
[144] ἔνθ’ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
[145] τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
[146] τὸν δ’ ἕτερον ξίφεϊ μεγάλῳ κληῖ̈δα παρ’ ὦμον
[147] πλῆξ’, ἀπὸ δ’ αὐχένος ὦμον ἐέργαθεν ἠδ’ ἀπὸ νώτου.
[148] τοὺς μὲν ἔας’, ὁ δ’ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
[149] υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
[150] τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατ’ ὀνείρους,
[151] ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
[152] βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
[153] ἄμφω τηλυγέτω· ὁ δὲ τείρετο γήραϊ λυγρῷ,
[154] υἱὸν δ’ οὐ τέκετ’ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
[155] ἔνθ’ ὅ γε τοὺς ἐνάριζε, φίλον δ’ ἐξαίνυτο θυμὸν
[156] ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
[157] λεῖπ’, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
[158] δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
[159] ἔνθ’ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
[160] εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
[161] ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
[162] πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
[163] ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
[164] βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε’ ἐσύλα·
[165] ἵππους δ’ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
[166] τὸν δ’ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
[167] βῆ δ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
[168] Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
[169] εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
[170] στῆ δὲ πρόσθ’ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
[171] Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
[172] καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ’ ἀνήρ,
[173] οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων.
[174] ἀλλ’ ἄγε τῷδ’ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
[175] ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
[176] Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν·
[177] εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
[178] ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
[179] τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
[180] Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
[181] Τυδεί̈δῃ μιν ἔγωγε δαί̈φρονι πάντα ἐί̈σκω,
[182] ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
[183] ἵππους τ’ εἰσορόων· σάφα δ’ οὐκ οἶδ’ εἰ θεός ἐστιν.
[184] εἰ δ’ ὅ γ’ ἀνὴρ ὅν φημι δαί̈φρων Τυδέος υἱὸς
[185] οὐχ ὅ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
[186] ἕστηκ’ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
[187] ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
[188] ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
[189] δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
[190] καί μιν ἔγωγ’ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
[191] ἔμπης δ’ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
[192] ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα τῶν κ’ ἐπιβαίην·
[193] ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
[194] καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
[195] πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
[196] ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
[197] ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
[198] ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
[199] ἵπποισίν μ’ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
[200] ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
[201] ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν·
[202] ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
[203] ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
[204] ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
[205] τόξοισιν πίσυνος· τὰ δέ μ’ οὐκ ἄρ’ ἔμελλον ὀνήσειν.
[206] ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
[207] Τυδεί̈δῃ τε καὶ Ἀτρεί̈δῃ, ἐκ δ’ ἀμφοτέροιιν
[208] ἀτρεκὲς αἷμ’ ἔσσευαβαλών, ἤγειρα δὲ μᾶλλον.
[209] τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
[210] ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
[211] ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
[212] εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
[213] πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
[214] αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
[215] εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
[216] χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
[217] τὸν δ’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
[218] μὴ δ’ οὕτως ἀγόρευε· πάρος δ’ οὐκ ἔσσεται ἄλλως,
[219] πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
[220] ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
[221] ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
[222] οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
[223] κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
[224] τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
[225] Ζεὺς ἐπὶ Τυδεί̈δῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
[226] ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
[227] δέξαι, ἐγὼ δ’ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
[228] ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ’ ἐμοὶ ἵπποι.
[229] τὸν δ’ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
[230] Αἰνεία σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω·
[231] μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
[232] οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
[233] μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ’ ἐθέλητον
[234] ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
[235] νῶϊ δ’ ἐπαί̈ξας μεγαθύμου Τυδέος υἱὸς
[236] αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
[237] ἀλλὰ σύ γ’ αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω,
[238] τὸν δὲ δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
[239] ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
[240] ἐμμεμαῶτ’ ἐπὶ Τυδεί̈δῃ ἔχον ὠκέας ἵππους.
[241] τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
[242] αἶψα δὲ Τυδεί̈δην ἔπεα πτερόεντα προσηύδα·
[243] Τυδεί̈δη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
[244] ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
[245] ἶν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐὺ̈ εἰδὼς
[246] Πάνδαρος, υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι·
[247] Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
[248] εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη.
[249] ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων, μηδέ μοι οὕτω
[250] θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
[251] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
[252] μή τι φόβον δ’ ἀγόρευ’, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
[253] οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
[254] οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
[255] ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
[256] ἀντίον εἶμ’ αὐτῶν· τρεῖν μ’ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
[257] τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
[258] ἄμφω ἀφ’ ἡμείων, εἴ γ’ οὖν ἕτερός γε φύγῃσιν.
[259] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
[260] αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
[261] ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
[262] αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
[263] Αἰνείαο δ’ ἐπαί̈ξαι μεμνημένος ἵππων,
[264] ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.
[265] τῆς γάρ τοι γενεῆς ἧς Τρωί̈ περ εὐρύοπα Ζεὺς
[266] δῶχ’ υἷος ποινὴν Γανυμήδεος, οὕνεκ’ ἄριστοι
[267] ἵππων ὅσσοι ἔασιν ὑπ’ ἠῶ τ’ ἠέλιόν τε,
[268] τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
[269] λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
[270] τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
[271] τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ,
[272] τὼ δὲ δύ’ Αἰνείαι δῶκεν μήστωρε φόβοιο.
[273] εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
[274] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
[275] τὼ δὲ τάχ’ ἐγγύθεν ἦλθον ἐλαύνοντ’ ὠκέας ἵππους.
[276] τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
[277] καρτερόθυμε δαί̈φρον ἀγαυοῦ Τυδέος υἱὲ
[278] ἦ μάλα ς’ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
[279] νῦν αὖτ’ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
[280] ἦ ῥα καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος
[281] καὶ βάλε Τυδεί̈δαο κατ’ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
[282] αἰχμὴχαλκείη πταμένη θώρηκι πελάσθη·
[283] τῷ δ’ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
[284] βέβληαι κενεῶνα διαμπερές, οὐδέ ς’ ὀί̈ω
[285] δηρὸν ἔτ’ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ’ εὖχος ἔδωκας.
[286] τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
[287] ἤμβροτες οὐδ’ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶί̈ γ’ ὀί̈ω
[288] πρίν γ’ ἀποπαύσεσθαι πρίν γ’ ἢ ἕτερόν γε πεσόντα
[289] αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
[290] ὣς φάμενος προέηκε· βέλος δ’ ἴθυνεν Ἀθήνη
[291] ῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ ἐπέρησεν ὀδόντας.
[292] τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
[293] αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
[294] ἤριπε δ’ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ
[295] αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
[296] ὠκύποδες· τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε.
[297] Αἰνείασδ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
[298] δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
[299] ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
[300] πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντος’ ἐί̈σην,
[301] τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ’ ἀντίος ἔλθοι
[302] σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ
[303] Τυδεί̈δης μέγα ἔργον ὁ οὐ δύο γ’ ἄνδρε φέροιεν,
[304] οἷοι νῦν βροτοί εἰς’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
[305] τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον ἔνθά τε μηρὸς
[306] ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
[307] θλάσσε δέ οἱ κοτύλην, πρὸς δ’ ἄμφω ῥῆξε τένοντε·
[308] ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ’ ἥρως
[309] ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
[310] γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
[311] καί νύ κεν ἔνθ’ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
[312] εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
[313] μήτηρ, ἥ μιν ὑπ’ Ἀγχίσῃ τέκε βουκολέοντι·
[314] ἀμφὶ δ’ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
[315] πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
[316] ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
[317] χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
[318] ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
[319] οὐδ’ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
[320] τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
[321] ἀλλ’ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
[322] νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
[323] Αἰνείαο δ’ ἐπαί̈ξας καλλίτριχας ἵππους
[324] ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.
[325] δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
[326] τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
[327] νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ’ ἥρως
[328] ὧν ἵππων ἐπιβὰς ἔλαβ’ ἡνία σιγαλόεντα,
[329] αἶψα δὲ Τυδεί̈δην μέθεπε κρατερώνυχας ἵππους
[330] ἐμμεμαώς· ὁ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
[331] γιγνώσκων ὅ τ’ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
[332] τάων αἵ τ’ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
[333] οὔτ’ ἄρ’ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
[334] ἀλλ’ ὅτε δή ῥ’ ἐκίχανε πολὺν καθ’ ὅμιλον ὀπάζων,
[335] ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
[336] ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
[337] ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
[338] ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
[339] πρυμνὸν ὕπερ θέναρος· ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο
[340] ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
[341] οὐ γὰρ σῖτον ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον,
[342] τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
[343] ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
[344] καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
[345] κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
[346] χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
[347] τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
[348] εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
[349] ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
[350] εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι, ἦ τέ ς’ ὀί̈ω
[351] ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι.
[352] ὣς ἔφαθ’, ἣ δ’ ἀλύους’ ἀπεβήσετο, τείρετο δ’ αἰνῶς·
[353] τὴν μὲν ἄρ’ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου
[354] ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
[355] εὗρεν ἔπειτα μάχης ἐπ’ ἀριστερὰ θοῦρον Ἄρηα
[356] ἥμενον· ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω·
[357] ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
[358] πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
[359] φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
[360] ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι ἵν’ ἀθανάτων ἕδος ἐστί.
[361] λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
[362] Τυδεί̈δης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
[363] ὣς φάτο, τῇ δ’ ἄρ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
[364] ἣ δ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
[365] πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
[366] μάστιξεν δ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.
[367] αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
[368] ἔνθ’ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
[369] λύσας’ ἐξ ὀχέων, παρὰ δ’ ἀμβρόσιον βάλεν εἶδαρ·
[370] ἣ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη
[371] μητρὸς ἑῆς· ἣ δ’ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
[372] χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζε·
[373] τίς νύ σε τοιάδ’ ἔρεξε φίλον τέκος Οὐρανιώνων
[374] μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
[375] τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
[376] οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
[377] οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
[378] Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
[379] οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
[380] ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
[381] τὴν δ’ ἠμείβετ’ ἔπειτα Διώνη, δῖα θεάων·
[382] τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
[383] πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες
[384] ἐξ ἀνδρῶν χαλέπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες.
[385] τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης
[386] παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
[387] χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
[388] καί νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
[389] εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
[390] Ἑρμέαι ἐξήγγειλεν· ὁ δ’ ἐξέκλεψεν Ἄρηα
[391] ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
[392] τλῆ δ’ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
[393] δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
[394] βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
[395] τλῆ δ’ Ἀί̈δης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
[396] εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
[397] ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
[398] αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
[399] κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
[400] ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
[401] τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
[402] ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
[403] σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων,
[404] ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
[405] σοὶ δ’ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
[406] νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
[407] ὅττι μάλ’ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
[408] οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
[409] ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
[410] τὼ νῦν Τυδεί̈δης, εἰ καὶ μάλα καρτερός ἐστι,
[411] φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
[412] μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
[413] ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
[414] κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
[415] ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
[416] ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ·
[417] ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
[418] αἳ δ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
[419] κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
[420] τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
[421] Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
[422] ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
[423] Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
[424] τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
[425] πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
[426] ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
[427] καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
[428] οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
[429] ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
[430] ταῦτα δ’ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
[431] ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
[432] Αἰνείαι δ’ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
[433] γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
[434] ἀλλ’ ὅ γ’ ἄρ’ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ’ αἰεὶ
[435] Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
[436] τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
[437] τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων·
[438] ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
[439] δεινὰ δ’ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
[440] φράζεο Τυδεί̈δη καὶ χάζεο, μηδὲ θεοῖσιν
[441] ἶς’ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
[442] ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων.
[443] ὣς φάτο, Τυδεί̈δης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω
[444] μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
[445] Αἰνείαν δ’ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
[446] Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
[447] ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
[448] ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
[449] αὐτὰρ ὁ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων
[450] αὐτῷ τ’ Αἰνείαι ἴκελον καὶ τεύχεσι τοῖον,
[451] ἀμφὶ δ’ ἄρ’ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
[452] δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
[453] ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
[454] δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
[455] Ἄρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
[456] οὐκ ἂν δὴ τόνδ’ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
[457] Τυδεί̈δην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
[458] Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,
[459] αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
[460] ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
[461] Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
[462] εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
[463] υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
[464] ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
[465] ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
[466] ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
[467] κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
[468] Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
[469] ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
[470] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
[471] ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
[472] Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὁ πρὶν ἔχεσκες;
[473] φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων
[474] οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
[475] τῶν νῦν οὔ τιν’ ἐγὼ ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι,
[476] ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
[477] ἡμεῖς δὲ μαχόμεσθ’ οἵ πέρ τ’ ἐπίκουροι ἔνειμεν.
[478] καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
[479] τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
[480] ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
[481] κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ’ ἐπιδευής.
[482] ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτὸς
[483] ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
[484] οἷόν κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
[485] τύνη δ’ ἕστηκας, ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις
[486] λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
[487] μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
[488] ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
[489] οἳ δὲ τάχ’ ἐκπέρσους’ εὖ ναιομένην πόλιν ὑμήν.
[490] σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
[491] ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
[492] νωλεμέως ἐχέμεν, κρατερὴν δ’ ἀποθέσθαι ἐνιπήν.
[493] ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
[494] αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
[495] πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
[496] ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
[497] οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
[498] Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
[499] ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωὰς
[500] ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
[501] κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
[502] αἳ δ’ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ’ Ἀχαιοὶ
[503] λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι’ αὐτῶν
[504] οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
[505] ἂψ ἐπιμισγομένων· ὑπὸ δ’ ἔστρεφον ἡνιοχῆες.
[506] οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
[507] θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
[508] πάντος’ ἐποιχόμενος· τοῦ δ’ ἐκραίαινεν ἐφετμὰς
[509] Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
[510] Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην
[511] οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
[512] αὐτὸς δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
[513] ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
[514] Αἰνείας δ’ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
[515] ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
[516] καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
[517] οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
[518] Ἄρης τε βροτολοιγὸς Ἔρις τ’ ἄμοτον μεμαυῖα.
[519] τοὺς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
[520] ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
[521] οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
[522] ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
[523] νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσιν
[524] ἀτρέμας, ὄφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
[525] ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
[526] πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
[527] ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
[528] Ἀτρεί̈δης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
[529] ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
[530] ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
[531] αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
[532] φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
[533] ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
[534] Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
[535] Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
[536] τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
[537] τόν ῥα κατ’ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
[538] ἣ δ’ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
[539] νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
[540] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[541] ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
[542] υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
[543] τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
[544] ἀφνειὸς βιότοιο, γένος δ’ ἦν ἐκ ποταμοῖο
[545] Ἀλφειοῦ, ὅς τ’ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
[546] ὃς τέκετ’ Ὀρτίλοχον πολέεσς’ ἄνδρεσσιν ἄνακτα·
[547] Ὀρτίλοχος δ’ ἄρ’ ἔτικτε Διοκλῆα μεγάθυμον,
[548] ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
[549] Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
[550] τὼ μὲν ἄρ’ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
[551] Ἴλιον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην,
[552] τιμὴν Ἀτρεί̈δῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
[553] ἀρνυμένω· τὼ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν.
[554] οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
[555] ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
[556] τὼ μὲν ἄρ’ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
[557] σταθμοὺς ἀνθρώπων κεραί̈ζετον, ὄφρα καὶ αὐτὼ
[558] ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
[559] τοίω τὼ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντε
[560] καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
[561] τὼ δὲ πεσόντ’ ἐλέησεν ἀρηί̈φιλος Μενέλαος,
[562] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
[563] σείων ἐγχείην· τοῦ δ’ ὄτρυνεν μένος Ἄρης,
[564] τὰ φρονέων ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη.
[565] τὸν δ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
[566] βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
[567] μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
[568] τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
[569] ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
[570] Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν.
[571] Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
[572] ὡς εἶδεν δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε.
[573] οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
[574] τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
[575] αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
[576] ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
[577] ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
[578] τὸν μὲν ἄρ’ Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος
[579] ἑσταότ’ ἔγχεϊ νύξε κατὰ κληῖ̈δα τυχήσας·
[580] Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα
[581] ἐσθλὸν Ἀτυμνιάδην· ὁ δ’ ὑπέστρεφε μώνυχας ἵππους·
[582] χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ’ ἄρα χειρῶν
[583] ἡνία λεύκ’ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
[584] Ἀντίλοχος δ’ ἄρ’ ἐπαί̈ξας ξίφει ἤλασε κόρσην·
[585] αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
[586] κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
[587] δηθὰ μάλ’ ἑστήκει· τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης·
[588] ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
[589] τοὺς ἵμας’ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλας’ Ἀχαιῶν.
[590] τοὺς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ’ ἐπ’ αὐτοὺς
[591] κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
[592] καρτεραί· ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ,
[593] ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
[594] Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
[595] φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος, ἄλλοτ’ ὄπισθε.
[596] τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
[597] ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
[598] στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
[599] ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ’ ἔδραμ’ ὀπίσσω,
[600] ὣς τότε Τυδεί̈δης ἀνεχάζετο, εἶπέ τε λαῷ·
[601] ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
[602] αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
[603] τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
[604] καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
[605] ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
[606] εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
[607] ὣς ἄρ’ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
[608] ἔνθ’ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
[609] εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
[610] τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
[611] στῆ δὲ μάλ’ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
[612] καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ’ ἐνὶ Παισῷ
[613] ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
[614] ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
[615] τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
[616] νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
[617] δούπησεν δὲ πεσών· ὁ δ’ ἐπέδραμε φαίδιμος Αἴας
[618] τεύχεα συλήσων· Τρῶες δ’ ἐπὶ δούρατ’ ἔχευαν
[619] ὀξέα παμφανόωντα· σάκος δ’ ἀνεδέξατο πολλά.
[620] αὐτὰρ ὁ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
[621] ἐσπάσατ’· οὐδ’ ἄρ’ ἔτ’ ἄλλα δυνήσατο τεύχεα καλὰ
[622] ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
[623] δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
[624] οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες,
[625] οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
[626] ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
[627] ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
[628] Τληπόλεμον δ’ Ἡρακλεί̈δην ἠύ̈ν τε μέγαν τε
[629] ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
[630] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
[631] υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο,
[632] τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
[633] Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
[634] πτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί;
[635] ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
[636] εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
[637] οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
[638] ἀλλ’ οἷόν τινά φασι βίην Ἡρακληείην
[639] εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
[640] ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
[641] ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
[642] Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ’ ἀγυιάς·
[643] σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
[644] οὐδέ τί σε Τρώεσσιν ὀί̈ομαι ἄλκαρ ἔσεσθαι
[645] ἐλθόντ’ ἐκ Λυκίης, οὐδ’ εἰ μάλα καρτερός ἐσσι,
[646] ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀί̈δαο περήσειν.
[647] τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
[648] Τληπόλεμ’ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
[649] ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
[650] ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
[651] οὐδ’ ἀπέδωχ’ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
[652] σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
[653] ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
[654] εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ.
[655] ὣς φάτο Σαρπηδών, ὁ δ’ ἀνέσχετο μείλινον ἔγχος
[656] Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
[657] ἐκ χειρῶν ἤϊξαν· ὁ μὲν βάλεν αὐχένα μέσσον
[658] Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή·
[659] τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
[660] Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
[661] βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
[662] ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν.
[663] οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
[664] ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
[665] ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδὲ νόησε
[666] μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη
[667] σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
[668] Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
[669] ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
[670] τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
[671] μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
[672] ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
[673] ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
[674] οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
[675] ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
[676] τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
[677] ἔνθ’ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
[678] Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
[679] καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
[680] εἰ μὴ ἄρ’ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
[681] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
[682] δεῖμα φέρων Δαναοῖσι· χάρη δ’ ἄρα οἱ προσιόντι
[683] Σαρπηδὼν Διὸς υἱός, ἔπος δ’ ὀλοφυδνὸν ἔειπε·
[684] Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
[685] κεῖσθαι, ἀλλ’ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
[686] ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε
[687] νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
[688] εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
[689] ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
[690] ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
[691] ὤσαιτ’ Ἀργείους, πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο.
[692] οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
[693] εἷσαν ὑπ’ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
[694] ἐκ δ’ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
[695] ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
[696] τὸν δ’ ἔλιπε ψυχή, κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς·
[697] αὖτις δ’ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
[698] ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
[699] Ἀργεῖοι δ’ ὑπ’ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
[700] οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
[701] οὔτε ποτ’ ἀντεφέροντο μάχῃ, ἀλλ’ αἰὲν ὀπίσσω
[702] χάζονθ’, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
[703] ἔνθα τίνα πρῶτον τίνα δ’ ὕστατον ἐξενάριξαν
[704] Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
[705] ἀντίθεονΤεύθραντ’, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
[706] Τρῆχόν τ’ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
[707] Οἰνοπίδην θ’ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
[708] ὅς ῥ’ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
[709] λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
[710] ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
[711] τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
[712] Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
[713] αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
[714] ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
[715] ἦ ῥ’ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
[716] Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,
[717] εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
[718] ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
[719] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
[720] ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
[721] Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
[722] Ἥβη δ’ ἀμφ’ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
[723] χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
[724] τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
[725] χάλκε’ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
[726] πλῆμναι δ’ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
[727] δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
[728] ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
[729] τοῦ δ’ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ’ ἄκρῳ
[730] δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
[731] κάλ’ ἔβαλε χρύσει’· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
[732] ἵππους ὠκύποδας, μεμαυῖ’ ἔριδος καὶ ἀϋτῆς.
[733] αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
[734] πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ’ οὔδει
[735] ποικίλον, ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
[736] ἣ δὲ χιτῶν’ ἐνδῦσα Διὸς νεφεληγερέταο
[737] τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
[738] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν
[739] δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
[740] ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
[741] ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
[742] δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
[743] κρατὶ δ’ ἐπ’ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
[744] χρυσείην, ἑκατὸν πολίων πρυλέεσς’ ἀραρυῖαν·
[745] ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ’ ἔγχος
[746] βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
[747] ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
[748] Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους·
[749] αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
[750] τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
[751] ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι.
[752] τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
[753] εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
[754] ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
[755] ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
[756] Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
[757] Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
[758] ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
[759] μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ’ ἄχος, οἳ δὲ ἕκηλοι
[760] τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
[761] ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
[762] Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
[763] λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
[764] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
[765] ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
[766] ἥ ἑ μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
[767] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
[768] μάστιξεν δ’ ἵππους· τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
[769] μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
[770] ὅσσονδ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
[771] ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
[772] τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
[773] ἀλλ’ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
[774] ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
[775] ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
[776] λύσας’ ἐξ ὀχέων, περὶ δ’ ἠέρα πουλὺν ἔχευε·
[777] τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
[778] αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι
[779] ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
[780] ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
[781] ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
[782] εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
[783] ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
[784] ἔνθα στᾶς’ ἤϋσε θεὰ λευκώλενος Ἥρη
[785] Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
[786] ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα·
[787] αἰδὼς Ἀργεῖοι κάκ’ ἐλέγχεα εἶδος ἀγητοί·
[788] ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
[789] οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
[790] οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
[791] νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
[792] ὣς εἰποῦς’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
[793] Τυδεί̈δῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
[794] εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν
[795] ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
[796] ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
[797] ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
[798] ἂν δ’ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ.
[799] ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
[800] ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
[801] Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
[802] καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
[803] οὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶν
[804] ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
[805] δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
[806] αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
[807] κούρους Καδμείων προκαλίζετο, πάντα δ’ ἐνίκα
[808] ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
[809] σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω,
[810] καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
[811] ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
[812] ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ’ ἔπειτα
[813] Τυδέος ἔκγονός ἐσσι δαί̈φρονος Οἰνεί̈δαο.
[814] τὴν δ’ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
[815] γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
[816] τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ’ ἐπικεύσω.
[817] οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
[818] ἀλλ’ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
[819] οὔ μ’ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
[820] τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
[821] ἔλθῃς’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ.
[822] τοὔνεκα νῦν αὐτός τ’ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
[823] Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
[824] γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
[825] τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
[826] Τυδεί̈δη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
[827] μήτε σύ γ’ Ἄρηα τό γε δείδιθι μήτε τιν’ ἄλλον
[828] ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
[829] ἀλλ’ ἄγ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
[830] τύψον δὲ σχεδίην μηδ’ ἅζεο θοῦρον Ἄρηα
[831] τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
[832] ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ’ ἀγορεύων
[833] Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
[834] νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
[835] ὣς φαμένη Σθένελον μὲν ἀφ’ ἵππων ὦσε χαμᾶζε,
[836] χειρὶ πάλιν ἐρύσας’, ὁ δ’ ἄρ’ ἐμμαπέως ἀπόρουσεν·
[837] ἣ δ’ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
[838] ἐμμεμαυῖα θεά· μέγα δ’ ἔβραχε φήγινος ἄξων
[839] βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ’ ἄριστον.
[840] λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
[841] αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
[842] ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
[843] Αἰτωλῶν ὄχ’ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
[844] τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
[845] δῦν’ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
[846] ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
[847] ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασε
[848] κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
[849] αὐτὰρ ὁ βῆ ῥ’ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
[850] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[851] πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπὲρ ζυγὸν ἡνία θ’ ἵππων
[852] ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
[853] καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
[854] ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
[855] δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
[856] ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
[857] νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
[858] τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
[859] ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὁ δ’ ἔβραχε χάλκεος Ἄρης
[860] ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
[861] ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
[862] τοὺς δ’ ἄρ’ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
[863] δείσαντας· τόσον ἔβραχ’ Ἄρης ἆτος πολέμοιο.
[864] οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
[865] καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
[866] τοῖος Τυδεί̈δῃ Διομήδεϊ χάλκεος Ἄρης
[867] φαίνεθ’ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
[868] καρπαλίμως δ’ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
[869] πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
[870] δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
[871] καί ῥ’ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
[872] Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
[873] αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
[874] ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
[875] σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
[876] οὐλομένην, ᾗ τ’ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
[877] ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ
[878] σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
[879] ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
[880] ἀλλ’ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀί̈δηλον·
[881] ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
[882] μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι.
[883] Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ,
[884] αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
[885] ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
[886] αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
[887] ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
[888] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
[889] μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
[890] ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
[891] αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
[892] μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
[893] Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι·
[894] τώ ς’ ὀί̈ω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
[895] ἀλλ’ οὐ μάν ς’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα·
[896] ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
[897] εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀί̈δηλος
[898] καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
[899] ὣς φάτο, καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι.
[900] τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
[901] ἠκέσατ’· οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο.
[902] ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
[903] ὑγρὸν ἐόν, μάλα δ’ ὦκα περιτρέφεται κυκόωντι,
[904] ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
[905] τὸν δ’ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
[906] πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
[907] αἳ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
[908] Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηὶ̈ς Ἀθήνη
[909] παύσασαι βροτολοιγὸν Ἄρη’ ἀνδροκτασιάων.