ΙΛΙΑΔΟΣ Δ
Ὁρκίων σύγχυσις· Ἀγαμέμνονος ἐπιπώλησις
[1] Οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
[2] χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
[3] νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
[4] δειδέχατ’ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
[5] αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
[6] κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
[7] δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
[8] Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηὶ̈ς Ἀθήνη.
[9] ἀλλ’ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
[10] τέρπεσθον· τῷ δ’ αὖτε φιλομειδὴς Ἀφροδίτη
[11] αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
[12] καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
[13] ἀλλ’ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
[14] ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα,
[15] ἤ ῥ’ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
[16] ὄρσομεν, ἦ φιλότητα μετ’ ἀμφοτέροισι βάλωμεν.
[17] εἰ δ’ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
[18] ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
[19] αὖτις δ’ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
[20] ὣς ἔφαθ’, αἳ δ’ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
[21] πλησίαι αἵ γ’ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
[22] ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
[23] σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
[24] Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
[25] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
[26] πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ’ ἀτέλεστον,
[27] ἱδρῶ θ’ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
[28] λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
[29] ἕρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
[30] τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
[31] δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
[32] τόσσα κακὰ ῥέζουσιν, ὅ τ’ ἀσπερχὲς μενεαίνεις
[33] Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
[34] εἰ δὲ σύ γ’ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
[35] ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
[36] ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
[37] ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
[38] σοὶ καὶ ἐμοὶ μέγ’ ἔρισμα μετ’ ἀμφοτέροισι γένηται.
[39] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
[40] ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
[41] τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
[42] μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ’ ἐᾶσαι·
[43] καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
[44] αἳ γὰρ ὑπ’ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
[45] ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
[46] τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
[47] καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
[48] οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐί̈σης
[49] λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
[50] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
[51] ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
[52] Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
[53] τὰς διαπέρσαι ὅτ’ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
[54] τάων οὔ τοι ἐγὼ πρόσθ’ ἵσταμαι οὐδὲ μεγαίρω.
[55] εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
[56] οὐκ ἀνύω φθονέους’ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
[57] ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
[58] καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
[59] καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
[60] ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
[61] κέκλημαι, σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις.
[62] ἀλλ’ ἤτοι μὲν ταῦθ’ ὑποείξομεν ἀλλήλοισι,
[63] σοὶ μὲν ἐγώ, σὺ δ’ ἐμοί· ἐπὶ δ’ ἕψονται θεοὶ ἄλλοι
[64] ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
[65] ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
[66] πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
[67] ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
[68] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶνντε·
[69] αὐτίκ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
[70] αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
[71] πειρᾶν δ’ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
[72] ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
[73] ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
[74] βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα.
[75] οἷον δ’ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
[76] ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
[77] λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
[78] τῷ ἐϊκυῖ’ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
[79] κὰδ δ’ ἔθορ’ ἐς μέσσον· θάμβος δ’ ἔχεν εἰσορόωντας
[80] Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
[81] ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
[82] ἦ ῥ’ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
[83] ἔσσεται, ἢ φιλότητα μετ’ ἀμφοτέροισι τίθησι
[84] Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
[85] ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
[86] ἣ δ’ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ’ ὅμιλον
[87] Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
[88] Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
[89] εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
[90] ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
[91] λαῶν, οἵ οἱ ἕποντο ἀπ’ Αἰσήποιο ῥοάων·
[92] ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
[93] ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαί̈φρον.
[94] τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
[95] πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
[96] ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
[97] τοῦ κεν δὴ πάμπρωτα παρ’ ἀγλαὰ δῶρα φέροιο,
[98] αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
[99] σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ’ ἀλεγεινῆς.
[100] ἀλλ’ ἄγ’ ὀί̈στευσον Μενελάου κυδαλίμοιο,
[101] εὔχεο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
[102] ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
[103] οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
[104] ὣς φάτ’ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
[105] αὐτίκ’ ἐσύλα τόξον ἐύ̈ξοον ἰξάλου αἰγὸς
[106] ἀγρίου, ὅν ῥά ποτ’ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
[107] πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
[108] βεβλήκει πρὸς στῆθος· ὁ δ’ ὕπτιος ἔμπεσε πέτρῃ.
[109] τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
[110] καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
[111] πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
[112] καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
[113] ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
[114] μὴ πρὶν ἀναί̈ξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
[115] πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
[116] αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ’ ἕλετ’ ἰὸν
[117] ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ’ ὀδυνάων·
[118] αἶψα δ’ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
[119] εὔχετο δ’ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
[120] ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
[121] οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
[122] ἕλκεδ’ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
[123] νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
[124] αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
[125] λίγξε βιός, νευρὴ δὲ μέγ’ ἴαχεν, ἆλτο δ’ ὀϊστὸς
[126] ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
[127] οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
[128] ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
[129] ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
[130] ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
[131] παιδὸς ἐέργῃ μυῖαν ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ,
[132] αὐτὴ δ’ αὖτ’ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
[133] χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
[134] ἐν δ’ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
[135] διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
[136] καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
[137] μίτρης θ’, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
[138] ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
[139] ἀκρότατον δ’ ἄρ’ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
[140] αὐτίκα δ’ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
[141] ὡς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
[142] Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
[143] κεῖται δ’ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
[144] ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
[145] ἀμφότερον κόσμός θ’ ἵππῳ ἐλατῆρί τε κῦδος·
[146] τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
[147] εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ’ ὑπένερθε.
[148] ῥίγησεν δ’ ἄρ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[149] ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
[150] ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηί̈φιλος Μενέλαος.
[151] ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
[152] ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
[153] τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
[154] χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ’ ἑταῖροι·
[155] φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι’ ἔταμνον
[156] οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
[157] ὥς ς’ ἔβαλον Τρῶες, κατὰ δ’ ὅρκια πιστὰ πάτησαν.
[158] οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
[159] σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
[160] εἴ περ γάρ τε καὶ αὐτίκ’ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
[161] ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
[162] σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
[163] εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
[164] ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
[165] καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
[166] Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
[167] αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
[168] τῆσδ’ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
[169] ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
[170] αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
[171] καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
[172] αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
[173] κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
[174] Ἀργείην Ἑλένην· σέο δ’ ὀστέα πύσει ἄρουρα
[175] κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
[176] καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων
[177] τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
[178] αἴθ’ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει’ Ἀγαμέμνων,
[179] ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ’ Ἀχαιῶν,
[180] καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
[181] σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
[182] ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
[183] τὸν δ’ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
[184] θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
[185] οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
[186] εἰρύσατο ζωστήρ τε παναίολος ἠδ’ ὑπένερθε
[187] ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
[188] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
[189] αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
[190] ἕλκος δ’ ἰητὴρ ἐπιμάσσεται ἠδ’ ἐπιθήσει
[191] φάρμαχ’ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
[192] ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
[193] Ταλθύβι’ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
[194] φῶτ’ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
[195] ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
[196] ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς
[197] Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
[198] ὣς ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
[199] βῆ δ’ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
[200] παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
[201] ἑσταότ’· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
[202] λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
[203] ἀγχοῦ δ’ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
[204] ὄρς’ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
[205] ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
[206] ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐὺ̈ εἰδὼς
[207] Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
[208] ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
[209] βὰν δ’ ἰέναι καθ’ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
[210] ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι ξανθὸς Μενέλαος
[211] βλήμενος ἦν, περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοι
[212] κυκλός’, ὁ δ’ ἐν μέσσοισι παρίστατο ἰσόθεοσφώς,
[213] αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
[214] τοῦ δ’ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
[215] λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ’ ὑπένερθε
[216] ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
[217] αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός,
[218] αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼς
[219] πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
[220] ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
[221] τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
[222] οἳ δ’ αὖτις κατὰ τεύχε’ ἔδυν, μνήσαντο δὲ χάρμης.
[223] ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
[224] οὐδὲ καταπτώσσοντ’ οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι,
[225] ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
[226] ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
[227] καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας
[228] Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραί̈δαο·
[229] τῷ μάλα πόλλ’ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
[230] γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
[231] αὐτὰρ ὁ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
[232] καί ῥ’ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
[233] τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
[234] Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
[235] οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ’ ἀρωγός,
[236] ἀλλ’ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
[237] τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
[238] ἡμεῖς αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
[239] ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
[240] οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
[241] τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
[242] Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
[243] τίφθ’ οὕτως ἔστητε τεθηπότες ἠύ̈τε νεβροί,
[244] αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
[245] ἑστᾶς’, οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
[246] ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
[247] ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
[248] εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
[249] ὄφρα ἴδητ’ αἴ κ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
[250] ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
[251] ἦλθε δ’ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
[252] οἳ δ’ ἀμφ’ Ἰδομενῆα δαί̈φρονα θωρήσσοντο·
[253] Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συὶ̈ εἴκελος ἀλκήν,
[254] Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
[255] τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[256] αὐτίκα δ’ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
[257] Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
[258] ἠμὲν ἐνὶ πτολέμῳ ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ
[259] ἠδ’ ἐν δαίθ’, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
[260] Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
[261] εἴ περ γάρ τ’ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
[262] δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
[263] ἕστηχ’, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
[264] ἀλλ’ ὄρσευ πόλεμον δ’ οἷος πάρος εὔχεαι εἶναι.
[265] τὸν δ’ αὖτ’ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
[266] Ἀτρεί̈δη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
[267] ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
[268] ἀλλ’ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
[269] ὄφρα τάχιστα μαχώμεθ’, ἐπεὶ σύν γ’ ὅρκι’ ἔχευαν
[270] Τρῶες· τοῖσιν δ’ αὖ θάνατος καὶ κήδε’ ὀπίσσω
[271] ἔσσετ’ ἐπεὶ πρότεροι ὑπὲρὅρκια δηλήσαντο.
[272] ὣς ἔφατ’, Ἀτρεί̈δης δὲ παρῴχετο γηθόσυνος κῆρ·
[273] ἦλθε δ’ ἐπ’ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
[274] τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
[275] ὡς δ’ ὅτ’ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
[276] ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
[277] τῷ δέ τ’ ἄνευθεν ἐόντι μελάντερον ἠύ̈τε πίσσα
[278] φαίνετ’ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
[279] ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
[280] τοῖαι ἅμ’ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
[281] δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
[282] κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
[283] καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
[284] καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[285] Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
[286] σφῶϊ μέν· οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν· οὔ τι κελεύω·
[287] αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
[288] αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
[289] τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
[290] τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
[291] χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
[292] ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους·
[293] ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
[294] οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
[295] ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
[296] Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
[297] ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
[298] πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
[299] ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ’ ἐς μέσσον ἔλασσεν,
[300] ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
[301] ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
[302] σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
[303] μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
[304] οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
[305] μηδ’ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
[306] ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται
[307] ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
[308] ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
[309] τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
[310] ὣς ὁ γέρων ὄτρυνε πάλαι πολέμων ἐὺ̈ εἰδώς·
[311] καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
[312] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[313] ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
[314] ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
[315] ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
[316] ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
[317] τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
[318] Ἀτρεί̈δη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
[319] ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
[320] ἀλλ’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
[321] εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
[322] ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
[323] βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
[324] αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
[325] ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
[326] ὣς ἔφατ’, Ἀτρεί̈δης δὲ παρῴχετο γηθόσυνος κῆρ.
[327] εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
[328] ἑσταότ’· ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
[329] αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
[330] πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
[331] ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
[332] ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
[333] Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
[334] ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
[335] Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
[336] τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[337] καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[338] ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
[339] καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
[340] τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ’ ἄλλους;
[341] σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
[342] ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
[343] πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
[344] ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
[345] ἔνθα φίλ’ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
[346] οἴνου πινέμεναι μελιηδέος ὄφρ’ ἐθέλητον·
[347] νῦν δὲ φίλως χ’ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
[348] ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
[349] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
[350] Ἀτρεί̈δη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
[351] πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ’ Ἀχαιοὶ
[352] Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
[353] ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
[354] Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
[355] Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις.
[356] τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
[357] ὡς γνῶ χωομένοιο· πάλιν δ’ ὅ γε λάζετο μῦθον·
[358] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
[359] οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
[360] οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
[361] ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ.
[362] ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν
[363] εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
[364] ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους.
[365] εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
[366] ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
[367] πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
[368] καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
[369] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[370] ὤ μοι Τυδέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο
[371] τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;
[372] οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
[373] ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηί̈οισι μάχεσθαι,
[374] ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
[375] ἤντης’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι.
[376] ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
[377] ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
[378] οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης,
[379] καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
[380] οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
[381] ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
[382] οἳ δ’ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
[383] Ἀσωπὸν δ’ ἵκοντο βαθύσχοινον λεχεποίην,
[384] ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
[385] αὐτὰρ ὁ βῆ, πολέας δὲ κιχήσατο Καδμεί̈ωνας
[386] δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
[387] ἔνθ’ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
[388] τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
[389] ἀλλ’ ὅ γ’ ἀεθλεύειν προκαλίζετο, πάντα δ’ ἐνίκα
[390] ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
[391] οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
[392] ἂψ ἄρ’ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
[393] κούρους πεντήκοντα· δύω δ’ ἡγήτορες ἦσαν,
[394] Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
[395] υἱός τ’ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
[396] Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
[397] πάντας ἔπεφν’, ἕνα δ’ οἶον ἵει οἶκον δὲ νέεσθαι·
[398] Μαίον’ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
[399] τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
[400] γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ’ ἀμείνω.
[401] ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κρατερὸς Διομήδης
[402] αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
[403] τὸν δ’ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
[404] Ἀτρεί̈δη μὴ ψεύδε’ ἐπιστάμενος σάφα εἰπεῖν·
[405] ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι·
[406] ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
[407] παυρότερον λαὸν ἀγαγόνθ’ ὑπὸ τεῖχος ἄρειον,
[408] πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
[409] κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
[410] τὼ μή μοι πατέρας ποθ’ ὁμοίῃ ἔνθεο τιμῇ.
[411] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
[412] τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·
[413] οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
[414] ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
[415] τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται εἴ κεν Ἀχαιοὶ
[416] Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
[417] τούτῳ δ’ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
[418] ἀλλ’ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
[419] ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
[420] δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
[421] ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
[422] ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
[423] ὄρνυτ’ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
[424] πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
[425] χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ’ ἄκρας
[426] κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην·
[427] ὣς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
[428] νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
[429] ἡγεμόνων· οἳ δ’ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
[430] τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν,
[431] σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
[432] τεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
[433] Τρῶες δ’, ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
[434] μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
[435] ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
[436] ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
[437] οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς,
[438] ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες.
[439] ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
[440] Δεῖμός τ’ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
[441] Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
[442] ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
[443] οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
[444] ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
[445] ἐρχομένη καθ’ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
[446] οἳ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
[447] σύν ῥ’ ἔβαλον ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν
[448] χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
[449] ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
[450] ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
[451] ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ’ αἵματι γαῖα.
[452] ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες
[453] ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
[454] κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
[455] τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
[456] ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
[457] πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
[458] ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
[459] τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
[460] ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω
[461] αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
[462] ἤριπε δ’ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
[463] τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
[464] Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
[465] ἕλκε δ’ ὑπ’ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
[466] τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ’ ὁρμή.
[467] νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
[468] πλευρά, τά οἱ κύψαντι παρ’ ἀσπίδος ἐξεφαάνθη,
[469] οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
[470] ὣς τὸν μὲν λίπε θυμός, ἐπ’ αὐτῷ δ’ ἔργον ἐτύχθη
[471] ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
[472] ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιζεν.
[473] ἔνθ’ ἔβαλ’ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
[474] ἠί̈θεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
[475] Ἴδηθεν κατιοῦσα παρ’ ὄχθῃσιν Σιμόεντος
[476] γείνατ’, ἐπεί ῥα τοκεῦσιν ἅμ’ ἕσπετο μῆλα ἰδέσθαι·
[477] τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
[478] θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
[479] ἔπλεθ’ ὑπ’ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
[480] πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
[481] δεξιόν· ἀντικρὺ δὲ δι’ ὤμου χάλκεον ἔγχος
[482] ἦλθεν· ὁ δ’ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
[483] ἥ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
[484] λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ’ ἀκροτάτῃ πεφύασι·
[485] τὴν μέν θ’ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
[486] ἐξέταμ’, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
[487] ἣ μέν τ’ ἀζομένη κεῖται ποταμοῖο παρ’ ὄχθας.
[488] τοῖον ἄρ’ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
[489] Αἴας διογενής· τοῦ δ’ Ἄντιφος αἰολοθώρηξ
[490] Πριαμίδης καθ’ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
[491] τοῦ μὲν ἅμαρθ’, ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
[492] βεβλήκει βουβῶνα, νέκυν ἑτέρως’ ἐρύοντα·
[493] ἤριπε δ’ ἀμφ’ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
[494] τοῦ δ’ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
[495] βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
[496] στῆ δὲ μάλ’ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
[497] ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
[498] ἀνδρὸς ἀκοντίσσαντος· ὁ δ’ οὐχ ἅλιον βέλος ἧκεν,
[499] ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
[500] ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ’ ἵππων ὠκειάων.
[501] τόν ῥ’ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
[502] κόρσην· ἣ δ’ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
[503] αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
[504] δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
[505] χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
[506] Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
[507] ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ’ Ἀπόλλων
[508] Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ’ ἀύ̈σας·
[509] ὄρνυσθ’ ἱππόδαμοι Τρῶες μηδ’ εἴκετε χάρμης
[510] Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
[511] χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
[512] οὐ μὰν οὐδ’ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
[513] μάρναται, ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαλγέαπέσσει.
[514] ὣς φάτ’ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
[515] ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
[516] ἐρχομένη καθ’ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
[517] ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
[518] χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
[519] κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
[520] Πείρως Ἰμβρασίδης ὃς ἄρ’ Αἰνόθεν εἰληλούθει.
[521] ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
[522] ἄχρις ἀπηλοίησεν· ὁ δ’ ὕπτιος ἐν κονίῃσι
[523] κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
[524] θυμὸν ἀποπνείων· ὁ δ’ ἐπέδραμεν ὅς ῥ’ ἔβαλέν περ
[525] Πείροος, οὖτα δὲ δουρὶ παρ’ ὀμφαλόν· ἐκ δ’ ἄρα πᾶσαι
[526] χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
[527] τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
[528] στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός·
[529] ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ’ ὄβριμον ἔγχος
[530] ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
[531] τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ’ αἴνυτο θυμόν.
[532] τεύχεα δ’ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
[533] Θρήϊκες ἀκρόκομοι δολίχ’ ἔγχεα χερσὶν ἔχοντες,
[534] οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
[535] ὦσαν ἀπὸ σφείων· ὁ δὲ χασσάμενος πελεμίχθη.
[536] ὣς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην,
[537] ἤτοι ὁ μὲν Θρῃκῶν, ὁ δ’ Ἐπειῶν χαλκοχιτώνων
[538] ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
[539] ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
[540] ὅς τις ἔτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
[541] δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
[542] χειρὸς ἑλοῦς’, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
[543] πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
[544] πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο.