ΙΛΙΑΔΟΣ Γ
Ὅρκοι· τειχοσκοπία· Ἀλεξάνδρου καὶ Μενελάου μονομαχία
[1] Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι,
[2] Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς
[3] ἠύ̈τε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
[4] αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
[5] κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων
[6] ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
[7] ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
[8] οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
[9] ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
[10] εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
[11] ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
[12] τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶαν ἵησιν·
[13] ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ’ ἀελλὴς
[14] ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.
[15] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
[16] Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
[17] παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
[18] καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
[19] πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
[20] ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
[21] τὸν δ’ ὡς οὖν ἐνόησεν ἀρηί̈φιλος Μενέλαος
[22] ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
[23] ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
[24] εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
[25] πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
[26] σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί·
[27] ὣς ἐχάρη ΜενέλαοςἈλέξανδρον θεοειδέα
[28] ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
[29] αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
[30] τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
[31] ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
[32] ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.
[33] ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
[34] οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
[35] ἂψ δ’ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
[36] ὣς αὖτις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
[37] δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
[38] τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
[39] Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
[40] αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπολέσθαι·
[41] καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
[42] ἢ οὕτω λώβην τ’ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
[43] ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
[44] φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
[45] εἶδος ἔπ’, ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
[46] ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
[47] πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
[48] μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ’ εὐειδέ’ ἀνῆγες
[49] ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
[50] πατρί τε σῷ μέγα πῆμα πόληί̈ τε παντί τε δήμῳ,
[51] δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ·
[52] οὐκ ἂν δὴ μείνειας ἀρηί̈φιλον Μενέλαον·
[53] γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
[54] οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ’ Ἀφροδίτης
[55] ἥ τε κόμη τό τε εἶδος ὅτ’ ἐν κονίῃσιμιγείης.
[56] ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
[57] λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας.
[58] τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
[59] Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν·
[60] αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
[61] ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπ’ ἀνέρος ὅς ῥά τε τέχνῃ
[62] νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν·
[63] ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
[64] μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
[65] οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
[66] ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο·
[67] νῦν αὖτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
[68] ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
[69] αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηί̈φιλον Μενέλαον
[70] συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
[71] ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
[72] κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·
[73] οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
[74] ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
[75] Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιί̈δα καλλιγύναικα.
[76] ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας,
[77] καί ῥ’ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
[78] μέσσου δουρὸς ἑλών· τοὶ δ’ ἱδρύνθησαν ἅπαντες.
[79] τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
[80] ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ’ ἔβαλλον·
[81] αὐτὰρ ὁ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[82] ἴσχεσθ’ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
[83] στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
[84] ὣς ἔφαθ’, οἳ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντο
[85] ἐσσυμένως· Ἕκτωρ δὲ μετ’ ἀμφοτέροισιν ἔειπε·
[86] κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
[87] μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
[88] ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
[89] τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
[90] αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηί̈φιλον Μενέλαον
[91] οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
[92] ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
[93] κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·
[94] οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
[95] ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
[96] τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
[97] κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
[98] θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
[99] Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
[100] εἵνεκ’ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς·
[101] ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
[102] τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
[103] οἴσετε ἄρν’, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
[104] Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ’ ἡμεῖς οἴσομεν ἄλλον·
[105] ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ’ ὅρκια τάμνῃ
[106] αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
[107] μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
[108] αἰεὶ δ’ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
[109] οἷς δ’ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
[110] λεύσσει, ὅπως ὄχ’ ἄριστα μετ’ ἀμφοτέροισι γένηται.
[111] ὣς ἔφαθ’, οἳ δ’ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
[112] ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
[113] καί ῥ’ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ’ ἔβαν αὐτοί,
[114] τεύχεά τ’ ἐξεδύοντο· τὰ μὲν κατέθεντ’ ἐπὶ γαίῃ
[115] πλησίον ἀλλήλων, ὀλίγη δ’ ἦν ἀμφὶς ἄρουρα·
[116] Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
[117] καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
[118] αὐτὰρ ὁ Ταλθύβιον προί̈ει κρείων Ἀγαμέμνων
[119] νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ’ ἄρν’ ἐκέλευεν
[120] οἰσέμεναι· ὁ δ’ ἄρ’ οὐκ ἀπίθης’ Ἀγαμέμνονι δίῳ.
[121] Ἶρις δ’ αὖθ’ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
[122] εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
[123] τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
[124] Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
[125] τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
[126] δίπλακα πορφυρέην, πολέας δ’ ἐνέπασσεν ἀέθλους
[127] Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
[128] οὕς ἑθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων·
[129] ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
[130] δεῦρ’ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
[131] Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
[132] οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
[133] ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
[134] οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
[135] ἀσπίσι κεκλιμένοι, παρὰ δ’ ἔγχεα μακρὰ πέπηγεν.
[136] αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηί̈φιλος Μενέλαος
[137] μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
[138] τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
[139] ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
[140] ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
[141] αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
[142] ὁρμᾶτ’ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
[143] οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο,
[144] Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
[145] αἶψα δ’ ἔπειθ’ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
[146] οἳ δ’ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
[147] Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’ ὄζον Ἄρηος
[148] Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
[149] ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
[150] γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ’ ἀγορηταὶ
[151] ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ’ ὕλην
[152] δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
[153] τοῖοιἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ.
[154] οἳ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
[155] ἦκα πρὸς ἀλλήλους ἔπεαπτερόεντ’ ἀγόρευον·
[156] οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
[157] τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
[158] αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
[159] ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦς’ ἐν νηυσὶ νεέσθω,
[160] μηδ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο.
[161] ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ·
[162] δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
[163] ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
[164] οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
[165] οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
[166] ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς
[167] ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠύ̈ς τε μέγας τε.
[168] ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
[169] καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
[170] οὐδ’ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
[171] τὸν δ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
[172] αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
[173] ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
[174] υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
[175] παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
[176] ἀλλὰ τά γ’ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
[177] τοῦτο δέ τοι ἐρέω ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
[178] οὗτός γ’ Ἀτρεί̈δης εὐρὺκρείων Ἀγαμέμνων,
[179] ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής·
[180] δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ’ ἔην γε.
[181] ὣς φάτο, τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
[182] ὦ μάκαρ Ἀτρεί̈δη μοιρηγενὲς ὀλβιόδαιμον,
[183] ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
[184] ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
[185] ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
[186] λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
[187] οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ ὄχθας Σαγγαρίοιο·
[188] καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
[189] ἤματι τῷ ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
[190] ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.
[191] δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός·
[192] εἴπ’ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ’ ἐστί·
[193] μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεί̈δαο,
[194] εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
[195] τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
[196] αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
[197] ἀρνειῷ μιν ἔγωγε ἐί̈σκω πηγεσιμάλλῳ,
[198] ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
[199] τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα·
[200] οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
[201] ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
[202] εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
[203] τὴν δ’ αὖτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
[204] ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
[205] ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς
[206] σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
[207] τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
[208] ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
[209] ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
[210] στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
[211] ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
[212] ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
[213] ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
[214] παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
[215] οὐδ’ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
[216] ἀλλ’ ὅτε δὴ πολύμητις ἀναί̈ξειεν Ὀδυσσεὺς
[217] στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
[218] σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
[219] ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀί̈δρεϊ φωτὶ ἐοικώς·
[220] φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως.
[221] ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
[222] καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
[223] οὐκ ἂν ἔπειτ’ Ὀδυσῆί̈ γ’ ἐρίσσειε βροτὸς ἄλλος·
[224] οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες.
[225] τὸ τρίτον αὖτ’ Αἴαντα ἰδὼν ἐρέειν’ ὁ γεραιός·
[226] τίς τὰρ ὅδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠύ̈ς τε μέγας τε
[227] ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
[228] τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
[229] οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
[230] Ἰδομενεὺς δ’ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
[231] ἕστηκ’, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
[232] πολλάκι μιν ξείνισσεν ἀρηί̈φιλος Μενέλαος
[233] οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
[234] νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
[235] οὕς κεν ἐὺ̈ γνοίην καί τ’ οὔνομα μυθησαίμην·
[236] δοιὼ δ’ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
[237] Κάστορά θ’ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
[238] αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
[239] ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
[240] ἢ δεύρω μὲν ἕποντο νέεσς’ ἔνι ποντοπόροισι,
[241] νῦν αὖτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
[242] αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ’ ἅ μοί ἐστιν.
[243] ὣς φάτο, τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα
[244] ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
[245] κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
[246] ἄρνε δύω καὶ οἶνον ἐύ̈φρονα καρπὸν ἀρούρης
[247] ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
[248] κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
[249] ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
[250] ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
[251] Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
[252] ἐς πεδίον καταβῆναι ἵν’ ὅρκια πιστὰ τάμητε·
[253] αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηί̈φιλος Μενέλαος
[254] μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί·
[255] τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο·
[256] οἳ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
[257] ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
[258] Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιί̈δα καλλιγύναικα.
[259] ὣς φάτο ῥίγησεν δ’ ὁ γέρων, ἐκέλευσε δ’ ἑταίρους
[260] ἵππους ζευγνύμεναι· τοὶ δ’ ὀτραλέως ἐπίθοντο.
[261] ἂν δ’ ἄρ’ ἔβη Πρίαμος, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·
[262] πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
[263] τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους.
[264] ἀλλ’ ὅτε δή ῥ’ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
[265] ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
[266] ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
[267] ὄρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
[268] ἂν δ’ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
[269] ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
[270] μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
[271] Ἀτρεί̈δης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
[272] ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
[273] ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
[274] κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
[275] τοῖσιν δ’ Ἀτρεί̈δης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·
[276] Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
[277] Ἠέλιός θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις,
[278] καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
[279] ἀνθρώπους τίνυσθον ὅτις κ’ ἐπίορκον ὀμόσσῃ,
[280] ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ’ ὅρκια πιστά·
[281] εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
[282] αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
[283] ἡμεῖς δ’ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
[284] εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
[285] Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι,
[286] τιμὴν δ’ Ἀργείοις ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
[287] ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.
[288] εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιότε παῖδες
[289] τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
[290] αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
[291] αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.
[292] ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
[293] καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
[294] θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
[295] οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
[296] ἔκχεον, ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
[297] ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
[298] Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
[299] ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
[300] ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
[301] αὐτῶν καὶ τεκέων, ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν.
[302] ὣς ἔφαν, οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
[303] τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
[304] κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
[305] ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
[306] ἄψ, ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
[307] μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
[308] Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
[309] ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
[310] ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
[311] ἂν δ’ ἄρ’ ἔβαιν’ αὐτός, κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω·
[312] πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
[313] τὼ μὲν ἄρ’ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
[314] Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
[315] χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
[316] κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
[317] ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
[318] λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
[319] ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
[320] Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
[321] ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκε,
[322] τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
[323] ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
[324] ὣς ἄρ’ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
[325] ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
[326] οἳ μὲν ἔπειθ’ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
[327] ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο·
[328] αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
[329] δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
[330] κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
[331] καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
[332] δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
[333] οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ’ αὐτῷ.
[334] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
[335] χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
[336] κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
[337] ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
[338] εἵλετο δ’ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
[339] ὣς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν.
[340] οἳ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
[341] ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
[342] δεινὸν δερκόμενοι· θάμβος δ’ ἔχεν εἰσορόωντας
[343] Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
[344] καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
[345] σείοντ’ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
[346] πρόσθε δ’ Ἀλέξανδρος προί̈ει δολιχόσκιον ἔγχος,
[347] καὶ βάλεν Ἀτρεί̈δαο κατ’ ἀσπίδα πάντοσε ἴσην,
[348] οὐδ’ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
[349] ἀσπίδ’ ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερον ὄρνυτο χαλκῷ
[350] Ἀτρεί̈δης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
[351] Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ’ ἔοργε
[352] δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
[353] ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
[354] ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
[355] ἦ ῥα καὶ ἀμπεπαλὼν προί̈ει δολιχόσκιον ἔγχος,
[356] καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσε ἴσην·
[357] διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
[358] καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
[359] ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
[360] ἔγχος· ὁ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
[361] Ἀτρεί̈δης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
[362] πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ’ ἄρ’ αὐτῷ
[363] τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
[364] Ἀτρεί̈δης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
[365] Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
[366] ἦ τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
[367] νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
[368] ἠί̈χθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν.
[369] ἦ καὶ ἐπαί̈ξας κόρυθος λάβεν ἱπποδασείης,
[370] ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς·
[371] ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
[372] ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
[373] καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
[374] εἰ μὴ ἄρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
[375] ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
[376] κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ.
[377] τὴν μὲν ἔπειθ’ ἥρως μετ’ ἐϋκνήμιδας Ἀχαιοὺς
[378] ῥῖψ’ ἐπιδινήσας, κόμισαν δ’ ἐρίηρες ἑταῖροι·
[379] αὐτὰρ ὁ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
[380] ἔγχεϊ χαλκείῳ· τὸν δ’ ἐξήρπαξ’ Ἀφροδίτη
[381] ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ,
[382] κὰδ δ’ εἷς’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
[383] αὐτὴ δ’ αὖ Ἑλένην καλέους’ ἴε· τὴν δὲ κίχανε
[384] πύργῳ ἐφ’ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
[385] χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
[386] γρηὶ̈ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
[387] εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
[388] ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
[389] τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·
[390] δεῦρ’ ἴθ’· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
[391] κεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
[392] κάλλεί̈ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
[393] ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
[394] ἔρχεσθ’, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
[395] ὣς φάτο, τῇ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
[396] καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
[397] στήθεά θ’ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
[398] θάμβησέν τ’ ἄρ’ ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
[399] δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
[400] ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
[401] ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
[402] εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
[403] οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
[404] νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἄγεσθαι,
[405] τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
[406] ἧσο παρ’ αὐτὸν ἰοῦσα, θεῶν δ’ ἀπόεικε κελεύθου,
[407] μηδ’ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
[408] ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀί̈ζυε καί ἑ φύλασσε,
[409] εἰς ὅ κέ ς’ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
[410] κεῖσε δ’ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
[411] κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ’ ὀπίσσω
[412] πᾶσαι μωμήσονται· ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ.
[413] τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη·
[414] μή μ’ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
[415] τὼς δέ ς’ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ’ ἐφίλησα,
[416] μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
[417] Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
[418] ὣς ἔφατ’, ἔδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα,
[419] βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
[420] σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
[421] αἳ δ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ἵκοντο,
[422] ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
[423] ἣ δ’ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
[424] τῇ δ’ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
[425] ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
[426] ἔνθα κάθιζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
[427] ὄσσε πάλιν κλίνασα, πόσιν δ’ ἠνίπαπε μύθῳ·
[428] ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι
[429] ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
[430] ἦ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊφίλου Μενελάου
[431] σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
[432] ἀλλ’ ἴθι νῦν προκάλεσσαι ἀρηί̈φιλον Μενέλαον
[433] ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά ς’ ἔγωγε
[434] παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
[435] ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
[436] ἀφραδέως, μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρὶ δαμήῃς.
[437] τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
[438] μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
[439] νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
[440] κεῖνον δ’ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
[441] ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
[442] οὐ γάρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν,
[443] οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
[444] ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
[445] νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
[446] ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
[447] ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ’ εἵπετ’ ἄκοιτις.
[448] τὼ μὲν ἄρ’ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
[449] Ἀτρεί̈δης δ’ ἀν’ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
[450] εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
[451] ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων
[452] δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ·
[453] οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴδοιτο·
[454] ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
[455] τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
[456] κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι·
[457] νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου,
[458] ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ
[459] ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν,
[460] ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται.
[461] ὣς ἔφατ’ Ἀτρεί̈δης, ἐπὶ δ’ ᾔνεον ἄλλοι Ἀχαιοί.