ΙΛΙΑΔΟΣ Β
Ὄνειρος διάπειρα· Βοιώτεια ἢ κατάλογος νεῶν
[1] Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
[2] εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος,
[3] ἀλλ’ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
[4] τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
[5] ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
[6] πέμψαι ἐπ’ Ἀτρεί̈δῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
[7] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
[8] βάσκ’ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
[9] ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεί̈δαο
[10] πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
[11] θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
[12] πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
[13] Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
[14] ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
[15] Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται.
[16] ὣς φάτο, βῆ δ’ ἄρ’ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
[17] καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
[18] βῆ δ’ ἄρ’ ἐπ’ Ἀτρεί̈δην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
[19] εὕδοντ’ ἐν κλισίῃ, περὶ δ’ ἀμβρόσιος κέχυθ’ ὕπνος.
[20] στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς Νηληί̈ῳ υἷι ἐοικώς
[21] Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ’ Ἀγαμέμνων·
[22] τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
[23] εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο·
[24] οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
[25] ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
[26] νῦν δ’ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
[27] ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει.
[28] θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
[29] πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
[30] Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
[31] ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
[32] Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται
[33] ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
[34] αἱρείτω εὖτ’ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
[35] ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ
[36] τὰ φρονέοντ’ ἀνὰ θυμὸν ἅ ῥ’ οὐ τελέεσθαι ἔμελλον·
[37] φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
[38] νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
[39] θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε
[40] Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
[41] ἔγρετο δ’ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ’ ὀμφή·
[42] ἕζετο δ’ ὀρθωθείς, μαλακὸν δ’ ἔνδυνε χιτῶνα
[43] καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
[44] ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
[45] ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
[46] εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
[47] σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
[48] ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
[49] Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
[50] αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
[51] κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
[52] οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα·
[53] βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
[54] Νεστορέῃ παρὰ νηὶ̈ Πυλοιγενέος βασιλῆος·
[55] τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
[56] κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
[57] ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
[58] εἶδός τε μέγεθός τε φυήν τ’ ἄγχιστα ἐῴκει·
[59] στῆ δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
[60] εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο·
[61] οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
[62] ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
[63] νῦν δ’ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
[64] ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει·
[65] θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
[66] πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
[67] Τρώων· οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες
[68] ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
[69] Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε’ ἐφῆπται
[70] ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὁ μὲν εἰπὼν
[71] ᾤχετ’ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
[72] ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
[73] πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
[74] καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
[75] ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
[76] ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο, τοῖσι δ’ ἀνέστη
[77] Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
[78] ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
[79] ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
[80] εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
[81] ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
[82] νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
[83] ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
[84] ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
[85] οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
[86] σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
[87] ἠύ̈τε ἔθνεα εἶσι μελισσάων ἁδινάων
[88] πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
[89] βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν·
[90] αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
[91] ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
[92] ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
[93] ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
[94] ὀτρύνους’ ἰέναι Διὸς ἄγγελος· οἳ δ’ ἀγέροντο.
[95] τετρήχει δ’ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
[96] λαῶν ἱζόντων, ὅμαδος δ’ ἦν· ἐννέα δέ σφεας
[97] κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ’ ἀϋτῆς
[98] σχοίατ’, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
[99] σπουδῇ δ’ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ’ ἕδρας
[100] παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
[101] ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
[102] Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
[103] αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
[104] Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
[105] αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ ποιμένι λαῶν,
[106] Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
[107] αὐτὰρ ὁ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι,
[108] πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
[109] τῷ ὅ γ’ ἐρεισάμενος ἔπε’ Ἀργείοισι μετηύδα·
[110] ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
[111] Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
[112] σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
[113] Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι,
[114] νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
[115] δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
[116] οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
[117] ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
[118] ἠδ’ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
[119] αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
[120] μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
[121] ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
[122] ἀνδράσι παυροτέροισι, τέλος δ’ οὔ πώ τι πέφανται·
[123] εἴ περ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
[124] ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
[125] Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
[126] ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
[127] Τρώων δ’ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
[128] πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
[129] τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
[130] Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ’ ἐπίκουροι
[131] πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
[132] οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶς’ ἐθέλοντα
[133] Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
[134] ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
[135] καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
[136] αἳ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα
[137] εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
[138] αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ’ ἱκόμεσθα.
[139] ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
[140] φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
[141] οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
[142] ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
[143] πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
[144] κινήθη δ’ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
[145] πόντου Ἰκαρίοιο, τὰ μέν τ’ Εὖρός τε Νότος τε
[146] ὤρορ’ ἐπαί̈ξας πατρὸς Διὸς ἐκ νεφελάων.
[147] ὡς δ’ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
[148] λάβρος ἐπαιγίζων, ἐπί τ’ ἠμύει ἀσταχύεσσιν,
[149] ὣς τῶν πᾶς’ ἀγορὴ κινήθη· τοὶ δ’ ἀλαλητῷ
[150] νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη
[151] ἵστατ’ ἀειρομένη· τοὶ δ’ ἀλλήλοισι κέλευον
[152] ἅπτεσθαι νηῶν ἠδ’ ἑλκέμεν εἰς ἅλα δῖαν,
[153] οὐρούς τ’ ἐξεκάθαιρον· ἀϋτὴ δ’ οὐρανὸν ἷκεν
[154] οἴκαδε ἱεμένων· ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν.
[155] ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
[156] εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
[157] ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
[158] οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
[159] Ἀργεῖοι φεύξονται ἐπ’ εὐρέα νῶτα θαλάσσης,
[160] κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
[161] Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
[162] ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
[163] ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
[164] σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
[165] μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας.
[166] ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
[167] βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀί̈ξασα·
[168] καρπαλίμως δ’ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
[169] εὗρεν ἔπειτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
[170] ἑσταότ’· οὐδ’ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
[171] ἅπτετ’, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
[172] ἀγχοῦ δ’ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
[173] διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ,
[174] οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
[175] φεύξεσθ’ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
[176] κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
[177] Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
[178] ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
[179] ἀλλ’ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ’ ἔτ’ ἐρώει,
[180] σοῖς δ’ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
[181] μηδὲ ἔα νῆας ἅλα δ’ ἑλκέμεν ἀμφιελίσσας.
[182] ὣς φάθ’, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
[183] βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
[184] κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
[185] αὐτὸς δ’ Ἀτρεί̈δεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
[186] δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
[187] σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
[188] ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
[189] τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
[190] δαιμόνι’ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
[191] ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
[192] οὐ γάρ πω σάφα οἶσθ’ οἷος νόος Ἀτρεί̈ωνος·
[193] νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
[194] ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
[195] μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
[196] θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
[197] τιμὴ δ’ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
[198] ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι,
[199] τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
[200] δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
[201] οἳ σέο φέρτεροί εἰσι, σὺ δ’ ἀπτόλεμος καὶ ἄναλκις
[202] οὔτέ ποτ’ ἐν πολέμῳ ἐναρίθμιος οὔτ’ ἐνὶ βουλῇ·
[203] οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί·
[204] οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
[205] εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
[206] σκῆπτρόν τ’ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
[207] ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ’ ἀγορὴν δὲ
[208] αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
[209] ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
[210] αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
[211] ἄλλοι μέν ῥ’ ἕζοντο, ἐρήτυθεν δὲ καθ’ ἕδρας·
[212] Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
[213] ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
[214] μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
[215] ἀλλ’ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
[216] ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
[217] φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
[218] κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
[219] φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ’ ἐπενήνοθε λάχνη.
[220] ἔχθιστος δ’ Ἀχιλῆϊ μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆϊ·
[221] τὼ γὰρ νεικείεσκε· τότ’ αὖτ’ Ἀγαμέμνονι δίῳ
[222] ὀξέα κεκλήγων λέγ’ ὀνείδεα· τῷ δ’ ἄρ’ Ἀχαιοὶ
[223] ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.
[224] αὐτὰρ ὁ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
[225] Ἀτρεί̈δη τέο δ’ αὖτ’ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
[226] πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
[227] εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
[228] πρωτίστῳ δίδομεν εὖτ’ ἂν πτολίεθρον ἕλωμεν.
[229] ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
[230] Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
[231] ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
[232] ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
[233] ἥν τ’ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
[234] ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
[235] ὦ πέπονες κάκ’ ἐλέγχε’ Ἀχαιί̈δες οὐκέτ’ Ἀχαιοὶ
[236] οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ’ ἐῶμεν
[237] αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
[238] ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
[239] ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ’ ἀμείνονα φῶτα
[240] ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
[241] ἀλλὰ μάλ’ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
[242] ἦ γὰρ ἂν Ἀτρεί̈δη νῦν ὕστατα λωβήσαιο·
[243] ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
[244] Θερσίτης· τῷ δ’ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
[245] καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
[246] Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
[247] ἴσχεο, μηδ’ ἔθελ’ οἶος ἐριζέμεναι βασιλεῦσιν·
[248] οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
[249] ἔμμεναι, ὅσσοι ἅμ’ Ἀτρεί̈δῃς ὑπὸ Ἴλιον ἦλθον.
[250] τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ’ ἔχων ἀγορεύοις,
[251] καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
[252] οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
[253] ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
[254] τὼ νῦν Ἀτρεί̈δῃ Ἀγαμέμνονι ποιμένι λαῶν
[255] ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
[256] ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
[257] ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
[258] εἴ κ’ ἔτι ς’ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
[259] μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
[260] μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
[261] εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
[262] χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικαλύπτει,
[263] αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
[264] πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
[265] ὣς ἄρ’ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
[266] πλῆξεν· ὁ δ’ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
[267] σμῶδιξ δ’ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
[268] σκήπτρου ὕπο χρυσέου· ὁ δ’ ἄρ’ ἕζετο τάρβησέν τε,
[269] ἀλγήσας δ’ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
[270] οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν·
[271] ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
[272] ὢ πόποι ἦ δὴ μυρί’ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
[273] βουλάς τ’ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
[274] νῦν δὲ τόδε μέγ’ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
[275] ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ’ ἀγοράων.
[276] οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
[277] νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
[278] ὣς φάσαν ἣ πληθύς· ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς
[279] ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
[280] εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
[281] ὡς ἅμα θ’ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
[282] μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
[283] ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
[284] Ἀτρεί̈δη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
[285] πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
[286] οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
[287] ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο
[288] Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.
[289] ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
[290] ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
[291] ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
[292] καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
[293] ἀσχαλάαι σὺν νηὶ̈ πολυζύγῳ, ὅν περ ἄελλαι
[294] χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
[295] ἡμῖν δ’ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
[296] ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ’ Ἀχαιοὺς
[297] ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
[298] αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
[299] τλῆτε φίλοι, καὶ μείνατ’ ἐπὶ χρόνον ὄφρα δαῶμεν
[300] ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
[301] εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
[302] μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
[303] χθιζά τε καὶ πρωί̈ζ’ ὅτ’ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
[304] ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
[305] ἡμεῖς δ’ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
[306] ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
[307] καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
[308] ἔνθ’ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
[309] σμερδαλέος, τόν ῥ’ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
[310] βωμοῦ ὑπαί̈ξας πρός ῥα πλατάνιστον ὄρουσεν.
[311] ἔνθα δ’ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
[312] ὄζῳ ἐπ’ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
[313] ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
[314] ἔνθ’ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιετετριγῶτας·
[315] μήτηρ δ’ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
[316] τὴν δ’ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
[317] αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
[318] τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
[319] λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
[320] ἡμεῖς δ’ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
[321] ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ’ ἑκατόμβας,
[322] Κάλχας δ’ αὐτίκ’ ἔπειτα θεοπροπέων ἀγόρευε·
[323] τίπτ’ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
[324] ἡμῖν μὲν τόδ’ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
[325] ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ’ ὀλεῖται.
[326] ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
[327] ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
[328] ὣς ἡμεῖς τοσσαῦτ’ ἔτεα πτολεμίξομεν αὖθι,
[329] τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
[330] κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
[331] ἀλλ’ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
[332] αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
[333] ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες
[334] σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν,
[335] μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
[336] τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
[337] ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
[338] νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
[339] πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
[340] ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
[341] σπονδαί τ’ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
[342] αὔτως γὰρ ἐπέεσς’ ἐριδαίνομεν, οὐδέ τι μῆχος
[343] εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ’ ἐόντες.
[344] Ἀτρεί̈δη σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
[345] ἄρχευ’ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
[346] τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
[347] νόσφιν βουλεύως’· ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν·
[348] πρὶν Ἄργος δ’ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
[349] γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
[350] φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
[351] ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
[352] Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
[353] ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων.
[354] τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
[355] πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
[356] τίσασθαι δ’ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
[357] εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
[358] ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
[359] ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
[360] ἀλλὰ ἄναξ αὐτός τ’ εὖ μήδεο πείθεό τ’ ἄλλῳ·
[361] οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
[362] κρῖν’ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
[363] ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
[364] εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
[365] γνώσῃ ἔπειθ’ ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
[366] ἠδ’ ὅς κ’ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
[367] γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
[368] ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
[369] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
[370] ἦ μὰν αὖτ’ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
[371] αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
[372] τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
[373] τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
[374] χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
[375] ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν,
[376] ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
[377] καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
[378] ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ’ ἦρχον χαλεπαίνων·
[379] εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
[380] Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
[381] νῦνδ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
[382] εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω,
[383] εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
[384] εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
[385] ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ.
[386] οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν
[387] εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
[388] ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
[389] ἀσπίδος ἀμφιβρότης, περὶ δ’ ἔγχεϊ χεῖρα καμεῖται·
[390] ἱδρώσει δέ τευ ἵππος ἐύ̈ξοον ἅρμα τιταίνων.
[391] ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
[392] μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
[393] ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
[394] ὣς ἔφατ’, Ἀργεῖοι δὲ μέγ’ ἴαχον ὡς ὅτε κῦμα
[395] ἀκτῇ ἐφ’ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
[396] προβλῆτι σκοπέλῳ· τὸν δ’ οὔ ποτε κύματα λείπει
[397] παντοίων ἀνέμων, ὅτ’ ἂν ἔνθ’ ἢ ἔνθα γένωνται.
[398] ἀνστάντες δ’ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
[399] κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
[400] ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
[401] εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
[402] αὐτὰρ ὁ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[403] πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
[404] κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
[405] Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
[406] αὐτὰρ ἔπειτ’ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
[407] ἕκτονδ’ αὖτ’ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
[408] αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
[409] ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
[410] βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
[411] τοῖσιν δ’ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
[412] Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
[413] μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
[414] πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
[415] αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηί̈οιο θύρετρα,
[416] Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαί̈ξαι
[417] χαλκῷ ῥωγαλέον· πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
[418] πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
[419] ὣς ἔφατ’, οὐδ’ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
[420] ἀλλ’ ὅ γε δέκτο μὲν ἱρά, πόνον δ’ ἀμέγαρτον ὄφελλεν.
[421] αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
[422] αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
[423] μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
[424] δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν.
[425] καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
[426] σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
[427] αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
[428] μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,
[429] ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
[430] αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
[431] δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης.
[432] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
[433] τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
[434] Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
[435] μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα, μηδ’ ἔτι δηρὸν
[436] ἀμβαλλώμεθα ἔργον ὁ δὴ θεὸς ἐγγυαλίζει.
[437] ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
[438] λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
[439] ἡμεῖς δ’ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
[440] ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
[441] ὣς ἔφατ’, οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
[442] αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
[443] κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
[444] οἳ μὲν ἐκήρυσσον, τοὶ δ’ ἠγείροντο μάλ’ ὦκα.
[445] οἳ δ’ ἀμφ’ Ἀτρεί̈ωνα διοτρεφέες βασιλῆες
[446] θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
[447] αἰγίδ’ ἔχους’ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
[448] τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
[449] πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
[450] σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
[451] ὀτρύνους’ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
[452] καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
[453] τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
[454] ἐννηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
[455] ἠύ̈τε πῦρ ἀί̈δηλον ἐπιφλέγει ἄσπετον ὕλην
[456] οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
[457] ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
[458] αἴγλη παμφανόωσα δι’ αἰθέρος οὐρανὸν ἷκε.
[459] τῶν δ’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
[460] χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
[461] Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
[462] ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
[463] κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
[464] ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
[465] ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
[466] σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
[467] ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
[468] μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
[469] ἠύ̈τε μυιάων ἁδινάων ἔθνεα πολλὰ
[470] αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
[471] ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
[472] τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
[473] ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
[474] τοὺς δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρες
[475] ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
[476] ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
[477] ὑσμίνην δ’ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
[478] ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
[479] Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
[480] ἠύ̈τε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντων
[481] ταῦρος· ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
[482] τοῖον ἄρ’ Ἀτρεί̈δην θῆκε Ζεὺς ἤματι κείνῳ
[483] ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
[484] ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι·
[485] ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
[486] ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
[487] οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
[488] πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,
[489] οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ εἶεν,
[490] φωνὴ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
[491] εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
[492] θυγατέρες μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
[493] ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
[494] Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
[495] Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
[496] οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
[497] Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν,
[498] Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
[499] οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
[500] οἵ τ’ Ἐλεῶν’ εἶχον ἠδ’ Ὕλην καὶ Πετεῶνα,
[501] Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον,
[502] Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
[503] οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον,
[504] οἵ τε Πλάταιαν ἔχον ἠδ’ οἳ Γλισᾶντ’ ἐνέμοντο,
[505] οἵ θ’ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
[506] Ὀγχηστόν θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
[507] οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
[508] Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ’ ἐσχατόωσαν·
[509] τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
[510] κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
[511] οἳ δ’ Ἀσπληδόνα ναῖον ἰδ’ Ὀρχομενὸν Μινύειον,
[512] τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
[513] οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεί̈δαο,
[514] παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
[515] Ἄρηϊ κρατερῷ· ὁ δέ οἱ παρελέξατο λάθρῃ·
[516] τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
[517] αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
[518] υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
[519] οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
[520] Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
[521] οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
[522] οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
[523] οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
[524] τοῖς δ’ ἅμα τεσσαράκονταμέλαιναι νῆες ἕποντο.
[525] οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
[526] Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
[527] Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
[528] μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
[529] ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
[530] ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
[531] οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε
[532] Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
[533] Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
[534] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
[535] Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
[536] οἳ δ’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
[537] Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν
[538] Κήρινθόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον,
[539] οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον,
[540] τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος
[541] Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
[542] τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
[543] αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
[544] θώρηκας ῥήξειν δηί̈ων ἀμφὶ στήθεσσι·
[545] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[546] οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
[547] δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη
[548] θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
[549] κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
[550] ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
[551] κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
[552] τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς.
[553] τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ
[554] κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
[555] Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν·
[556] τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
[557] Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
[558] στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.
[559] οἳ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν
[560] Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
[561] Τροιζῆν’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον,
[562] οἵ τ’ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
[563] τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
[564] καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
[565] τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
[566] Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
[567] συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
[568] τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
[569] οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
[570] ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
[571] Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινὴν
[572] καὶ Σικυῶν’, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν,
[573] οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
[574] Πελλήνην τ’ εἶχον ἠδ’ Αἴγιον ἀμφενέμοντο
[575] Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν,
[576] τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
[577] Ἀτρεί̈δης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
[578] λαοὶ ἕποντ’· ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
[579] κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
[580] οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
[581] οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
[582] Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
[583] Βρυσειάς τ’ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
[584] οἵ τ’ ἄρ’ Ἀμύκλας εἶχον Ἕλος τ’ ἔφαλον πτολίεθρον,
[585] οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο,
[586] τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
[587] ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
[588] ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
[589] ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
[590] τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
[591] οἳ δὲ Πύλον τ’ ἐνέμοντοκαὶ Ἀρήνην ἐρατεινὴν
[592] καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐύ̈κτιτον Αἰπὺ
[593] καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
[594] καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
[595] ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
[596] Οἰχαλίηθεν ἰόντα παρ’ Εὐρύτου Οἰχαλιῆος·
[597] στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
[598] Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
[599] αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
[600] θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
[601] τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
[602] τῷ δ’ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
[603] οἳ δ’ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
[604] Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί,
[605] οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
[606] Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
[607] καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
[608] Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
[609] τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
[610] ἑξήκοντα νεῶν· πολέες δ’ ἐν νηὶ̈ ἑκάστῃ
[611] Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
[612] αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
[613] νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
[614] Ἀτρεί̈δης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
[615] οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
[616] ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
[617] πέτρη τ’ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
[618] τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ ἀνδρὶ ἑκάστῳ
[619] νῆες ἕποντο θοαί, πολέες δ’ ἔμβαινον Ἐπειοί.
[620] τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
[621] υἷες ὁ μὲν Κτεάτου, ὁ δ’ ἄρ’ Εὐρύτου, Ἀκτορίωνε·
[622] τῶν δ’ Ἀμαρυγκεί̈δης ἦρχε κρατερὸς Διώρης·
[623] τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
[624] υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
[625] οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων
[626] νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
[627] τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
[628] Φυλεί̈δης, ὃν τίκτε Διὶ̈ φίλος ἱππότα Φυλεύς,
[629] ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς·
[630] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[631] αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
[632] οἵ ῥ’ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
[633] καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
[634] οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο,
[635] οἵ τ’ ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο·
[636] τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
[637] τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
[638] Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
[639] οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
[640] Χαλκίδα τ’ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
[641] οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
[642] οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
[643] τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
[644] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[645] Κρητῶν δ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
[646] οἳ Κνωσόν τ’ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
[647] Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
[648] Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
[649] ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
[650] τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
[651] Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
[652] τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
[653] Τληπόλεμος δ’ Ἡρακλεί̈δης ἠύ̈ς τε μέγας τε
[654] ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
[655] οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
[656] Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
[657] τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
[658] ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
[659] τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
[660] πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
[661] Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
[662] αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
[663] ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
[664] αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ ὅ γε λαὸν ἀγείρας
[665] βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
[666] υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
[667] αὐτὰρ ὅ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
[668] τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
[669] ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
[670] καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
[671] Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐί̈σας
[672] Νιρεὺς Ἀγλαί̈ης υἱὸς Χαρόποιό τ’ ἄνακτος
[673] Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
[674] τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεί̈ωνα·
[675] ἀλλ’ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
[676] οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε
[677] καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
[678] τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
[679] Θεσσαλοῦ υἷε δύω Ἡρακλεί̈δαο ἄνακτος·
[680] τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
[681] νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
[682] οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
[683] οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα,
[684] Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
[685] τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
[686] ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
[687] οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
[688] κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
[689] κούρης χωόμενος Βρισηί̈δος ἠϋκόμοιο,
[690] τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
[691] Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
[692] κὰδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
[693] υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
[694] τῆς ὅ γε κεῖτ’ ἀχέων, τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν.
[695] οἳ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
[696] Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
[697] ἀγχίαλόν τ’ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
[698] τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
[699] ζωὸς ἐών· τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
[700] τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
[701] καὶ δόμος ἡμιτελής· τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρ
[702] νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
[703] οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
[704] ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
[705] Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
[706] αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
[707] ὁπλότερος γενεῇ· ὁ δ’ ἅμα πρότερος καὶ ἀρείων
[708] ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
[709] δεύονθ’ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
[710] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[711] οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηί̈δα λίμνην
[712] Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
[713] τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
[714] Εὔμηλος, τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
[715] Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
[716] οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
[717] καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
[718] τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐὺ̈ εἰδὼς
[719] ἑπτὰ νεῶν· ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα
[720] ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
[721] ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων
[722] Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
[723] ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
[724] ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
[725] Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
[726] οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
[727] ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
[728] τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ.
[729] οἳ δ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
[730] οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
[731] τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
[732] ἰητῆρ’ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
[733] τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
[734] οἳ δ’ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
[735] οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
[736] τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
[737] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[738] οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
[739] Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν,
[740] τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
[741] υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
[742] τόνῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
[743] ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
[744] τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
[745] οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
[746] υἱὸς ὑπερθύμοιο Κορώνου Καινεί̈δαο·
[747] τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[748] Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
[749] τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
[750] οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο,
[751] οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
[752] ὅς ῥ’ ἐς Πηνειὸν προί̈ει καλλίρροον ὕδωρ,
[753] οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
[754] ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠύ̈τ’ ἔλαιον·
[755] ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
[756] Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
[757] οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
[758] ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
[759] τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
[760] οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
[761] τίς τὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
[762] αὐτῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρεί̈δῃσιν ἕποντο.
[763] ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,
[764] τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
[765] ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐί̈σας·
[766] τὰς ἐν Πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων
[767] ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
[768] ἀνδρῶν αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας
[769] ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν,
[770] ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλεί̈ωνα.
[771] ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
[772] κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
[773] Ἀτρεί̈δῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
[774] δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
[775] τόξοισίν θ’· ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος
[776] λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
[777] ἕστασαν· ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
[778] ἐν κλισίῃς· οἳ δ’ ἀρχὸν ἀρηί̈φιλον ποθέοντες
[779] φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
[780] οἳ δ’ ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
[781] γαῖα δ’ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
[782] χωομένῳ ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
[783] εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
[784] ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
[785] ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.
[786] Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
[787] πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
[788] οἳ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
[789] πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
[790] ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
[791] εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
[792] ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
[793] τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
[794] δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
[795] τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
[796] ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
[797] ὥς ποτ’ ἐπ’ εἰρήνης· πόλεμος δ’ ἀλίαστος ὄρωρεν.
[798] ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
[799] ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
[800] λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
[801] ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
[802] Ἕκτορ σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
[803] πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
[804] ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
[805] τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
[806] τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
[807] ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
[808] αἶψα δ’ ἔλυς’ ἀγορήν· ἐπὶ τεύχεα δ’ ἐσσεύοντο·
[809] πᾶσαι δ’ ὠί̈γνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαὸς
[810] πεζοί θ’ ἱππῆές τε· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.
[811] ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
[812] ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
[813] τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
[814] ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
[815] ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι.
[816] Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
[817] Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
[818] λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
[819] Δαρδανίων αὖτ’ ἦρχεν ἐὺ̈ς πάϊς Ἀγχίσαο
[820] Αἰνείας, τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη
[821] Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
[822] οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
[823] Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
[824] οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
[825] ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
[826] Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
[827] Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
[828] οἳ δ’ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ
[829] καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
[830] τῶν ἦρχ’ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
[831] υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
[832] ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
[833] στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
[834] πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
[835] οἳ δ’ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
[836] καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
[837] τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Ἄσιος ὄρχαμος ἀνδρῶν,
[838] Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
[839] αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
[840] Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
[841] τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
[842] τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ ὄζος Ἄρηος,
[843] υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
[844] αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως
[845] ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
[846] Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
[847] υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
[848] αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
[849] τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος,
[850] Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
[851] Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
[852] ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
[853] οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
[854] ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον
[855] Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
[856] αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
[857] τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
[858] Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
[859] ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
[860] ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
[861] ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
[862] Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
[863] τῆλ’ ἐξ Ἀσκανίης· μέμασαν δ’ ὑσμῖνι μάχεσθαι.
[864] Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
[865] υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
[866] οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
[867] Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
[868] οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον
[869] Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα·
[870] τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
[871] Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
[872] ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠύ̈τε κούρη
[873] νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
[874] ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
[875] ἐν ποταμῷ, χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαί̈φρων.
[876] Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
[877] τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.