Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Α


ΙΛΙΑΔΟΣ Α

Λοιμός· μῆνις

[1] Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος

[2] οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,

[3] πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προί̈αψεν

[4] ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

[5] οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή,

[6] ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε

[7] Ἀτρεί̈δης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.

[8] τίς τ’ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;

[9] Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς

[10] νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,

[11] οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα

[12] Ἀτρεί̈δης· ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

[13] λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,

[14] στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

[15] χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

[16] Ἀτρεί̈δα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·

[17] Ἀτρεί̈δαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,

[18] ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες

[19] ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’ οἴκαδ’ ἱκέσθαι·

[20] παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ ἄποινα δέχεσθαι,

[21] ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.

[22] ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

[23] αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·

[24] ἀλλ’ οὐκ Ἀτρεί̈δῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

[25] ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·

[26] μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω

[27] ἢ νῦν δηθύνοντ’ ἢ ὕστερον αὖτις ἰόντα,

[28] μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·

[29] τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν

[30] ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης

[31] ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·

[32] ἀλλ’ ἴθι μή μ’ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.

[33] ὧς ἔφατ’, ἔδεισεν δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ·

[34] βῆ δ’ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·

[35] πολλὰ δ’ ἔπειτ’ ἀπάνευθε κιὼν ἠρᾶθ’ ὁ γεραιὸς

[36] Ἀπόλλωνι ἄνακτι, τὸν ἠύ̈κομος τέκε Λητώ·

[37] κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας

[38] Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,

[39] Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,

[40] ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα

[41] ταύρων ἠδ’ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·

[42] τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

[43] ὧς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων,

[44] βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,

[45] τόξ’ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·

[46] ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ ἐπ’ ὤμων χωομένοιο,

[47] αὐτοῦ κινηθέντος· ὁ δ’ ἤϊε νυκτὶ ἐοικώς.

[48] ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκε·

[49] δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο·

[50] οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,

[51] αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς

[52] βάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.

[53] ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,

[54] τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·

[55] τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·

[56] κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.

[57] οἳ δ’ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,

[58] τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[59] Ἀτρεί̈δη νῦν ἄμμε παλιμπλαγχθέντασὀί̈ω

[60] ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,

[61] εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·

[62] ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα

[63] ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν,

[64] ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,

[65] εἴτ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἠδ’ ἑκατόμβης,

[66] αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων

[67] βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.

[68] ἤτοι ὅ γ’ ὧς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη

[69] Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος,

[70] ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,

[71] καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν Ἴλιον εἴσω

[72] ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·

[73] ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

[74] ὦ Ἀχιλεῦ κέλεαί με Διὶ̈ φίλε μυθήσασθαι

[75] μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·

[76] τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον

[77] ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·

[78] ἦ γὰρ ὀί̈ομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

[79] Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·

[80] κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·

[81] εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

[82] ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,

[83] ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.

[84] τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[85] θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·

[86] οὐ μὰ γὰρ Ἀπόλλωνα Διὶ̈ φίλον, ᾧ τε σὺ Κάλχαν

[87] εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

[88] οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

[89] σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει

[90] συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς,

[91] ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.

[92] καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·

[93] οὔ τ’ ἄρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης,

[94] ἀλλ’ ἕνεκ’ ἀρητῆρος ὃν ἠτίμης’ Ἀγαμέμνων,

[95] οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα,

[96] τοὔνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος ἠδ’ ἔτι δώσει·

[97] οὐδ’ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει

[98] πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην

[99] ἀπριάτην ἀνάποινον, ἄγειν θ’ ἱερὴν ἑκατόμβην

[100] ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.

[101] ἤτοι ὅ γ’ ὧς εἰπὼν κατ’ ἄρ’ ἕζετο· τοῖσι δ’ ἀνέστη

[102] ἥρως Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

[103] ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

[104] πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐί̈κτην·

[105] Κάλχαντα πρώτιστα κάκ’ ὀσσόμενος προσέειπε·

[106] μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·

[107] αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,

[108] ἐσθλὸν δ’ οὔτέ τί πω εἶπας ἔπος οὔτ’ ἐτέλεσσας·

[109] καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις

[110] ὡς δὴ τοῦδ’ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,

[111] οὕνεκ’ ἐγὼ κούρης Χρυσηί̈δος ἀγλά’ ἄποινα

[112] οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν

[113] οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα

[114] κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,

[115] οὐ δέμας οὐδὲ φυήν, οὔτ’ ἂρ φρένας οὔτέ τι ἔργα.

[116] ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ ἄμεινον·

[117] βούλομ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·

[118] αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ ἑτοιμάσατ’ ὄφρα μὴ οἶος

[119] Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·

[120] λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.

[121] τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·

[122] Ἀτρεί̈δη κύδιστε φιλοκτεανώτατε πάντων,

[123] πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;

[124] οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·

[125] ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,

[126] λαοὺς δ’ οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ ἐπαγείρειν.

[127] ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ

[128] τριπλῇ τετραπλῇ τ’ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς

[129] δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.

[130] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

[131] μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ

[132] κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.

[133] ἦ ἐθέλεις ὄφρ’ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’ αὔτως

[134] ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ’ ἀποδοῦναι;

[135] ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ

[136] ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·

[137] εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

[138] ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος

[139] ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.

[140] ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,

[141] νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,

[142] ἐν δ’ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ ἑκατόμβην

[143] θείομεν, ἂν δ’ αὐτὴν Χρυσηί̈δα καλλιπάρῃον

[144] βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,

[145] ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς

[146] ἠὲ σὺ Πηλεί̈δη πάντων ἐκπαγλότατ’ ἀνδρῶν,

[147] ὄφρ’ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.

[148] τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[149] ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον

[150] πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν

[151] ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;

[152] οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων

[153] δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·

[154] οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,

[155] οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ

[156] καρπὸν ἐδηλήσαντ’, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ

[157] οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·

[158] ἀλλὰ σοὶ ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’ ὄφρα σὺ χαίρῃς,

[159] τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα

[160] πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ’ ἀλεγίζεις·

[161] καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,

[162] ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.

[163] οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’ Ἀχαιοὶ

[164] Τρώων ἐκπέρσως’ εὖ ναιόμενον πτολίεθρον·

[165] ἀλλὰ τὸ μὲν πλεῖονπολυάϊκος πολέμοιο

[166] χεῖρες ἐμαὶ διέπους’· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,

[167] σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ ὀλίγον τε φίλον τε

[168] ἔρχομ’ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.

[169] νῦν δ’ εἶμι Φθίην δ’, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν

[170] οἴκαδ’ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ ς’ ὀί̈ω

[171] ἐνθάδ’ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.

[172] τὸν δ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[173] φεῦγε μάλ’ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ ς’ ἔγωγε

[174] λίσσομαι εἵνεκ’ ἐμεῖο μένειν· πάρ’ ἔμοιγε καὶ ἄλλοι

[175] οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.

[176] ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·

[177] αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·

[178] εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ ἔδωκεν·

[179] οἴκαδ’ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι

[180] Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ ἐγὼ οὐκ ἀλεγίζω,

[181] οὐδ’ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·

[182] ὡς ἔμ’ ἀφαιρεῖται Χρυσηί̈δα Φοῖβος Ἀπόλλων,

[183] τὴν μὲν ἐγὼ σὺν νηί̈ τ’ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι

[184] πέμψω, ἐγὼ δέ κ’ ἄγω Βρισηί̈δα καλλιπάρῃον

[185] αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ ἐὺ̈ εἰδῇς

[186] ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος

[187] ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.

[188] ὧς φάτο· Πηλεί̈ωνι δ’ ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ

[189] στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,

[190] ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

[191] τοὺς μὲν ἀναστήσειεν, ὁ δ’ Ἀτρεί̈δην ἐναρίζοι,

[192] ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.

[193] ἧος ὁ ταῦθ’ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

[194] ἕλκετο δ’ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνη

[195] οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη

[196] ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·

[197] στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεί̈ωνα

[198] οἴῳ φαινομένη· τῶν δ’ ἄλλων οὔ τις ὁρᾶτο·

[199] θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω

[200] Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·

[201] καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

[202] τίπτ’ αὖτ’ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;

[203] ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεί̈δαο;

[204] ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀί̈ω·

[205] ᾗς ὑπεροπλίῃσι τάχ’ ἄν ποτε θυμὸν ὀλέσσῃ.

[206] τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

[207] ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,

[208] οὐρανόθεν· πρὸ δέ μ’ ἧκεθεὰ λευκώλενος Ἥρη

[209] ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·

[210] ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·

[211] ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·

[212] ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

[213] καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα

[214] ὕβριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν.

[215] τὴν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[216] χρὴ μὲν σφωί̈τερόν γε θεὰ ἔπος εἰρύσσασθαι

[217] καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·

[218] ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ’ ἔκλυον αὐτοῦ.

[219] ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,

[220] ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησε

[221] μύθῳ Ἀθηναίης· ἣ δ’ Οὔλυμπον δὲ βεβήκει

[222] δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.

[223] Πηλεί̈δης δ’ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

[224] Ἀτρεί̈δην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·

[225] οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο,

[226] οὔτέ ποτ’ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι

[227] οὔτε λόχον δ’ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν

[228] τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.

[229] ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

[230] δῶρ’ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·

[231] δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·

[232] ἦ γὰρ ἂν Ἀτρεί̈δη νῦν ὕστατα λωβήσαιο.

[233] ἀλλ’ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·

[234] ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους

[235] φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,

[236] οὐδ’ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε

[237] φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν

[238] ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας

[239] πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·

[240] ἦ ποτ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν

[241] σύμπαντας· τότε δ’ οὔ τι δυνήσεαι ἀχνύμενός περ

[242] χραισμεῖν, εὖτ’ ἂν πολλοὶ ὑφ’ Ἕκτορος ἀνδροφόνοιο

[243] θνήσκοντες πίπτωσι· σὺ δ’ ἔνδοθι θυμὸν ἀμύξεις

[244] χωόμενος ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.

[245] ὧς φάτο Πηλεί̈δης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ

[246] χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’ αὐτός·

[247] Ἀτρεί̈δης δ’ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ

[248] ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,

[249] τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·

[250] τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων

[251] ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ ἐγένοντο

[252] ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·

[253] ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

[254] ὦ πόποι ἦ μέγα πένθος Ἀχαιί̈δα γαῖαν ἱκάνει·

[255] ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες

[256] ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ

[257] εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,

[258] οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ’ ἐστὲ μάχεσθαι.

[259] ἀλλὰ πίθεσθ’· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·

[260] ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν

[261] ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’ οἵ γ’ ἀθέριζον.

[262] οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,

[263] οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν

[264] Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον

[265] Θησέα τ’ Αἰγεί̈δην, ἐπιείκελον ἀθανάτοισιν·

[266] κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·

[267] κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο

[268] φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.

[269] καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν

[270] τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·

[271] καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ· κείνοισι δ’ ἂν οὔ τις

[272] τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·

[273] καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·

[274] ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·

[275] μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,

[276] ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·

[277] μήτε σὺ Πηλείδη ἔθελ’ ἐριζέμεναι βασιλῆϊ

[278] ἀντιβίην, ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς

[279] σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.

[280] εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,

[281] ἀλλ’ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.

[282] Ἀτρεί̈δη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε

[283] λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν

[284] ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.

[285] τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

[286] ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

[287] ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,

[288] πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν,

[289] πᾶσι δὲ σημαίνειν, ἅ τιν’ οὐ πείσεσθαι ὀί̈ω·

[290] εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες

[291] τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;

[292] τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·

[293] ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην

[294] εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·

[295] ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε

[296] σήμαιν’· οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀί̈ω.

[297] ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

[298] χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης

[299] οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ’ ἀφέλεσθέ γε δόντες·

[300] τῶν δ’ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ̈ μελαίνῃ

[301] τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·

[302] εἰ δ’ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·

[303] αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.

[304] ὧς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν

[305] ἀνστήτην, λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·

[306] Πηλεί̈δης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐί̈σας

[307] ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·

[308] Ἀτρεί̈δης δ’ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,

[309] ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ ἑκατόμβην

[310] βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηί̈δα καλλιπάρῃον

[311] εἷσεν ἄγων· ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

[312] οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

[313] λαοὺς δ’ Ἀτρεί̈δης ἀπολυμαίνεσθαι ἄνωγεν·

[314] οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,

[315] ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας

[316] ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο·

[317] κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.

[318] ὧς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ’ Ἀγαμέμνων

[319] λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλης’ Ἀχιλῆϊ,

[320] ἀλλ’ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,

[321] τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·

[322] ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·

[323] χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηί̈δα καλλιπάρῃον·

[324] εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

[325] ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.

[326] ὧς εἰπὼν προί̈ει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·

[327] τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο,

[328] Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,

[329] τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

[330] ἥμενον· οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.

[331] τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα

[332] στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο·

[333] αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

[334] χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,

[335] ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων,

[336] ὁ σφῶϊ προί̈ει Βρισηί̈δος εἵνεκα κούρης.

[337] ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην

[338] καί σφωϊν δὸς ἄγειν· τὼ δ’ αὐτὼ μάρτυροι ἔστων

[339] πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων

[340] καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε

[341] χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι

[342] τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ’ ὀλοιῇσι φρεσὶ θύει,

[343] οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,

[344] ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.

[345] ὧς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ,

[346] ἐκ δ’ ἄγαγε κλισίης Βρισηί̈δα καλλιπάρῃον,

[347] δῶκε δ’ ἄγειν· τὼ δ’ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·

[348] ἣ δ’ ἀέκους’ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς

[349] δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,

[350] θῖν’ ἔφ’ ἁλὸς πολιῆς, ὁρόων ἐπ’ ἀπείρονα πόντον·

[351] πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·

[352] μῆτερ ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,

[353] τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι

[354] Ζεὺς ὑψιβρεμέτης· νῦν δ’ οὐδέ με τυτθὸν ἔτισεν·

[355] ἦ γάρ μ’ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

[356] ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

[357] ὧς φάτο δάκρυ χέων, τοῦ δ’ ἔκλυε πότνια μήτηρ

[358] ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·

[359] καρπαλίμως δ’ ἀνέδυ πολιῆς ἁλὸς ἠύ̈τ’ ὀμίχλη,

[360] καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο δάκρυ χέοντος,

[361] χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[362] τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

[363] ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

[364] τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

[365] οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ’ ἀγορεύω;

[366] ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,

[367] τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·

[368] καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,

[369] ἐκ δ’ ἕλον Ἀτρεί̈δῃ Χρυσηί̈δα καλλιπάρῃον.

[370] Χρύσησδ’ αὖθ’ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος

[371] ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων

[372] λυσόμενός τε θύγατρα φέρων τ’ ἀπερείσι’ ἄποινα,

[373] στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος

[374] χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,

[375] Ἀτρεί̈δα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.

[376] ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ

[377] αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·

[378] ἀλλ’ οὐκ Ἀτρεί̈δῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,

[379] ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·

[380] χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ’ Ἀπόλλων

[381] εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,

[382] ἧκε δ’ ἐπ’ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ

[383] θνῇσκον ἐπασσύτεροι, τὰ δ’ ἐπῴχετο κῆλα θεοῖο

[384] πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις

[385] εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.

[386] αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·

[387] Ἀτρεί̈ωνα δ’ ἔπειτα χόλος λάβεν, αἶψα δ’ ἀναστὰς

[388] ἠπείλησεν μῦθον ὁ δὴ τετελεσμένος ἐστί·

[389] τὴν μὲν γὰρ σὺν νηὶ̈ θοῇ ἑλίκωπες Ἀχαιοὶ

[390] ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·

[391] τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες

[392] κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.

[393] ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·

[394] ἐλθοῦς’ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι

[395] ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.

[396] πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα

[397] εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι

[398] οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,

[399] ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι

[400] Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·

[401] ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,

[402] ὦχ’ ἑκατόγχειρον καλέσας’ ἐς μακρὸν Ὄλυμπον,

[403] ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες

[404] Αἰγαίων’, ὁ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·

[405] ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·

[406] τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν.

[407] τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων

[408] αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,

[409] τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς

[410] κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,

[411] γνῷ δὲ καὶ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

[412] ἣν ἄτην ὅ τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

[413] τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·

[414] ὤ μοι τέκνον ἐμόν, τί νύ ς’ ἔτρεφον αἰνὰ τεκοῦσα;

[415] αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων

[416] ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·

[417] νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων

[418] ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.

[419] τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ

[420] εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.

[421] ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι

[422] μήνι’ Ἀχαιοῖσιν, πολέμου δ’ ἀποπαύεο πάμπαν·

[423] Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας

[424] χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο·

[425] δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,

[426] καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,

[427] καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀί̈ω.

[428] ὧς ἄρα φωνήσας’ ἀπεβήσετο, τὸν δὲ λίπ’ αὐτοῦ

[429] χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς

[430] τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς

[431] ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.

[432] οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο

[433] ἱστία μὲν στείλαντο, θέσαν δ’ ἐν νηὶ̈ μελαίνῃ,

[434] ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες

[435] καρπαλίμως, τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.

[436] ἐκ δ’ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ ἔδησαν·

[437] ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,

[438] ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·

[439] ἐκ δὲ Χρυσηὶ̈ς νηὸς βῆ ποντοπόροιο.

[440] τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς

[441] πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·

[442] ὦ Χρύση, πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[443] παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην

[444] ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ’ ἱλασόμεσθα ἄνακτα,

[445] ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ ἐφῆκεν.

[446] ὧς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δὲ δέξατο χαίρων

[447] παῖδα φίλην· τοὶ δ’ ὦκα θεῷ ἱερὴν ἑκατόμβην

[448] ἑξείης ἔστησαν ἐύ̈δμητον περὶ βωμόν,

[449] χερνίψαντο δ’ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.

[450] τοῖσιν δὲ Χρύσης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών·

[451] κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας

[452] Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·

[453] ἦ μὲν δή ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,

[454] τίμησας μὲν ἐμέ, μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν·

[455] ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ·

[456] ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.

[457] ὧς ἔφατ’ εὐχόμενος, τοῦ δ’ ἔκλυε Φοῖβος

[458] Ἀπόλλων. αὐτὰρ ἐπεί ῥ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

[459] αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

[460] μηρούς τ’ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

[461] δίπτυχα ποιήσαντες, ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν·

[462] καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’ αἴθοπα οἶνον

[463] λεῖβε· νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν.

[464] αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,

[465] μίστυλλόν τ’ ἄρα τἆλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν,

[466] ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

[467] αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα

[468] δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης.

[469] αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

[470] κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,

[471] νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·

[472] οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο

[473] καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν

[474] μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ’ ἀκούων.

[475] ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

[476] δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·

[477] ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

[478] καὶ τότ’ ἔπειτ’ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·

[479] τοῖσιν δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·

[480] οἳ δ’ ἱστὸν στήσαντ’ ἀνά θ’ ἱστία λευκὰ πέτασσαν,

[481] ἐν δ’ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα

[482] στείρῃ πορφύρεον μεγάλ’ ἴαχε νηὸς ἰούσης·

[483] ἣ δ’ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

[484] αὐτὰρ ἐπεί ῥ’ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,

[485] νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ ἠπείροιο ἔρυσσαν

[486] ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ ἕρματα μακρὰ τάνυσσαν·

[487] αὐτοὶ δ’ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.

[488] αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι

[489] διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·

[490] οὔτέ ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν

[491] οὔτέ ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ

[492] αὖθι μένων, ποθέεσκε δ’ ἀϋτήν τε πτόλεμόν τε.

[493] ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,

[494] καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες

[495] πάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων

[496] παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης.

[497] ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.

[498] εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων

[499] ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

[500] καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων

[501] σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα

[502] λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·

[503] Ζεῦ πάτερ εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα

[504] ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·

[505] τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων

[506] ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

[507] ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

[508] ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·

[509] τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ

[510] υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.

[511] ὧς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,

[512] ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων

[513] ὧς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·

[514] νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον

[515] ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐὺ̈ εἰδέω

[516] ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.

[517] τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

[518] ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις

[519] Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·

[520] ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι

[521] νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.

[522] ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ

[523] Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·

[524] εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·

[525] τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον

[526] τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν

[527] οὐδ’ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.

[528] ἦ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων·

[529] ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

[530] κρατὸς ἀπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον.

[531] τώ γ’ ὧς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα

[532] εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου,

[533] Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ’ ἅμα πάντες ἀνέσταν

[534] ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη

[535] μεῖναι ἐπερχόμενον, ἀλλ’ ἀντίοι ἔσταν ἅπαντες.

[536] ὧς ὁ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη

[537] ἠγνοίησεν ἰδοῦς’ ὅτι οἱ συμφράσσατο βουλὰς

[538] ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.

[539] αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·

[540] τίς δ’ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;

[541] αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα

[542] κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι

[543] πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.

[544] τὴν δ’ ἠμείβετ’ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·

[545] Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους

[546] εἰδήσειν· χαλεποί τοι ἔσοντ’ ἀλόχῳ περ ἐούσῃ·

[547] ἀλλ’ ὃν μέν κ’ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα

[548] οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ ἀνθρώπων·

[549] ὃν δέ κ’ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι

[550] μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.

[551] τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·

[552] αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;

[553] καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ,

[554] ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσς’ ἐθέλῃσθα.

[555] νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ

[556] ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·

[557] ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·

[558] τῇ ς’ ὀί̈ω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα

[559] τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

[560] τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

[561] δαιμονίη αἰεὶ μὲν ὀί̈εαι οὐδέ σε λήθω·

[562] πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦ

[563] μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

[564] εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·

[565] ἀλλ’ ἀκέουσα κάθησο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ,

[566] μή νύ τοι οὐ χραίσμωσινὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ

[567] ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.

[568] ὧς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,

[569] καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·

[570] ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·

[571] τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν

[572] μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·

[573] ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά,

[574] εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,

[575] ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς

[576] ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.

[577] μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ

[578] πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε

[579] νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ.

[580] εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς

[581] ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατόσἐστιν.

[582] ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·

[583] αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.

[584] ὧς ἄρ’ ἔφη καὶ ἀναί̈ξας δέπας ἀμφικύπελλον

[585] μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·

[586] τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,

[587] μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι

[588] θεινομένην, τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ

[589] χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·

[590] ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα

[591] ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,

[592] πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι

[593] κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν·

[594] ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.

[595] ὧς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,

[596] μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·

[597] αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν

[598] οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·

[599] ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν

[600] ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.

[601] ὧς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

[602] δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐί̈σης,

[603] οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’ Ἀπόλλων,

[604] Μουσάων θ’ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.

[605] αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,

[606] οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,

[607] ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις

[608] Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·

[609] Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής,

[610] ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·

[611] ἔνθα καθεῦδ’ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.