ΨΑΛΜΟΙ ΣΟΛΟΜΩΝΤΟΣ 1 [1] Ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς· [2] ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· [εἶπα] Ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. [3] ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. [4] ὁ πλοῦτος αὐτῶν διεδόθη […]
ΩΔΑΙ 1 [1] Ὠιδὴ Μωυσέως ἐν τῇ Ἐξόδῳ. [2] Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. [3] βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου θεός, καὶ δοξάσω αὐτόν, θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. [4] κύριος συντρίβων πολέμους, κύριος ὄνομα αὐτῷ. [5] ἅρματα Φαραω καὶ τὴν δύναμιν […]
ΩΣΗΕ 1 [1] Λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ. [2] Ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε· καὶ εἶπεν κύριος πρὸς Ωσηε Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ […]