Ἰλιάς

Ἰλιάς » ΙΛΙΑΔΟΣ Ζ


ΙΛΙΑΔΟΣ Ζ

Ἕκτορος καὶ Ἀνδρομάχης ὁμιλία

[1] Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·

[2] πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιο

[3] ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα

[4] μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.

[5] Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν

[6] Τρώων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκεν,

[7] ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο

[8] υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠύ̈ν τε μέγαν τε.

[9] τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

[10] ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω

[11] αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.

[12] Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης

[13] Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ

[14] ἀφνειὸς βιότοιο, φίλος δ’ ἦν ἀνθρώποισι.

[15] πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.

[16] ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον

[17] πρόσθεν ὑπαντιάσας, ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα

[18] αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ ἵππων

[19] ἔσκεν ὑφηνίοχος· τὼ δ’ ἄμφω γαῖαν ἐδύτην.

[20] Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·

[21] βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη

[22] νηὶ̈ς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι.

[23] Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος

[24] πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·

[25] ποιμαίνων δ’ ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,

[26] ἣ δ’ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.

[27] καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα

[28] Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.

[29] Ἀστύαλον δ’ ἄρ’ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·

[30] Πιδύτην δ’ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν

[31] ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’ Ἀρετάονα δῖον.

[32] Ἀντίλοχος δ’ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ

[33] Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

[34] ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ ὄχθας

[35] Πήδασον αἰπεινήν. Φύλακον δ’ ἕλε Λήϊτος ἥρως

[36] φεύγοντ’· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.

[37] Ἄδρηστον δ’ ἄρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

[38] ζωὸν ἕλ’· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο

[39] ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα

[40] ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην

[41] πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,

[42] αὐτὸς δ’ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη

[43] πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη

[44] Ἀτρεί̈δης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.

[45] Ἄδρηστος δ’ ἄρ’ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·

[46] ζώγρει Ἀτρέος υἱέ, σὺ δ’ ἄξια δέξαι ἄποινα·

[47] πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται

[48] χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

[49] τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα

[50] εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.

[51] ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·

[52] καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν

[53] δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ’ Ἀγαμέμνων

[54] ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·

[55] ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως

[56] ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον

[57] πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον

[58] χεῖράς θ’ ἡμετέρας, μηδ’ ὅν τινα γαστέρι μήτηρ

[59] κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι, ἀλλ’ ἅμα πάντες

[60] Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι.

[61] ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως

[62] αἴσιμα παρειπών· ὁ δ’ ἀπὸ ἕθεν ὤσατο χειρὶ

[63] ἥρω’ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων

[64] οὖτα κατὰ λαπάρην· ὁ δ’ ἀνετράπετ’, Ἀτρεί̈δης δὲ

[65] λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.

[66] Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[67] ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

[68] μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε

[69] μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,

[70] ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι

[71] νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.

[72] ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

[73] ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν

[74] Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,

[75] εἰ μὴ ἄρ’ Αἰνείαι τε καὶ Ἕκτορι εἶπε παραστὰς

[76] Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος·

[77] Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα

[78] Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ’ ἄριστοι

[79] πᾶσαν ἐπ’ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,

[80] στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων

[81] πάντῃ ἐποιχόμενοι πρὶν αὖτ’ ἐν χερσὶ γυναικῶν

[82] φεύγοντας πεσέειν, δηί̈οισι δὲ χάρμα γενέσθαι.

[83] αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

[84] ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες,

[85] καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·

[86] Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ’ ἔπειτα

[87] μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς

[88] νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ

[89] οἴξασα κληῖ̈δι θύρας ἱεροῖο δόμοιο

[90] πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος

[91] εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,

[92] θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

[93] καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

[94] ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ

[95] ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

[96] ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

[97] ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,

[98] ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.

[99] οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,

[100] ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ’ ὅδε λίην

[101] μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.

[102] ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι κασιγνήτῳ ἀπίθησεν.

[103] αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

[104] πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ

[105] ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.

[106] οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·

[107] Ἀργεῖοι δ’ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,

[108] φὰν δέ τιν’ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος

[109] Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.

[110] Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀύ̈σας·

[111] Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ’ ἐπίκουροι

[112] ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,

[113] ὄφρ’ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν

[114] εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι

[115] δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ’ ἑκατόμβας.

[116] ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·

[117] ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμακελαινὸν

[118] ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.

[119] Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς

[120] ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.

[121] οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντε,

[122] τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·

[123] τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;

[124] οὐ μὲν γάρ ποτ’ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ

[125] τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων

[126] σῷ θάρσει, ὅ τ’ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·

[127] δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.

[128] εἰ δέ τις ἀθανάτων γε κατ’ οὐρανοῦ εἰλήλουθας,

[129] οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.

[130] οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος

[131] δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·

[132] ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας

[133] σεῦε κατ’ ἠγάθεον Νυσήϊον· αἳ δ’ ἅμα πᾶσαι

[134] θύσθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδροφόνοιο Λυκούργου

[135] θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς

[136] δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ

[137] δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.

[138] τῷ μὲν ἔπειτ’ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,

[139] καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ’ ἄρ’ ἔτι δὴν

[140] ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·

[141] οὐδ’ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.

[142] εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,

[143] ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.

[144] τὸν δ’ αὖθ’ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·

[145] Τυδεί̈δη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;

[146] οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.

[147] φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη

[148] τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη·

[149] ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ’ ἀπολήγει.

[150] εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ’ ἐὺ̈ εἰδῇς

[151] ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·

[152] ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,

[153] ἔνθα δὲ Σίσυφος ἔσκεν, ὁ κέρδιστος γένετ’ ἀνδρῶν,

[154] Σίσυφος Αἰολίδης· ὁ δ’ ἄρα Γλαῦκον τέκεθ’ υἱόν,

[155] αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·

[156] τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν

[157] ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,

[158] ὅς ῥ’ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,

[159] Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.

[160] τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ’ Ἄντεια

[161] κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι

[162] πεῖθ’ ἀγαθὰ φρονέοντα δαί̈φρονα Βελλεροφόντην.

[163] ἣ δὲ ψευσαμένηΠροῖτον βασιλῆα προσηύδα·

[164] τεθναίης ὦ Προῖτ’, ἢ κάκτανε Βελλεροφόντην,

[165] ὅς μ’ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.

[166] ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·

[167] κτεῖναι μέν ῥ’ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,

[168] πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ’ ὅ γε σήματα λυγρὰ

[169] γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,

[170] δεῖξαι δ’ ἠνώγειν ᾧ πενθερῷ ὄφρ’ ἀπόλοιτο.

[171] αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ’ ἀμύμονι πομπῇ.

[172] ἀλλ’ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,

[173] προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·

[174] ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.

[175] ἀλλ’ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς

[176] καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι

[177] ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.

[178] αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,

[179] πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε

[180] πεφνέμεν· ἣ δ’ ἄρ’ ἔην θεῖον γένος οὐδ’ ἀνθρώπων,

[181] πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

[182] δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,

[183] καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.

[184] δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·

[185] καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.

[186] τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.

[187] τῷ δ’ ἄρ’ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·

[188] κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους

[189] εἷσε λόχον· τοὶ δ’ οὔ τι πάλιν οἶκον δὲ νέοντο·

[190] πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.

[191] ἀλλ’ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠὺ̈ν ἐόντα

[192] αὐτοῦ μιν κατέρυκε, δίδου δ’ ὅ γε θυγατέρα ἥν,

[193] δῶκε δέ οἱ τιμῆς βασιληί̈δος ἥμισυ πάσης·

[194] καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων

[195] καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.

[196] ἣ δ’ ἔτεκε τρία τέκνα δαί̈φρονι Βελλεροφόντῃ

[197] Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.

[198] Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,

[199] ἣ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.

[200] ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,

[201] ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο

[202] ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·

[203] Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο

[204] μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·

[205] τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.

[206] Ἱππόλοχος δέ μ’ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·

[207] πέμπε δέ μ’ ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπέτελλεν

[208] αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,

[209] μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ’ ἄριστοι

[210] ἔν τ’ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.

[211] ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

[212] ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·

[213] ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,

[214] αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·

[215] ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·

[216] Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην

[217] ξείνις’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας·

[218] οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·

[219] Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,

[220] Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον

[221] καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμας’ ἐμοῖσι.

[222] Τυδέα δ’ οὐ μέμνημαι, ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα

[223] κάλλιφ’, ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.

[224] τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ

[225] εἰμί, σὺ δ’ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.

[226] ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου·

[227] πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ’ ἐπίκουροι

[228] κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,

[229] πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.

[230] τεύχεα δ’ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε

[231] γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ’ εἶναι.

[232] ὣς ἄρα φωνήσαντε καθ’ ἵππων ἀί̈ξαντε

[233] χεῖράς τ’ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·

[234] ἔνθ’ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,

[235] ὃς πρὸς Τυδεί̈δην Διομήδεα τεύχε’ ἄμειβε

[236] χρύσεα χαλκείων, ἑκατόμβοι’ ἐννεαβοίων.

[237] Ἕκτωρ δ’ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,

[238] ἀμφ’ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες

[239] εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε

[240] καὶ πόσιας· ὁ δ’ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει

[241] πάσας ἑξείης· πολλῇσι δὲ κήδε’ ἐφῆπτο.

[242] ἀλλ’ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ’ ἵκανε

[243] ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ

[244] πεντήκοντ’ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο

[245] πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες

[246] κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,

[247] κουράων δ’ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς

[248] δώδεκ’ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο

[249] πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ

[250] κοιμῶντο Πριάμοιο παρ’ αἰδοίῃς ἀλόχοισιν·

[251] ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ

[252] Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·

[253] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[254] τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;

[255] ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν

[256] μαρνάμενοι περὶ ἄστυ· σὲ δ’ ἐνθάδε θυμὸς ἀνῆκεν

[257] ἐλθόντ’ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.

[258] ἀλλὰ μέν’ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,

[259] ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

[260] πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.

[261] ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,

[262] ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.

[263] τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·

[264] μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,

[265] μή μ’ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·

[266] χερσὶ δ’ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον

[267] ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι

[268] αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.

[269] ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

[270] ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·

[271] πέπλον δ’, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος

[272] ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,

[273] τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

[274] καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦσἐνὶ νηῷ

[275] ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ’ ἐλεήσῃ

[276] ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,

[277] αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς

[278] ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.

[279] ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης

[280] ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω

[281] αἴ κ’ ἐθέλῃς’ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι

[282] γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα

[283] Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.

[284] εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ’ Ἄϊδος εἴσω

[285] φαίην κε φρέν’ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.

[286] ὣς ἔφαθ’, ἣ δὲ μολοῦσα ποτὶ μέγαρ’ ἀμφιπόλοισι

[287] κέκλετο· ταὶ δ’ ἄρ’ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.

[288] αὐτὴ δ’ ἐς θάλαμον κατεβήσετο κηώεντα,

[289] ἔνθ’ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν

[290] Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς

[291] ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,

[292] τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·

[293] τῶν ἕν’ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,

[294] ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,

[295] ἀστὴρ δ’ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.

[296] βῆ δ’ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.

[297] αἳ δ’ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,

[298] τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος

[299] Κισσηὶ̈ς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·

[300] τὴνγὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.

[301] αἳ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·

[302] ἣ δ’ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος

[303] θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,

[304] εὐχομένη δ’ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·

[305] πότνι’ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων

[306] ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν

[307] πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,

[308] ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ

[309] ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ’ ἐλεήσῃς

[310] ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.

[311] ὣς ἔφατ’ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.

[312] ὣς αἳ μέν ῥ’ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,

[313] Ἕκτωρ δὲ πρὸς δώματ’ Ἀλεξάνδροιο βεβήκει

[314] καλά, τά ῥ’ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ’ ἄριστοι

[315] ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,

[316] οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν

[317] ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.

[318] ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διὶ̈ φίλος, ἐν δ’ ἄρα χειρὶ

[319] ἔγχος ἔχ’ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

[320] αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.

[321] τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα

[322] ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ’ ἁφόωντα·

[323] Ἀργείη δ’ Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶν

[324] ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.

[325] τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·

[326] δαιμόνι’ οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ,

[327] λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος

[328] μαρνάμενοι· σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τε

[329] ἄστυ τόδ’ ἀμφιδέδηε· σὺ δ’ ἂν μαχέσαιο καὶ ἄλλῳ,

[330] ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.

[331] ἀλλ’ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηί̈οιο θέρηται.

[332] τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·

[333] Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν,

[334] τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

[335] οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι

[336] ἥμην ἐν θαλάμῳ, ἔθελον δ’ ἄχεϊ προτραπέσθαι.

[337] νῦν δέ με παρειποῦς’ ἄλοχος μαλακοῖς ἐπέεσσιν

[338] ὅρμης’ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ

[339] λώϊον ἔσσεσθαι· νίκη δ’ ἐπαμείβεται ἄνδρας.

[340] ἀλλ’ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·

[341] ἢ ἴθ’, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ ς’ ὀί̈ω.

[342] ὣς φάτο, τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·

[343] τὸν δ’ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·

[344] δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,

[345] ὥς μ’ ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ

[346] οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα

[347] εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,

[348] ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.

[349] αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο,

[350] ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,

[351] ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων.

[352] τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσω

[353] ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀί̈ω.

[354] ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπὶ δίφρῳ

[355] δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν

[356] εἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης,

[357] οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω

[358] ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι.

[359] τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ

[360] μή με κάθιζ’ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·

[361] ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνω

[362] Τρώεσς’, οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.

[363] ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,

[364] ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.

[365] καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι

[366] οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.

[367] οὐ γὰρ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,

[368] ἦ ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.

[369] ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·

[370] αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας,

[371] οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,

[372] ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ

[373] πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.

[374] Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν

[375] ἔστη ἐπ’ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·

[376] εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·

[377] πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;

[378] ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων

[379] ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

[380] Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;

[381] τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·

[382] Ἕκτορ ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι,

[383] οὔτέ πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ἐϋπέπλων

[384] οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι

[385] Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,

[386] ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουσε

[387] τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.

[388] ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει

[389] μαινομένῃ ἐϊκυῖα· φέρει δ’ ἅμα παῖδα τιθήνη.

[390] ἦ ῥα γυνὴ ταμίη, ὁ δ’ ἀπέσσυτο δώματος Ἕκτωρ

[391] τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς.

[392] εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ

[393] Σκαιάς, τῇ ἄρ’ ἔμελλε διεξίμεναι πεδίον δέ,

[394] ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα

[395] Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

[396] Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ

[397] Θήβῃ Ὑποπλακίῃ Κιλίκεσς’ ἄνδρεσσιν ἀνάσσων·

[398] τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ.

[399] ἥ οἱ ἔπειτ’ ἤντης’, ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇ

[400] παῖδ’ ἐπὶ κόλπῳ ἔχους’ ἀταλάφρονα νήπιον αὔτως

[401] Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,

[402] τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι

[403] Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.

[404] ἤτοι ὁ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·

[405] Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,

[406] ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[407] δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ’ ἐλεαίρεις

[408] παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον, ἣ τάχα χήρη

[409] σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ

[410] πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη

[411] σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ’ ἄλλη

[412] ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς

[413] ἀλλ’ ἄχε’· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.

[414] ἤτοι γὰρ πατέρ’ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,

[415] ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν

[416] Θήβην ὑψίπυλον· κατὰ δ’ ἔκτανεν Ἠετίωνα,

[417] οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,

[418] ἀλλ’ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν

[419] ἠδ’ ἐπὶ σῆμ’ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν

[420] νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.

[421] οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν

[422] οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·

[423] πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς

[424] βουσὶν ἐπ’ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀί̈εσσι.

[425] μητέρα δ’, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,

[426] τὴν ἐπεὶ ἂρ δεῦρ’ ἤγαγ’ ἅμ’ ἄλλοισι κτεάτεσσιν,

[427] ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι’ ἄποινα,

[428] πατρὸς δ’ ἐν μεγάροισι βάλ’ Ἄρτεμις ἰοχέαιρα.

[429] Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ

[430] ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·

[431] ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ,

[432] μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·

[433] λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα

[434] ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.

[435] τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι

[436] ἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα

[437] ἠδ’ ἀμφ’ Ἀτρεί̈δας καὶ Τυδέος ἄλκιμον υἱόν·

[438] ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐὺ̈ εἰδώς,

[439] ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.

[440] τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·

[441] ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ’ αἰνῶς

[442] αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,

[443] αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·

[444] οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς

[445] αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι

[446] ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ.

[447] εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·

[448] ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ

[449] καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

[450] ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,

[451] οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος

[452] οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ

[453] ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν,

[454] ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων

[455] δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·

[456] καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,

[457] καί κεν ὕδωρ φορέοις Μεσσηί̈δος ἢ Ὑπερείης

[458] πόλλ’ ἀεκαζομένη, κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη·

[459] καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·

[460] Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι

[461] Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.

[462] ὥς ποτέ τις ἐρέει· σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος

[463] χήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.

[464] ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι

[465] πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι.

[466] ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·

[467] ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης

[468] ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς

[469] ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,

[470] δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.

[471] ἐκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·

[472] αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ,

[473] καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·

[474] αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν

[475] εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι·

[476] Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι

[477] παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,

[478] ὧδε βίην τ’ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·

[479] καί ποτέ τις εἴποι πατρός γ’ ὅδε πολλὸν ἀμείνων

[480] ἐκ πολέμου ἀνιόντα· φέροι δ’ ἔναρα βροτόεντα

[481] κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.

[482] ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε

[483] παῖδ’ ἑόν· ἣ δ’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ

[484] δακρυόεν γελάσασα· πόσις δ’ ἐλέησε νοήσας,

[485] χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·

[486] δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·

[487] οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·

[488] μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,

[489] οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.

[490] ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ ς’ αὐτῆς ἔργα κόμιζε

[491] ἱστόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

[492] ἔργον ἐποίχεσθαι· πόλεμος δ’ ἄνδρεσσι μελήσει

[493] πᾶσι, μάλιστα δ’ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.

[494] ὣς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ

[495] ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει

[496] ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.

[497] αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας

[498] Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ ἔνδοθι πολλὰς

[499] ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.

[500] αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·

[501] οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο

[502] ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.

[503] οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,

[504] ἀλλ’ ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,

[505] σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.

[506] ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

[507] δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

[508] εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο

[509] κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

[510] ὤμοις ἀί̈σσονται· ὁ δ’ ἀγλαί̈ηφι πεποιθὼς

[511] ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων·

[512] ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης

[513] τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκει

[514] καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ’ ἔπειτα

[515] Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ ἄρ’ ἔμελλε

[516] στρέψεσθ’ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.

[517] τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·

[518] ἠθεῖ’ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω

[519] δηθύνων, οὐδ’ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;

[520] τὸν δ’ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·

[521] δαιμόνι’ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη

[522] ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·

[523] ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ’ ἐμὸν κῆρ

[524] ἄχνυται ἐν θυμῷ, ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω

[525] πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.

[526] ἀλλ’ ἴομεν· τὰ δ’ ὄπισθεν ἀρεσσόμεθ’, αἴ κέ ποθι Ζεὺς

[527] δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι

[528] κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν

[529] ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.